str.
1
Χορός
ὦ
πολύμοχθος
Ἄρης
,
τί
ποθʼ
αἵματι
καὶ
θανάτῳ
κατέχῃ
Βρομίου
παράμουσος
ἑορταῖς
;
785
οὐκ
ἐπὶ
καλλιχόροις
στεφάνοισι
νεάνιδος
ὥρας
βόστρυχον
ἀμπετάσας
λωτοῦ
κατὰ
πνεύματα
μέλπῃ
μοῦσαν
,
ἐν
ᾇ
χάριτες
χοροποιοί
,
ἀλλὰ
σὺν
ὁπλοφόροις
στρατὸν
Ἀργείων
ἐπιπνεύσας
αἵματι
Θήβας
790
κῶμον
ἀναυλότατον
προχορεύεις
.
οὐδʼ
ὑπὸ
θυρσομανεῖ
νεβρίδων
μέτα
δίνᾳ
,
ἅρμασι
καὶ
ψαλίων
τετραβάμοσι
μωνυχοπώλων
ἱππείαις
ἐπὶ
χεύμασι
βαίνων
Ἰσμηνοῖο
θοάζεις
,
Ἀργείοις
ἐπιπνεύσας
Σπαρτῶν
γένναν
,
795
ἀσπιδοφέρμονα
θίασον
ἐνόπλιον
,
ἀντίπαλον
κατὰ
λάινα
τείχεα
χαλκῷ
κοσμήσας
.
ἦ
δεινά
τις
Ἔρις
θεός
,
ἃ
τάδε
μήσατο
πήματα
γᾶς
βασιλεῦσιν
,
Λαβδακίδαις
πολυμόχθοις
.
800
ὦ
πολύμοχθος
Ἄρης
,
τί
ποθʼ
αἵματι
καὶ
θανάτῳ
κατέχῃ
Βρομίου
παράμουσος
ἑορταῖς
;
785
οὐκ
ἐπὶ
καλλιχόροις
στεφάνοισι
νεάνιδος
ὥρας
βόστρυχον
ἀμπετάσας
λωτοῦ
κατὰ
πνεύματα
μέλπῃ
μοῦσαν
,
ἐν
ᾇ
χάριτες
χοροποιοί
,
ἀλλὰ
σὺν
ὁπλοφόροις
στρατὸν
Ἀργείων
ἐπιπνεύσας
αἵματι
Θήβας
790
κῶμον
ἀναυλότατον
προχορεύεις
.
οὐδʼ
ὑπὸ
θυρσομανεῖ
νεβρίδων
μέτα
δίνᾳ
,
ἅρμασι
καὶ
ψαλίων
τετραβάμοσι
μωνυχοπώλων
ἱππείαις
ἐπὶ
χεύμασι
βαίνων
Ἰσμηνοῖο
θοάζεις
,
Ἀργείοις
ἐπιπνεύσας
Σπαρτῶν
γένναν
,
795
ἀσπιδοφέρμονα
θίασον
ἐνόπλιον
,
ἀντίπαλον
κατὰ
λάινα
τείχεα
χαλκῷ
κοσμήσας
.
ἦ
δεινά
τις
Ἔρις
θεός
,
ἃ
τάδε
μήσατο
πήματα
γᾶς
βασιλεῦσιν
,
Λαβδακίδαις
πολυμόχθοις
.
800
ant.
1
Χορός
ὦ
ζαθέων
πετάλων
πολυθηρότα-
τον
νάπος
,
Ἀρτέμιδος
χιονοτρόφον
ὄμμα
Κιθαιρών
,
μήποτε
τὸν
θανάτῳ
προτεθέντα
,
λόχευμʼ
Ἰοκάστας
,
ὤφελες
Οἰδιπόδαν
θρέψαι
,
βρέφος
ἔκβολον
οἴκων
,
χρυσοδέτοις
περόναις
ἐπίσαμον
·
805
μηδὲ
τὸ
παρθένιον
πτερόν
,
οὔρειον
τέρας
,
ἐλθεῖν
πένθεα
γαίας
Σφιγγὸς
ἀμουσοτάταισι
σὺν
ᾠδαῖς
,
ἅ
ποτε
Καδμογενῆ
τετραβάμοσι
χαλαῖς
τείχεσι
χριμπτομένα
φέρεν
αἰθέρος
εἰς
ἄβατον
φῶς
γένναν
,
ἃν
ὁ
κατὰ
χθονὸς
Ἅιδας
810
Καδμείοις
ἐπιπέμπει
·
δυσδαίμων
δʼ
ἔρις
ἄλλα
θάλλει
παίδων
Οἰδιπόδα
κατὰ
δώματα
καὶ
πόλιν
.
οὐ
γὰρ
ὃ
μὴ
καλὸν
οὔποτʼ
ἔφυ
καλόν
,
οὐδʼ
οἱ
μὴ
νόμιμοι
815
παῖδες
ματρὶ
λόχευμα
,
μίασμα
πατρός
·
ἣ
δὲ
συναίμονος
ἐς
λέχος
ἦλθεν
.
ὦ
ζαθέων
πετάλων
πολυθηρότα-
τον
νάπος
,
Ἀρτέμιδος
χιονοτρόφον
ὄμμα
Κιθαιρών
,
μήποτε
τὸν
θανάτῳ
προτεθέντα
,
λόχευμʼ
Ἰοκάστας
,
ὤφελες
Οἰδιπόδαν
θρέψαι
,
βρέφος
ἔκβολον
οἴκων
,
χρυσοδέτοις
περόναις
ἐπίσαμον
·
805
μηδὲ
τὸ
παρθένιον
πτερόν
,
οὔρειον
τέρας
,
ἐλθεῖν
πένθεα
γαίας
Σφιγγὸς
ἀμουσοτάταισι
σὺν
ᾠδαῖς
,
ἅ
ποτε
Καδμογενῆ
τετραβάμοσι
χαλαῖς
τείχεσι
χριμπτομένα
φέρεν
αἰθέρος
εἰς
ἄβατον
φῶς
γένναν
,
ἃν
ὁ
κατὰ
χθονὸς
Ἅιδας
810
Καδμείοις
ἐπιπέμπει
·
δυσδαίμων
δʼ
ἔρις
ἄλλα
θάλλει
παίδων
Οἰδιπόδα
κατὰ
δώματα
καὶ
πόλιν
.
οὐ
γὰρ
ὃ
μὴ
καλὸν
οὔποτʼ
ἔφυ
καλόν
,
οὐδʼ
οἱ
μὴ
νόμιμοι
815
παῖδες
ματρὶ
λόχευμα
,
μίασμα
πατρός
·
ἣ
δὲ
συναίμονος
ἐς
λέχος
ἦλθεν
.
ep.
Χορός
ἔτεκες
,
ὦ
Γαῖʼ
,
ἔτεκές
ποτε
,
βάρβαρον
ὡς
ἀκοὰν
ἐδάην
ἐδάην
ποτʼ
ἐν
οἴκοις
,
τὰν
ἀπὸ
θηροτρόφου
φοινικολόφοιο
δράκοντος
820
γένναν
ὀδοντοφυῆ
,
Θήβαις
κάλλιστον
ὄνειδος
·
Ἁρμονίας
δέ
ποτʼ
εἰς
ὑμεναίους
ἤλυθον
οὐρανίδαι
,
φόρμιγγί
τε
τείχεα
Θήβας
τᾶς
Ἀμφιονίας
τε
λύρας
ὕπο
πύργος
ἀνέστα
διδύμων
ποταμῶν
πόρον
ἀμφὶ
μέσον
,
825
Δίρκα
χλοεροτρόφον
ᾇ
πεδίον
πρόπαρ
Ἰσμηνοῦ
καταδεύει
·
Ἰώ
θʼ
,
ἁ
κερόεσσα
προμάτωρ
,
Καδμείων
βασιλῆας
ἐγείνατο
,
μυριάδας
δʼ
ἀγαθῶν
ἑτέροις
ἑτέ-
830
ρας
μεταμειβομένα
πόλις
ἅδʼ
ἐπʼ
ἄκροις
ἕστακʼ
Ἀρηΐοις
στεφάνοισιν
.
ἔτεκες
,
ὦ
Γαῖʼ
,
ἔτεκές
ποτε
,
βάρβαρον
ὡς
ἀκοὰν
ἐδάην
ἐδάην
ποτʼ
ἐν
οἴκοις
,
τὰν
ἀπὸ
θηροτρόφου
φοινικολόφοιο
δράκοντος
820
γένναν
ὀδοντοφυῆ
,
Θήβαις
κάλλιστον
ὄνειδος
·
Ἁρμονίας
δέ
ποτʼ
εἰς
ὑμεναίους
ἤλυθον
οὐρανίδαι
,
φόρμιγγί
τε
τείχεα
Θήβας
τᾶς
Ἀμφιονίας
τε
λύρας
ὕπο
πύργος
ἀνέστα
διδύμων
ποταμῶν
πόρον
ἀμφὶ
μέσον
,
825
Δίρκα
χλοεροτρόφον
ᾇ
πεδίον
πρόπαρ
Ἰσμηνοῦ
καταδεύει
·
Ἰώ
θʼ
,
ἁ
κερόεσσα
προμάτωρ
,
Καδμείων
βασιλῆας
ἐγείνατο
,
μυριάδας
δʼ
ἀγαθῶν
ἑτέροις
ἑτέ-
830
ρας
μεταμειβομένα
πόλις
ἅδʼ
ἐπʼ
ἄκροις
ἕστακʼ
Ἀρηΐοις
στεφάνοισιν
.
Phoenissae. Euripides. Gilbert Murray. Oxford. 1913.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.