Χορός
καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
230
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
στείχει ταχύπουν ἴχνος ἐξανύων.
τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
230
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
στείχει ταχύπουν ἴχνος ἐξανύων.
τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
Ταλθύβιος
Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
235
ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
235
ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη
αἰαῖ, τόδε
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
αἰαῖ, τόδε
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
Ταλθύβιος
ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
240
ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
240
Ἑκάβη
αἰαῖ, τίνʼ ἢ
Θεσσαλίας πόλιν ἢ
Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
αἰαῖ, τίνʼ ἢ
Θεσσαλίας πόλιν ἢ
Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
Ταλθύβιος
κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
Ἑκάβη
τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
Ἰλιάδων μένει;
245
τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
Ἰλιάδων μένει;
245
Ταλθύβιος
οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
Ἑκάβη
τοὐμὸν τίς ἆρʼ
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
τοὐμὸν τίς ἆρʼ
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
Ταλθύβιος
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Ἑκάβη
ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
250
δούλαν; ἰώ μοί μοι.
ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
250
δούλαν; ἰώ μοί μοι.
Ταλθύβιος
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη
ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος
ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
255
ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
255
Ἑκάβη
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος
οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη
τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
260
τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
260
Ταλθύβιος
Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
Ἑκάβη
ταύταν· τῷ πάλος ἔζευξεν;
ταύταν· τῷ πάλος ἔζευξεν;
Ταλθύβιος
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη
ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
265
ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων;
ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
265
ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθύβιος
εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη
τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος
ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
270
ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
270
Ἑκάβη
τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
Ταλθύβιος
καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Ἑκάβη
ἐγὼ δὲ τῷ
πρόσπολος ἁ τριτοβάμονος χερὶ
275
δευομένα βάκτρου γεραιῷ κάρᾳ;
ἐγὼ δὲ τῷ
πρόσπολος ἁ τριτοβάμονος χερὶ
275
δευομένα βάκτρου γεραιῷ κάρᾳ;
Ταλθύβιος
Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
Ἑκάβη
ἒ ἔ.
ἄρασσε κρᾶτα κούριμον,
ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
280
ἰώ μοί μοι.
μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
ὃς πάντα τἀκεῖθεν ἐνθάδ
ε στρέφει, τὰ δʼ
285
ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
γοᾶσθʼ, ὦ Τρῳάδες, με.
βέβακα δύσποτμος.
οἴχομαι ἁ
τάλαινα, δυστυχεστάτῳ
290
προσέπεσον κλήρῳ.
ἒ ἔ.
ἄρασσε κρᾶτα κούριμον,
ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
280
ἰώ μοί μοι.
μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
ὃς πάντα τἀκεῖθεν ἐνθάδ
ε στρέφει, τὰ δʼ
285
ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
γοᾶσθʼ, ὦ Τρῳάδες, με.
βέβακα δύσποτμος.
οἴχομαι ἁ
τάλαινα, δυστυχεστάτῳ
290
προσέπεσον κλήρῳ.
Χορός
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας
τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας
τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
Ταλθύβιος
ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
295
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
300
πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.
305
ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
295
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
300
πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.
305
Ἑκάβη
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
Κασάνδρα
Ἄνεχε· πάρεχε.
φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —
λαμπάσι τόδʼ ἱερόν.
ὦ Ὑμέναιʼ ἄναξ·
310
μακάριος ὁ γαμέτας·
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
κατʼ Ἄργος ἁ γαμουμένα.
Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
315
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσʼ ἔχεις,
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
ἀναφλέγω πυρὸς φῶς
320
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
διδοῦσʼ, ὦ Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
ᾇ νόμος ἔχει.
πάλλε πόδα.
325
αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις· ὁ χορὸς ὅσιος.
ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
ἀνάκτορον θυηπολῶ,
330
Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.
χόρευε, μᾶτερ, ἀναγέλασον·
ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
βοάσαθʼ Ὑμέναιον, ὤ,
335
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετʼ ἐμῶν γάμων
τὸν πεπρωμένον εὐνᾷ
340
πόσιν ἐμέθεν.
Ἄνεχε· πάρεχε.
φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —
λαμπάσι τόδʼ ἱερόν.
ὦ Ὑμέναιʼ ἄναξ·
310
μακάριος ὁ γαμέτας·
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
κατʼ Ἄργος ἁ γαμουμένα.
Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
315
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσʼ ἔχεις,
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
ἀναφλέγω πυρὸς φῶς
320
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
διδοῦσʼ, ὦ Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
ᾇ νόμος ἔχει.
πάλλε πόδα.
325
αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις· ὁ χορὸς ὅσιος.
ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
ἀνάκτορον θυηπολῶ,
330
Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.
χόρευε, μᾶτερ, ἀναγέλασον·
ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
βοάσαθʼ Ὑμέναιον, ὤ,
335
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετʼ ἐμῶν γάμων
τὸν πεπρωμένον εὐνᾷ
340
πόσιν ἐμέθεν.
Χορός
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
Ἑκάβη
Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
ἔξω τε μεγάλων ἐλπίδων.
345
οἴμοι, τέκνον,
ὡς οὐχ ὑπʼ αἰχμῆς
σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
350
ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
ἔξω τε μεγάλων ἐλπίδων.
345
οἴμοι, τέκνον,
ὡς οὐχ ὑπʼ αἰχμῆς
σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
350
ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
Κασάνδρα
μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,
355
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ
360
ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
365
ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
370
τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
375
οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις
380
ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
385
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
390
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
395
καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
400
εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
405
μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,
355
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ
360
ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
365
ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
370
τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
375
οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις
380
ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
385
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
390
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
395
καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
400
εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
405
Χορός
ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
Ταλθύβιος
εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
410
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
415
ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
420
σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
410
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
415
ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
420
σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
Κασάνδρα
ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
425
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
αὐτοῦ θανεῖσθαι;
τἄλλα δʼ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδʼ οἷά
430
νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ
Φρυγῶν κακὰ δόξει ποτʼ εἶναι. δέκα
γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται
μόνος πάτραν οὗ δὴ στενὸν δίαυλον
πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς
435
τʼ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θʼ ἡ
συῶν μορφώτρια Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς
ναυάγια, λωτοῦ τʼ ἔρωτες, Ἡλίου
θʼ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν
ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν.
440
ὡς δὲ συντέμω, ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν
λίμνης ὕδωρ κάκʼ ἐν δόμοισι μυρίʼ
εὑρήσει μολών. ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως
ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
425
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
αὐτοῦ θανεῖσθαι;
τἄλλα δʼ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδʼ οἷά
430
νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ
Φρυγῶν κακὰ δόξει ποτʼ εἶναι. δέκα
γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται
μόνος πάτραν οὗ δὴ στενὸν δίαυλον
πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς
435
τʼ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θʼ ἡ
συῶν μορφώτρια Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς
ναυάγια, λωτοῦ τʼ ἔρωτες, Ἡλίου
θʼ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν
ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν.
440
ὡς δὲ συντέμω, ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν
λίμνης ὕδωρ κάκʼ ἐν δόμοισι μυρίʼ
εὑρήσει μολών. ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως
Κασάνδρα
ἐξακοντίζω πόνους; στεῖχʼ ὅπως τάχιστʼ·
Ἅιδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ
445
, οὐκ ἐν ἡμέρᾳ, ὦ δοκῶν σεμνόν τι πράσσειν
, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες
γυμνάδʼ ἐκβεβλημένην ὕδατι χειμάρρῳ ῥέουσαι
, νυμφίου πέλας τάφου, θηρσὶ δώσουσιν δάσασθαι
, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου
450
θεῶν, ἀγάλματʼ εὔια, χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς
, αἷς πάροιθʼ ἠγαλλόμην. ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς
, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα δῶ θοαῖς αὔραις φέρεσθαί
σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ
; ποῖ ποτʼ ἐμβαίνειν με χρή; οὐκέτʼ ἂν φθάνοις ἂν
455
ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν
μʼ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ· δακρύσῃς
μηδέν· ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ
χὡ τεκὼν ἡμᾶς πατήρ, οὐ μακρὰν δέξεσθέ μʼ·
ἥξω δʼ ἐς νεκροὺς νικηφόρος καὶ δόμους πέρσασʼ Ἀτρειδῶν
460
, ὧν ἀπωλόμεσθʼ ὕπο. Ἑκάβης γεραιᾶς φύλακες
ἐξακοντίζω πόνους; στεῖχʼ ὅπως τάχιστʼ·
Ἅιδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ
445
, οὐκ ἐν ἡμέρᾳ, ὦ δοκῶν σεμνόν τι πράσσειν
, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες
γυμνάδʼ ἐκβεβλημένην ὕδατι χειμάρρῳ ῥέουσαι
, νυμφίου πέλας τάφου, θηρσὶ δώσουσιν δάσασθαι
, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου
450
θεῶν, ἀγάλματʼ εὔια, χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς
, αἷς πάροιθʼ ἠγαλλόμην. ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς
, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα δῶ θοαῖς αὔραις φέρεσθαί
σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ
; ποῖ ποτʼ ἐμβαίνειν με χρή; οὐκέτʼ ἂν φθάνοις ἂν
455
ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν
μʼ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ· δακρύσῃς
μηδέν· ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ
χὡ τεκὼν ἡμᾶς πατήρ, οὐ μακρὰν δέξεσθέ μʼ·
ἥξω δʼ ἐς νεκροὺς νικηφόρος καὶ δόμους πέρσασʼ Ἀτρειδῶν
460
, ὧν ἀπωλόμεσθʼ ὕπο. Ἑκάβης γεραιᾶς φύλακες
Χορός
, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος
πίτνει; οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ
, ὦ κακαί, γραῖαν πεσοῦσαν; αἴρετʼ
εἰς ὀρθὸν δέμας. ἐᾶτέ μʼ — οὔτοι φίλα
465
, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος
πίτνει; οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ
, ὦ κακαί, γραῖαν πεσοῦσαν; αἴρετʼ
εἰς ὀρθὸν δέμας. ἐᾶτέ μʼ — οὔτοι φίλα
465
Ἑκάβη
μὴ φίλʼ, ὦ κόραι — κεῖσθαι πεσοῦσαν· πτωμάτων
γὰρ ἄξια πάσχω τε καὶ πέπονθα
πείσομαι. ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ
τοὺς
συμμάχους, ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν
τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. πρῶτον μὲν
470
οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· τοῖς
γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. ἦμεν
τύραννοι κἀς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ
ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν
ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
475
Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα
κομπάσειεν ἄν ποτε. κἀκεῖνά τʼ
εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ τρίχας
τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα κλύουσʼ
480
ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν αὐτὴ
κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ, πόλιν θʼ
ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους ἐς
ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψασʼ
ἐκ χερῶν ἀφῃρέθην. κοὔτʼ ἐξ
485
ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, αὐτή τʼ
ἐκείνας οὐκέτʼ ὄψομαί ποτε. τὸ λοίσθιον
δέ, θριγκὸς ἀθλίων κακῶν, δούλη
γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. ἃ δʼ ἐστὶ
γήρᾳ τῷδʼ ἀσυμφορώτατα, τούτοις με
490
προσθήσουσιν, ἢ θυρῶν λάτριν κλῇδας
φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν
, κἀν πέδῳ κοίτας ἔχειν ῥυσοῖσι
νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ
περὶ τρυχηρὸν εἱμένην χρόα πέπλων λακίσματʼ
495
, ἀδόκιμʼ ὀλβίοις ἔχειν. οἲ
ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς
οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον
, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἵαις
συμφοραῖς ἅγνευμα σόν. σύ τʼ,
500
τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; ὡς
οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων
τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά
μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; ἄγετε
τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, νῦν δʼ
505
ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ δακρύοις
καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων μηδένα
νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
510
μὴ φίλʼ, ὦ κόραι — κεῖσθαι πεσοῦσαν· πτωμάτων
γὰρ ἄξια πάσχω τε καὶ πέπονθα
πείσομαι. ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ
τοὺς
συμμάχους, ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν
τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. πρῶτον μὲν
470
οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· τοῖς
γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. ἦμεν
τύραννοι κἀς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ
ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν
ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
475
Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα
κομπάσειεν ἄν ποτε. κἀκεῖνά τʼ
εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ τρίχας
τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα κλύουσʼ
480
ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν αὐτὴ
κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ, πόλιν θʼ
ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους ἐς
ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψασʼ
ἐκ χερῶν ἀφῃρέθην. κοὔτʼ ἐξ
485
ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, αὐτή τʼ
ἐκείνας οὐκέτʼ ὄψομαί ποτε. τὸ λοίσθιον
δέ, θριγκὸς ἀθλίων κακῶν, δούλη
γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. ἃ δʼ ἐστὶ
γήρᾳ τῷδʼ ἀσυμφορώτατα, τούτοις με
490
προσθήσουσιν, ἢ θυρῶν λάτριν κλῇδας
φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν
, κἀν πέδῳ κοίτας ἔχειν ῥυσοῖσι
νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ
περὶ τρυχηρὸν εἱμένην χρόα πέπλων λακίσματʼ
495
, ἀδόκιμʼ ὀλβίοις ἔχειν. οἲ
ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς
οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον
, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἵαις
συμφοραῖς ἅγνευμα σόν. σύ τʼ,
500
τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; ὡς
οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων
τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά
μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; ἄγετε
τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, νῦν δʼ
505
ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ δακρύοις
καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων μηδένα
νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
510
Trojan Women. Euripides. Gilbert Murray. Oxford. 1913.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.