Σιληνός
Ὦ
Βρόμιε
,
διὰ
σὲ
μυρίους
ἔχω
πόνους
1
νῦν
χὥτ’
ἐν
ἥβῃ
τοὐμὸν
εὐσθένει
δέμας
·
πρῶτον
μέν
,
ἡνίκ’
ἐμμανὴς
Ἥρας
ὕπο
Νύμφας
ὀρείας
ἐκλιπὼν
ᾤχου
τροφούς
·
ἔπειτά
γ’
ἀμφὶ
γηγενῆ
μάχην
δορὸς
5
ἐνδέξιος
σῷ
ποδὶ
παρασπιστὴς
γεγὼς
Ἐγκέλαδον
ἰτέαν
εἰς
μέσην
θενὼν
δορὶ
ἔκτεινα
—φέρ’
ἴδω
,
τοῦτ’
ἰδὼν
ὄναρ
λέγω
;
οὐ
μὰ
Δί’
,
ἐπεὶ
καὶ
σκῦλ’
ἔδειξα
βακχίῳ
.
καὶ
νῦν
ἐκείνων
μείζον’
ἐξαντλῶ
πόνον
.
10
ἐπεὶ
γὰρ
Ἥρα
σοι
γένος
Τυρσηνικὸν
λῃστῶν
ἐπῶρσεν
,
ὡς
ὁδηθείης
μακράν
,
ἐγὼ
πυθόμενος
σὺν
τέκνοισι
ναυστολῶ
σέθεν
κατὰ
ζήτησιν
.
ἐν
πρύμνῃ
δ’
ἄκρᾳ
αὐτὸς
λαβὼν
ηὔθυνον
ἀμφῆρες
δόρυ
,
15
παῖδες
δ’
ἐρετμοῖς
ἥμενοι
γλαυκὴν
ἅλα
ῥοθίοισι
λευκαίνοντες
ἐζήτουν
σ’
,
ἄναξ
.
ἤδη
δὲ
Μαλέας
πλησίον
πεπλευκότας
ἀπηλιώτης
ἄνεμος
ἐμπνεύσας
δορὶ
ἐξέβαλεν
ἡμᾶς
τήνδ’
ἐς
Αἰτναίαν
πέτραν
,
20
ἵν’
οἱ
μονῶπες
ποντίου
παῖδες
θεοῦ
Kύκλωπες
οἰκοῦσ’
ἄντρ’
ἔρημ’
ἀνδροκτόνοι
.
τούτων
ἑνὸς
ληφθέντες
ἐσμὲν
ἐν
δόμοις
δοῦλοι
·
καλοῦσι
δ’
αὐτὸν
ᾧ
λατρεύομεν
Πολύφημον
·
ἀντὶ
δ’
εὐίων
βακχευμάτων
25
ποίμνας
Κύκλωπος
ἀνοσίου
ποιμαίνομεν
.
παῖδες
μὲν
οὖν
μοι
κλιτύων
ἐν
ἐσχάτοις
νέμουσι
μῆλα
νέα
νέοι
πεφυκότες
,
ἐγὼ
δὲ
πληροῦν
πίστρα
καὶ
σαίρειν
στέγας
μένων
τέταγμαι
τάσδε
,
τῷδε
δυσσεβεῖ
30
Κύκλωπι
δείπνων
ἀνοσίων
διάκονος
.
καὶ
νῦν
,
τὰ
προσταχθέντ’
,
ἀναγκαίως
ἔχει
σαίρειν
σιδηρᾷ
τῇδέ
μ’
ἁρπάγῃ
δόμους
,
ὡς
τόν
τ’
ἀπόντα
δεσπότην
Κύκλωπ’
ἐμὸν
καθαροῖσιν
ἄντροις
μῆλά
τ’
ἐσδεχώμεθα
.
35
ἤδη
δὲ
παῖδας
προσνέμοντας
εἰσορῶ
ποίμνας
.
τί
ταῦτα
;
μῶν
κρότος
σικινίδων
ὁμοῖος
ὑμῖν
νῦν
τε
χὥτε
βακχίῳ
κῶμοι
συνασπίζοντες
Ἀλθαίας
δόμους
προσῇτ’
ἀοιδαῖς
βαρβίτων
σαυλούμενοι
;
40
Ὦ
Βρόμιε
,
διὰ
σὲ
μυρίους
ἔχω
πόνους
1
νῦν
χὥτ’
ἐν
ἥβῃ
τοὐμὸν
εὐσθένει
δέμας
·
πρῶτον
μέν
,
ἡνίκ’
ἐμμανὴς
Ἥρας
ὕπο
Νύμφας
ὀρείας
ἐκλιπὼν
ᾤχου
τροφούς
·
ἔπειτά
γ’
ἀμφὶ
γηγενῆ
μάχην
δορὸς
5
ἐνδέξιος
σῷ
ποδὶ
παρασπιστὴς
γεγὼς
Ἐγκέλαδον
ἰτέαν
εἰς
μέσην
θενὼν
δορὶ
ἔκτεινα
—φέρ’
ἴδω
,
τοῦτ’
ἰδὼν
ὄναρ
λέγω
;
οὐ
μὰ
Δί’
,
ἐπεὶ
καὶ
σκῦλ’
ἔδειξα
βακχίῳ
.
καὶ
νῦν
ἐκείνων
μείζον’
ἐξαντλῶ
πόνον
.
10
ἐπεὶ
γὰρ
Ἥρα
σοι
γένος
Τυρσηνικὸν
λῃστῶν
ἐπῶρσεν
,
ὡς
ὁδηθείης
μακράν
,
ἐγὼ
πυθόμενος
σὺν
τέκνοισι
ναυστολῶ
σέθεν
κατὰ
ζήτησιν
.
ἐν
πρύμνῃ
δ’
ἄκρᾳ
αὐτὸς
λαβὼν
ηὔθυνον
ἀμφῆρες
δόρυ
,
15
παῖδες
δ’
ἐρετμοῖς
ἥμενοι
γλαυκὴν
ἅλα
ῥοθίοισι
λευκαίνοντες
ἐζήτουν
σ’
,
ἄναξ
.
ἤδη
δὲ
Μαλέας
πλησίον
πεπλευκότας
ἀπηλιώτης
ἄνεμος
ἐμπνεύσας
δορὶ
ἐξέβαλεν
ἡμᾶς
τήνδ’
ἐς
Αἰτναίαν
πέτραν
,
20
ἵν’
οἱ
μονῶπες
ποντίου
παῖδες
θεοῦ
Kύκλωπες
οἰκοῦσ’
ἄντρ’
ἔρημ’
ἀνδροκτόνοι
.
τούτων
ἑνὸς
ληφθέντες
ἐσμὲν
ἐν
δόμοις
δοῦλοι
·
καλοῦσι
δ’
αὐτὸν
ᾧ
λατρεύομεν
Πολύφημον
·
ἀντὶ
δ’
εὐίων
βακχευμάτων
25
ποίμνας
Κύκλωπος
ἀνοσίου
ποιμαίνομεν
.
παῖδες
μὲν
οὖν
μοι
κλιτύων
ἐν
ἐσχάτοις
νέμουσι
μῆλα
νέα
νέοι
πεφυκότες
,
ἐγὼ
δὲ
πληροῦν
πίστρα
καὶ
σαίρειν
στέγας
μένων
τέταγμαι
τάσδε
,
τῷδε
δυσσεβεῖ
30
Κύκλωπι
δείπνων
ἀνοσίων
διάκονος
.
καὶ
νῦν
,
τὰ
προσταχθέντ’
,
ἀναγκαίως
ἔχει
σαίρειν
σιδηρᾷ
τῇδέ
μ’
ἁρπάγῃ
δόμους
,
ὡς
τόν
τ’
ἀπόντα
δεσπότην
Κύκλωπ’
ἐμὸν
καθαροῖσιν
ἄντροις
μῆλά
τ’
ἐσδεχώμεθα
.
35
ἤδη
δὲ
παῖδας
προσνέμοντας
εἰσορῶ
ποίμνας
.
τί
ταῦτα
;
μῶν
κρότος
σικινίδων
ὁμοῖος
ὑμῖν
νῦν
τε
χὥτε
βακχίῳ
κῶμοι
συνασπίζοντες
Ἀλθαίας
δόμους
προσῇτ’
ἀοιδαῖς
βαρβίτων
σαυλούμενοι
;
40
Cyclops. Euripides. Gilbert Murray. Oxford. 1902.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.