Πολυδώρου εἴδωλον
Ἥκω
νεκρῶν
κευθμῶνα
καὶ
σκότου
πύλας
1
λιπών
,
ἵνʼ
Ἅιδης
χωρὶς
ᾤκισται
θεῶν
,
Πολύδωρος
,
Ἑκάβης
παῖς
γεγὼς
τῆς
Κισσέως
Πριάμου
τε
πατρός
,
ὅς
μʼ
,
ἐπεὶ
Φρυγῶν
πόλιν
κίνδυνος
ἔσχε
δορὶ
πεσεῖν
Ἑλληνικῷ
,
5
δείσας
ὑπεξέπεμψε
Τρωικῆς
χθονὸς
Πολυμήστορος
πρὸς
δῶμα
Θρῃκίου
ξένου
,
ὃς
τήν
δʼ
ἀρίστην
Χερσονησίαν
πλάκα
σπείρει
,
φίλιππον
λαὸν
εὐθύνων
δορί
.
πολὺν
δὲ
σὺν
ἐμοὶ
χρυσὸν
ἐκπέμπει
λάθρᾳ
10
πατήρ
,
ἵνʼ
,
εἴ
ποτʼ
Ἰλίου
τείχη
πέσοι
,
τοῖς
ζῶσιν
εἴη
παισὶ
μὴ
σπάνις
βίου
.
νεώτατος
δʼ
ἦ
Πριαμιδῶν
,
ὃ
καί
με
γῆς
ὑπεξέπεμψεν
·
οὔτε
γὰρ
φέρειν
ὅπλα
οὔτʼ
ἔγχος
οἷός
τʼ
ἦ
νέῳ
βραχίονι
.
15
ἕως
μὲν
οὖν
γῆς
ὄρθʼ
ἔκειθʼ
ὁρίσματα
πύργοι
τʼ
ἄθραυστοι
Τρωικῆς
ἦσαν
χθονὸς
Ἕκτωρ
τʼ
ἀδελφὸς
οὑμὸς
εὐτύχει
δορί
,
καλῶς
παρʼ
ἀνδρὶ
Θρῃκὶ
πατρῴῳ
ξένῳ
τροφαῖσιν
ὥς
τις
πτόρθος
ηὐξόμην
,
τάλας
·
20
ἐπεὶ
δὲ
Τροία
θʼ
Ἕκτορός
τʼ
ἀπόλλυται
ψυχή
,
πατρῴα
θʼ
ἑστία
κατεσκάφη
,
αὐτὸς
δὲ
βωμῷ
πρὸς
θεοδμήτῳ
πίτνει
σφαγεὶς
Ἀχιλλέως
παιδὸς
ἐκ
μιαιφόνου
,
κτείνει
με
χρυσοῦ
τὸν
ταλαίπωρον
χάριν
25
ξένος
πατρῷος
καὶ
κτανὼν
ἐς
οἶδμʼ
ἁλὸς
μεθῆχʼ
,
ἵνʼ
αὐτὸς
χρυσὸν
ἐν
δόμοις
ἔχῃ
.
κεῖμαι
δʼ
ἐπʼ
ἀκταῖς
,
ἄλλοτʼ
ἐν
πόντου
σάλῳ
,
πολλοῖς
διαύλοις
κυμάτων
φορούμενος
,
ἄκλαυτος
ἄταφος
·
νῦν
δʼ
ὑπὲρ
μητρὸς
φίλης
30
Ἑκάβης
ἀίσσω
,
σῶμʼ
ἐρημώσας
ἐμόν
,
τριταῖον
ἤδη
φέγγος
αἰωρούμενος
,
ὅσονπερ
ἐν
γῇ
τῇδε
Χερσονησίᾳ
μήτηρ
ἐμὴ
δύστηνος
ἐκ
Τροίας
πάρα
.
πάντες
δʼ
Ἀχαιοὶ
ναῦς
ἔχοντες
ἥσυχοι
35
θάσσουσʼ
ἐπʼ
ἀκταῖς
τῆσδε
Θρῃκίας
χθονός
·
ὁ
Πηλέως
γὰρ
παῖς
ὑπὲρ
τύμβου
φανεὶς
κατέσχʼ
Ἀχιλλεὺς
πᾶν
στράτευμʼ
Ἑλληνικόν
,
πρὸς
οἶκον
εὐθύνοντας
ἐναλίαν
πλάτην
·
αἰτεῖ
δʼ
ἀδελφὴν
τὴν
ἐμὴν
Πολυξένην
40
τύμβῳ
φίλον
πρόσφαγμα
καὶ
γέρας
λαβεῖν
.
καὶ
τεύξεται
τοῦδʼ
,
οὐδʼ
ἀδώρητος
φίλων
ἔσται
πρὸς
ἀνδρῶν
·
ἡ
πεπρωμένη
δʼ
ἄγει
θανεῖν
ἀδελφὴν
τῷδʼ
ἐμὴν
ἐν
ἤματι
.
δυοῖν
δὲ
παίδοιν
δύο
νεκρὼ
κατόψεται
45
μήτηρ
,
ἐμοῦ
τε
τῆς
τε
δυστήνου
κόρης
.
φανήσομαι
γάρ
,
ὡς
τάφου
τλήμων
τύχω
,
δούλης
ποδῶν
πάροιθεν
ἐν
κλυδωνίῳ
.
τοὺς
γὰρ
κάτω
σθένοντας
ἐξῃτησάμην
τύμβου
κυρῆσαι
κἀς
χέρας
μητρὸς
πεσεῖν
.
50
τοὐμὸν
μὲν
οὖν
ὅσονπερ
ἤθελον
τυχεῖν
ἔσται
·
γεραιᾷ
δʼ
ἐκποδὼν
χωρήσομαι
Ἑκάβῃ
·
περᾷ
γὰρ
ἥδʼ
ὑπὸ
σκηνῆς
πόδα
Ἀγαμέμνονος
,
φάντασμα
δειμαίνουσʼ
ἐμόν
.
φεῦ
·
ὦ
μῆτερ
ἥτις
ἐκ
τυραννικῶν
δόμων
55
δούλειον
ἦμαρ
εἶδες
,
ὡς
πράσσεις
κακῶς
ὅσονπερ
εὖ
ποτʼ
·
ἀντισηκώσας
δέ
σε
φθείρει
θεῶν
τις
τῆς
πάροιθʼ
εὐπραξίας
.
Ἥκω
νεκρῶν
κευθμῶνα
καὶ
σκότου
πύλας
1
λιπών
,
ἵνʼ
Ἅιδης
χωρὶς
ᾤκισται
θεῶν
,
Πολύδωρος
,
Ἑκάβης
παῖς
γεγὼς
τῆς
Κισσέως
Πριάμου
τε
πατρός
,
ὅς
μʼ
,
ἐπεὶ
Φρυγῶν
πόλιν
κίνδυνος
ἔσχε
δορὶ
πεσεῖν
Ἑλληνικῷ
,
5
δείσας
ὑπεξέπεμψε
Τρωικῆς
χθονὸς
Πολυμήστορος
πρὸς
δῶμα
Θρῃκίου
ξένου
,
ὃς
τήν
δʼ
ἀρίστην
Χερσονησίαν
πλάκα
σπείρει
,
φίλιππον
λαὸν
εὐθύνων
δορί
.
πολὺν
δὲ
σὺν
ἐμοὶ
χρυσὸν
ἐκπέμπει
λάθρᾳ
10
πατήρ
,
ἵνʼ
,
εἴ
ποτʼ
Ἰλίου
τείχη
πέσοι
,
τοῖς
ζῶσιν
εἴη
παισὶ
μὴ
σπάνις
βίου
.
νεώτατος
δʼ
ἦ
Πριαμιδῶν
,
ὃ
καί
με
γῆς
ὑπεξέπεμψεν
·
οὔτε
γὰρ
φέρειν
ὅπλα
οὔτʼ
ἔγχος
οἷός
τʼ
ἦ
νέῳ
βραχίονι
.
15
ἕως
μὲν
οὖν
γῆς
ὄρθʼ
ἔκειθʼ
ὁρίσματα
πύργοι
τʼ
ἄθραυστοι
Τρωικῆς
ἦσαν
χθονὸς
Ἕκτωρ
τʼ
ἀδελφὸς
οὑμὸς
εὐτύχει
δορί
,
καλῶς
παρʼ
ἀνδρὶ
Θρῃκὶ
πατρῴῳ
ξένῳ
τροφαῖσιν
ὥς
τις
πτόρθος
ηὐξόμην
,
τάλας
·
20
ἐπεὶ
δὲ
Τροία
θʼ
Ἕκτορός
τʼ
ἀπόλλυται
ψυχή
,
πατρῴα
θʼ
ἑστία
κατεσκάφη
,
αὐτὸς
δὲ
βωμῷ
πρὸς
θεοδμήτῳ
πίτνει
σφαγεὶς
Ἀχιλλέως
παιδὸς
ἐκ
μιαιφόνου
,
κτείνει
με
χρυσοῦ
τὸν
ταλαίπωρον
χάριν
25
ξένος
πατρῷος
καὶ
κτανὼν
ἐς
οἶδμʼ
ἁλὸς
μεθῆχʼ
,
ἵνʼ
αὐτὸς
χρυσὸν
ἐν
δόμοις
ἔχῃ
.
κεῖμαι
δʼ
ἐπʼ
ἀκταῖς
,
ἄλλοτʼ
ἐν
πόντου
σάλῳ
,
πολλοῖς
διαύλοις
κυμάτων
φορούμενος
,
ἄκλαυτος
ἄταφος
·
νῦν
δʼ
ὑπὲρ
μητρὸς
φίλης
30
Ἑκάβης
ἀίσσω
,
σῶμʼ
ἐρημώσας
ἐμόν
,
τριταῖον
ἤδη
φέγγος
αἰωρούμενος
,
ὅσονπερ
ἐν
γῇ
τῇδε
Χερσονησίᾳ
μήτηρ
ἐμὴ
δύστηνος
ἐκ
Τροίας
πάρα
.
πάντες
δʼ
Ἀχαιοὶ
ναῦς
ἔχοντες
ἥσυχοι
35
θάσσουσʼ
ἐπʼ
ἀκταῖς
τῆσδε
Θρῃκίας
χθονός
·
ὁ
Πηλέως
γὰρ
παῖς
ὑπὲρ
τύμβου
φανεὶς
κατέσχʼ
Ἀχιλλεὺς
πᾶν
στράτευμʼ
Ἑλληνικόν
,
πρὸς
οἶκον
εὐθύνοντας
ἐναλίαν
πλάτην
·
αἰτεῖ
δʼ
ἀδελφὴν
τὴν
ἐμὴν
Πολυξένην
40
τύμβῳ
φίλον
πρόσφαγμα
καὶ
γέρας
λαβεῖν
.
καὶ
τεύξεται
τοῦδʼ
,
οὐδʼ
ἀδώρητος
φίλων
ἔσται
πρὸς
ἀνδρῶν
·
ἡ
πεπρωμένη
δʼ
ἄγει
θανεῖν
ἀδελφὴν
τῷδʼ
ἐμὴν
ἐν
ἤματι
.
δυοῖν
δὲ
παίδοιν
δύο
νεκρὼ
κατόψεται
45
μήτηρ
,
ἐμοῦ
τε
τῆς
τε
δυστήνου
κόρης
.
φανήσομαι
γάρ
,
ὡς
τάφου
τλήμων
τύχω
,
δούλης
ποδῶν
πάροιθεν
ἐν
κλυδωνίῳ
.
τοὺς
γὰρ
κάτω
σθένοντας
ἐξῃτησάμην
τύμβου
κυρῆσαι
κἀς
χέρας
μητρὸς
πεσεῖν
.
50
τοὐμὸν
μὲν
οὖν
ὅσονπερ
ἤθελον
τυχεῖν
ἔσται
·
γεραιᾷ
δʼ
ἐκποδὼν
χωρήσομαι
Ἑκάβῃ
·
περᾷ
γὰρ
ἥδʼ
ὑπὸ
σκηνῆς
πόδα
Ἀγαμέμνονος
,
φάντασμα
δειμαίνουσʼ
ἐμόν
.
φεῦ
·
ὦ
μῆτερ
ἥτις
ἐκ
τυραννικῶν
δόμων
55
δούλειον
ἦμαρ
εἶδες
,
ὡς
πράσσεις
κακῶς
ὅσονπερ
εὖ
ποτʼ
·
ἀντισηκώσας
δέ
σε
φθείρει
θεῶν
τις
τῆς
πάροιθʼ
εὐπραξίας
.
Hecuba. Euripides. Gilbert Murray. Oxford. 1902.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.