Χορός
ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
Κύκλωπος ἔσω βλεφάρων ὤσας
485
λαμπρὰν ὄψιν διακναίσει;
(ᾠδὴ ἔνδοθεν)
σίγα σίγα. καὶ δὴ μεθύων
ἄχαριν κέλαδον μουσιζόμενος
σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
490
χωρεῖ πετρίνων ἔξω μελάθρων
φέρε νιν κώμοις παιδεύσωμεν
τὸν ἀπαίδευτον·
πάντως μέλλει τυφλὸς εἶναι.
ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
Κύκλωπος ἔσω βλεφάρων ὤσας
485
λαμπρὰν ὄψιν διακναίσει;
σίγα σίγα. καὶ δὴ μεθύων
ἄχαριν κέλαδον μουσιζόμενος
σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
490
χωρεῖ πετρίνων ἔξω μελάθρων
φέρε νιν κώμοις παιδεύσωμεν
τὸν ἀπαίδευτον·
πάντως μέλλει τυφλὸς εἶναι.
str.
1
Ημιχ. Χορός
μάκαρ ὅστις εὐιάζει
495
βοτρύων φίλαισι πηγαῖς
ἐπὶ κῶμον ἐκπετασθείς,
φίλον ἄνδρ’ ὑπαγκαλίζων
ἐπὶ δεμνίοις τε ξανθὸν
χλιδανῆς ἔχων ἑταίρας
500
μυρόχριστος λιπαρὸν βό-
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
μάκαρ ὅστις εὐιάζει
495
βοτρύων φίλαισι πηγαῖς
ἐπὶ κῶμον ἐκπετασθείς,
φίλον ἄνδρ’ ὑπαγκαλίζων
ἐπὶ δεμνίοις τε ξανθὸν
χλιδανῆς ἔχων ἑταίρας
500
μυρόχριστος λιπαρὸν βό-
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
str.
2
Κύκλωψ
παπαπᾶ· πλέως μὲν οἴνου, γάνυμαι
δὲ
δὲδαιτὸς ἥβῃ, σκάφος
ὁλκὰς ὣς γεμισθεὶς ποτὶ
505
σέλμα γαστρὸς ἄκρας. ὑπάγει
μ’ ὁ χόρτος εὔφρων ἐπὶ
κῶμον ἦρος ὥραις ἐπὶ
Κύκλωπας ἀδελφούς. φέρε
μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
510
παπαπᾶ· πλέως μὲν οἴνου, γάνυμαι
δὲ
δὲδαιτὸς ἥβῃ, σκάφος
ὁλκὰς ὣς γεμισθεὶς ποτὶ
505
σέλμα γαστρὸς ἄκρας. ὑπάγει
μ’ ὁ χόρτος εὔφρων ἐπὶ
κῶμον ἦρος ὥραις ἐπὶ
Κύκλωπας ἀδελφούς. φέρε
μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
510
str.
3
Χορός
ὄμμασιν δεδορκὼς Καλὸς
ἐκπερᾷ μελάθρων. —
—
· φιλεῖ τις ἡμᾶς.–- λύχνα
δ’ ἀμμένον
δαΐα σὸν
χὡς τέρεινα νύμφα δροσερῶν
515
ἔσωθεν ἄντρων. στεφάνων
δ’ οὐ μία χροιὰ περὶ
σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
ὄμμασιν δεδορκὼς Καλὸς
ἐκπερᾷ μελάθρων. —
—
· φιλεῖ τις ἡμᾶς.–- λύχνα
δ’ ἀμμένον
δαΐα σὸν
χὡς τέρεινα νύμφα δροσερῶν
515
ἔσωθεν ἄντρων. στεφάνων
δ’ οὐ μία χροιὰ περὶ
σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
Cyclops. Euripides. Gilbert Murray. Oxford. 1902.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.