Ἑρμῆς
Ἄτλας
,
ὁ
χαλκέοισι
νώτοις
οὐρανὸν
1
θεῶν
παλαιὸν
οἶκον
ἐκτρίβων
,
θεῶν
μιᾶς
ἔφυσε
Μαῖαν
,
ἣ
ʼμʼ
ἐγείνατο
Ἑρμῆν
μεγίστῳ
Ζηνί
,
δαιμόνων
λάτριν
.
ἥκω
δὲ
Δελφῶν
τήνδε
γῆν
,
ἵνʼ
ὀμφαλὸν
5
μέσον
καθίζων
Φοῖβος
ὑμνῳδεῖ
βροτοῖς
τά
τʼ
ὄντα
καὶ
μέλλοντα
θεσπίζων
ἀεί
.
ἔστιν
γὰρ
οὐκ
ἄσημος
Ἑλλήνων
πόλις
,
τῆς
χρυσολόγχου
Παλλάδος
κεκλημένη
,
οὗ
παῖδʼ
Ἐρεχθέως
Φοῖβος
ἔζευξεν
γάμοις
10
βίᾳ
Κρέουσαν
,
ἔνθα
προσβόρρους
πέτρας
Παλλάδος
ὑπʼ
ὄχθῳ
τῆς
Ἀθηναίων
χθονὸς
Μακρὰς
καλοῦσι
γῆς
ἄνακτες
Ἀτθίδος
.
ἀγνὼς
δὲ
πατρί
—
τῷ
θεῷ
γὰρ
ἦν
φίλον
—
γαστρὸς
διήνεγκʼ
ὄγκον
.
ὡς
δʼ
ἦλθεν
χρόνος
,
15
τεκοῦσʼ
ἐν
οἴκοις
παῖδʼ
ἀπήνεγκεν
βρέφος
ἐς
ταὐτὸν
ἄντρον
οὗπερ
ηὐνάσθη
θεῷ
Κρέουσα
,
κἀκτίθησιν
ὡς
θανούμενον
κοίλης
ἐν
ἀντίπηγος
εὐτρόχῳ
κύκλῳ
,
προγόνων
νόμον
σῴζουσα
τοῦ
τε
γηγενοῦς
20
Ἐριχθονίου
.
κείνῳ
γὰρ
ἡ
Διὸς
κόρη
φρουρὼ
παραζεύξασα
φύλακε
σώματος
δισσὼ
δράκοντε
,
παρθένοις
Ἀγλαυρίσι
δίδωσι
σῴζειν
·
ὅθεν
Ἐρεχθείδαις
ἐκεῖ
νόμος
τις
ἔστιν
ὄφεσιν
ἐν
χρυσηλάτοις
25
τρέφειν
τέκνα
.
ἀλλʼ
ἣν
εἶχε
παρθένος
χλιδὴν
τέκνῳ
προσάψασʼ
ἔλιπεν
ὡς
θανουμένῳ
.
κἄμʼ
ὢν
ἀδελφὸς
Φοῖβος
αἰτεῖται
τάδε
·
ὦ
σύγγονʼ
,
ἐλθὼν
λαὸν
εἰς
αὐτόχθονα
κλεινῶν
Ἀθηνῶν
—
οἶσθα
γὰρ
θεᾶς
πόλιν
—
30
λαβὼν
βρέφος
νεογνὸν
ἐκ
κοίλης
πέτρας
αὐτῷ
σὺν
ἄγγει
σπαργάνοισί
θʼ
οἷς
ἔχει
ἔνεγκε
Δελφῶν
τἀμὰ
πρὸς
χρηστήρια
,
καὶ
θὲς
πρὸς
αὐταῖς
εἰσόδοις
δόμων
ἐμῶν
.
τὰ
δʼ
ἄλλʼ
—
ἐμὸς
γάρ
ἐστιν
,
ὡς
εἰδῇς
,
ὁ
παῖς
—
35
ἡμῖν
μελήσει
.
Λοξίᾳ
δʼ
ἐγὼ
χάριν
πράσσων
ἀδελφῷ
πλεκτὸν
ἐξάρας
κύτος
ἤνεγκα
,
καὶ
τὸν
παῖδα
κρηπίδων
ἔπι
τίθημι
ναοῦ
τοῦδʼ
,
ἀναπτύξας
κύτος
ἑλικτὸν
ἀντίπηγος
,
ὡς
ὁρῷθʼ
ὁ
παῖς
.
40
κυρεῖ
δʼ
ἅμʼ
ἱππεύοντος
ἡλίου
κύκλῳ
προφῆτις
ἐσβαίνουσα
μαντεῖον
θεοῦ
·
ὄψιν
δὲ
προσβαλοῦσα
παιδὶ
νηπίῳ
ἐθαύμασʼ
εἴ
τις
Δελφίδων
τλαίη
κόρη
λαθραῖον
ὠδῖνʼ
ἐς
θεοῦ
ῥῖψαι
δόμον
,
45
ὑπέρ
τε
θυμέλας
διορίσαι
πρόθυμος
ἦν
·
οἴκτῳ
δʼ
ἀφῆκεν
ὠμότητα
—
καὶ
θεὸς
συνεργὸς
ἦν
τῷ
παιδὶ
μὴ
ʼκπεσεῖν
δόμων
—
τρέφει
δέ
νιν
λαβοῦσα
.
τὸν
σπείραντα
δὲ
οὐκ
οἶδε
Φοῖβον
οὐδὲ
μητέρʼ
ἧς
ἔφυ
,
50
ὁ
παῖς
τε
τοὺς
τεκόντας
οὐκ
ἐπίσταται
.
νέος
μὲν
οὖν
ὢν
ἀμφὶ
βωμίους
τροφὰς
ἠλᾶτʼ
ἀθύρων
·
ὡς
δʼ
ἀπηνδρώθη
δέμας
,
Δελφοί
σφʼ
ἔθεντο
χρυσοφύλακα
τοῦ
θεοῦ
ταμίαν
τε
πάντων
πιστόν
,
ἐν
δʼ
ἀνακτόροις
55
θεοῦ
καταζῇ
δεῦρʼ
ἀεὶ
σεμνὸν
βίον
.
Κρέουσα
δʼ
ἡ
τεκοῦσα
τὸν
νεανίαν
Ξούθῳ
γαμεῖται
συμφορᾶς
τοιᾶσδʼ
ὕπο
·
ἦν
ταῖς
Ἀθήναις
τοῖς
τε
Χαλκωδοντίδαις
,
οἳ
γῆν
ἔχουσʼ
Εὐβοῖδα
,
πολέμιος
κλύδων
·
60
ὃν
συμπονήσας
καὶ
συνεξελὼν
δορὶ
γάμων
Κρεούσης
ἀξίωμʼ
ἐδέξατο
,
οὐκ
ἐγγενὴς
ὤν
,
Αἰόλου
δὲ
τοῦ
Διὸς
γεγὼς
Ἀχαιός
.
χρόνια
δὲ
σπείρας
λέχη
ἄτεκνός
ἐστι
,
καὶ
Κρέουσʼ
·
ὧν
οὕνεκα
65
ἥκουσι
πρὸς
μαντεῖʼ
Ἀπόλλωνος
τάδε
ἔρωτι
παίδων
.
Λοξίας
δὲ
τὴν
τύχην
ἐς
τοῦτʼ
ἐλαύνει
,
κοὐ
λέληθεν
,
ὡς
δοκεῖ
.
δώσει
γὰρ
εἰσελθόντι
μαντεῖον
τόδε
Ξούθῳ
τὸν
αὑτοῦ
παῖδα
,
καὶ
πεφυκέναι
70
κείνου
σφε
φήσει
,
μητρὸς
ὡς
ἐλθὼν
δόμους
γνωσθῇ
Κρεούσῃ
,
καὶ
γάμοι
τε
Λοξίου
κρυπτοὶ
γένωνται
παῖς
τʼ
ἔχῃ
τὰ
πρόσφορα
.
Ἴωνα
δʼ
αὐτόν
,
κτίστορʼ
Ἀσιάδος
χθονός
,
ὄνομα
κεκλῆσθαι
θήσεται
καθʼ
Ἑλλάδα
.
75
ἀλλʼ
ἐς
δαφνώδη
γύαλα
βήσομαι
τάδε
,
τὸ
κρανθὲν
ὡς
ἂν
ἐκμάθω
παιδὸς
πέρι
.
ὁρῶ
γὰρ
ἐκβαίνοντα
Λοξίου
γόνον
τόνδʼ
,
ὡς
πρὸ
ναοῦ
λαμπρὰ
θῇ
πυλώματα
δάφνης
κλάδοισιν
.
ὄνομα
δʼ
,
οὗ
μέλλει
τυχεῖν
,
80
Ἴωνʼ
ἐγώ
νιν
πρῶτος
ὀνομάζω
θεῶν
.
Ἄτλας
,
ὁ
χαλκέοισι
νώτοις
οὐρανὸν
1
θεῶν
παλαιὸν
οἶκον
ἐκτρίβων
,
θεῶν
μιᾶς
ἔφυσε
Μαῖαν
,
ἣ
ʼμʼ
ἐγείνατο
Ἑρμῆν
μεγίστῳ
Ζηνί
,
δαιμόνων
λάτριν
.
ἥκω
δὲ
Δελφῶν
τήνδε
γῆν
,
ἵνʼ
ὀμφαλὸν
5
μέσον
καθίζων
Φοῖβος
ὑμνῳδεῖ
βροτοῖς
τά
τʼ
ὄντα
καὶ
μέλλοντα
θεσπίζων
ἀεί
.
ἔστιν
γὰρ
οὐκ
ἄσημος
Ἑλλήνων
πόλις
,
τῆς
χρυσολόγχου
Παλλάδος
κεκλημένη
,
οὗ
παῖδʼ
Ἐρεχθέως
Φοῖβος
ἔζευξεν
γάμοις
10
βίᾳ
Κρέουσαν
,
ἔνθα
προσβόρρους
πέτρας
Παλλάδος
ὑπʼ
ὄχθῳ
τῆς
Ἀθηναίων
χθονὸς
Μακρὰς
καλοῦσι
γῆς
ἄνακτες
Ἀτθίδος
.
ἀγνὼς
δὲ
πατρί
—
τῷ
θεῷ
γὰρ
ἦν
φίλον
—
γαστρὸς
διήνεγκʼ
ὄγκον
.
ὡς
δʼ
ἦλθεν
χρόνος
,
15
τεκοῦσʼ
ἐν
οἴκοις
παῖδʼ
ἀπήνεγκεν
βρέφος
ἐς
ταὐτὸν
ἄντρον
οὗπερ
ηὐνάσθη
θεῷ
Κρέουσα
,
κἀκτίθησιν
ὡς
θανούμενον
κοίλης
ἐν
ἀντίπηγος
εὐτρόχῳ
κύκλῳ
,
προγόνων
νόμον
σῴζουσα
τοῦ
τε
γηγενοῦς
20
Ἐριχθονίου
.
κείνῳ
γὰρ
ἡ
Διὸς
κόρη
φρουρὼ
παραζεύξασα
φύλακε
σώματος
δισσὼ
δράκοντε
,
παρθένοις
Ἀγλαυρίσι
δίδωσι
σῴζειν
·
ὅθεν
Ἐρεχθείδαις
ἐκεῖ
νόμος
τις
ἔστιν
ὄφεσιν
ἐν
χρυσηλάτοις
25
τρέφειν
τέκνα
.
ἀλλʼ
ἣν
εἶχε
παρθένος
χλιδὴν
τέκνῳ
προσάψασʼ
ἔλιπεν
ὡς
θανουμένῳ
.
κἄμʼ
ὢν
ἀδελφὸς
Φοῖβος
αἰτεῖται
τάδε
·
ὦ
σύγγονʼ
,
ἐλθὼν
λαὸν
εἰς
αὐτόχθονα
κλεινῶν
Ἀθηνῶν
—
οἶσθα
γὰρ
θεᾶς
πόλιν
—
30
λαβὼν
βρέφος
νεογνὸν
ἐκ
κοίλης
πέτρας
αὐτῷ
σὺν
ἄγγει
σπαργάνοισί
θʼ
οἷς
ἔχει
ἔνεγκε
Δελφῶν
τἀμὰ
πρὸς
χρηστήρια
,
καὶ
θὲς
πρὸς
αὐταῖς
εἰσόδοις
δόμων
ἐμῶν
.
τὰ
δʼ
ἄλλʼ
—
ἐμὸς
γάρ
ἐστιν
,
ὡς
εἰδῇς
,
ὁ
παῖς
—
35
ἡμῖν
μελήσει
.
Λοξίᾳ
δʼ
ἐγὼ
χάριν
πράσσων
ἀδελφῷ
πλεκτὸν
ἐξάρας
κύτος
ἤνεγκα
,
καὶ
τὸν
παῖδα
κρηπίδων
ἔπι
τίθημι
ναοῦ
τοῦδʼ
,
ἀναπτύξας
κύτος
ἑλικτὸν
ἀντίπηγος
,
ὡς
ὁρῷθʼ
ὁ
παῖς
.
40
κυρεῖ
δʼ
ἅμʼ
ἱππεύοντος
ἡλίου
κύκλῳ
προφῆτις
ἐσβαίνουσα
μαντεῖον
θεοῦ
·
ὄψιν
δὲ
προσβαλοῦσα
παιδὶ
νηπίῳ
ἐθαύμασʼ
εἴ
τις
Δελφίδων
τλαίη
κόρη
λαθραῖον
ὠδῖνʼ
ἐς
θεοῦ
ῥῖψαι
δόμον
,
45
ὑπέρ
τε
θυμέλας
διορίσαι
πρόθυμος
ἦν
·
οἴκτῳ
δʼ
ἀφῆκεν
ὠμότητα
—
καὶ
θεὸς
συνεργὸς
ἦν
τῷ
παιδὶ
μὴ
ʼκπεσεῖν
δόμων
—
τρέφει
δέ
νιν
λαβοῦσα
.
τὸν
σπείραντα
δὲ
οὐκ
οἶδε
Φοῖβον
οὐδὲ
μητέρʼ
ἧς
ἔφυ
,
50
ὁ
παῖς
τε
τοὺς
τεκόντας
οὐκ
ἐπίσταται
.
νέος
μὲν
οὖν
ὢν
ἀμφὶ
βωμίους
τροφὰς
ἠλᾶτʼ
ἀθύρων
·
ὡς
δʼ
ἀπηνδρώθη
δέμας
,
Δελφοί
σφʼ
ἔθεντο
χρυσοφύλακα
τοῦ
θεοῦ
ταμίαν
τε
πάντων
πιστόν
,
ἐν
δʼ
ἀνακτόροις
55
θεοῦ
καταζῇ
δεῦρʼ
ἀεὶ
σεμνὸν
βίον
.
Κρέουσα
δʼ
ἡ
τεκοῦσα
τὸν
νεανίαν
Ξούθῳ
γαμεῖται
συμφορᾶς
τοιᾶσδʼ
ὕπο
·
ἦν
ταῖς
Ἀθήναις
τοῖς
τε
Χαλκωδοντίδαις
,
οἳ
γῆν
ἔχουσʼ
Εὐβοῖδα
,
πολέμιος
κλύδων
·
60
ὃν
συμπονήσας
καὶ
συνεξελὼν
δορὶ
γάμων
Κρεούσης
ἀξίωμʼ
ἐδέξατο
,
οὐκ
ἐγγενὴς
ὤν
,
Αἰόλου
δὲ
τοῦ
Διὸς
γεγὼς
Ἀχαιός
.
χρόνια
δὲ
σπείρας
λέχη
ἄτεκνός
ἐστι
,
καὶ
Κρέουσʼ
·
ὧν
οὕνεκα
65
ἥκουσι
πρὸς
μαντεῖʼ
Ἀπόλλωνος
τάδε
ἔρωτι
παίδων
.
Λοξίας
δὲ
τὴν
τύχην
ἐς
τοῦτʼ
ἐλαύνει
,
κοὐ
λέληθεν
,
ὡς
δοκεῖ
.
δώσει
γὰρ
εἰσελθόντι
μαντεῖον
τόδε
Ξούθῳ
τὸν
αὑτοῦ
παῖδα
,
καὶ
πεφυκέναι
70
κείνου
σφε
φήσει
,
μητρὸς
ὡς
ἐλθὼν
δόμους
γνωσθῇ
Κρεούσῃ
,
καὶ
γάμοι
τε
Λοξίου
κρυπτοὶ
γένωνται
παῖς
τʼ
ἔχῃ
τὰ
πρόσφορα
.
Ἴωνα
δʼ
αὐτόν
,
κτίστορʼ
Ἀσιάδος
χθονός
,
ὄνομα
κεκλῆσθαι
θήσεται
καθʼ
Ἑλλάδα
.
75
ἀλλʼ
ἐς
δαφνώδη
γύαλα
βήσομαι
τάδε
,
τὸ
κρανθὲν
ὡς
ἂν
ἐκμάθω
παιδὸς
πέρι
.
ὁρῶ
γὰρ
ἐκβαίνοντα
Λοξίου
γόνον
τόνδʼ
,
ὡς
πρὸ
ναοῦ
λαμπρὰ
θῇ
πυλώματα
δάφνης
κλάδοισιν
.
ὄνομα
δʼ
,
οὗ
μέλλει
τυχεῖν
,
80
Ἴωνʼ
ἐγώ
νιν
πρῶτος
ὀνομάζω
θεῶν
.
Ion. Euripides. Gilbert Murray. Oxford. 1913.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.