Χορός
ἰὼ
ἰώ
·
τί
κεκίνηται
;
τίνος
αἰσθάνομαι
θείου
;
κοῦραι
,
λεύσσετ’
ἀθρήσατε
·
δαίμων
ὅδε
τις
λευκὴν
αἰθέρα
πορθμευόμενος
τῶν
ἱπποβότων
Φθίας
πεδίων
ἐπιβαίνει
.
1230
ἰὼ
ἰώ
·
τί
κεκίνηται
;
τίνος
αἰσθάνομαι
θείου
;
κοῦραι
,
λεύσσετ’
ἀθρήσατε
·
δαίμων
ὅδε
τις
λευκὴν
αἰθέρα
πορθμευόμενος
τῶν
ἱπποβότων
Φθίας
πεδίων
ἐπιβαίνει
.
1230
Θέτις
Πηλεῦ
,
χάριν
σοι
τῶν
πάρος
νυμφευμάτων
ἥκω
Θέτις
λιποῦσα
Νηρέως
δόμους
.
καὶ
πρῶτα
μέν
δὴ
τοῖς
παρεστῶσιν
κακοῖς
μηδέν
τι
λίαν
δυσφορεῖν
παρῄνεσα
·
κἀγὼ
γάρ
,
ἣν
ἄκλαυτα
χρῆν
τίκτειν
τέκνα
,
1235
ἀπώλεσ’
ἐκ
σοῦ
παῖδα
τὸν
ταχὺν
πόδας
Ἀχιλλέα
τεκοῦσα
πρῶτον
Ἑλλάδος
.
ὧν
δ’
οὕνεκ’
ἦλθον
σημανῶ
,
σὺ
δ’
ἐνδέχου
.
τὸν
μὲν
θανόντα
τόνδ’
Ἀχιλλέως
γόνον
θάψον
πορεύσας
Πυθικὴν
πρὸς
ἐσχάραν
,
1240
Δελφοῖς
ὄνειδος
,
ὡς
ἀπαγγέλλῃ
τάφος
φόνον
βίαιον
τῆς
Ὀρεστείας
χερός
·
γυναῖκα
δ’
αἰχμάλωτον
,
Ἀνδρομάχην
λέγω
,
Μολοσσίαν
γῆν
χρὴ
κατοικῆσαι
,
γέρον
,
Ἑλένῳ
συναλλαχθεῖσαν
εὐναίοις
γάμοις
,
1245
καὶ
παῖδα
τόνδε
,
τῶν
ἀπ’
Αἰακοῦ
μόνον
λελειμμένον
δή
.
βασιλέα
δ’
ἐκ
τοῦδε
χρὴ
ἄλλον
δι’
ἄλλου
διαπερᾶν
Μολοσσίας
εὐδαιμονοῦντας
·
οὐ
γὰρ
ὧδ’
ἀνάστατον
γένος
γενέσθαι
δεῖ
τὸ
σὸν
κἀμόν
,
γέρον
,
1250
Τροίας
τε
·
καὶ
γὰρ
θεοῖσι
κἀκείνης
μέλει
,
καίπερ
πεσούσης
Παλλάδος
προθυμίᾳ
.
σὲ
δ’
,
ὡς
ἂν
εἰδῇς
τῆς
ἐμῆς
εὐνῆς
χάριν
,
θεὰ
γεγῶσα
καὶ
θεοῦ
πατρὸς
τέκος
,
κακῶν
ἀπαλλάξασα
τῶν
βροτησίων
1255
ἀθάνατον
ἄφθιτόν
τε
ποιήσω
θεόν
.
κἄπειτα
Νηρέως
ἐν
δόμοις
ἐμοῦ
μέτα
τὸ
λοιπὸν
ἤδη
θεὸς
συνοικήσεις
θεᾷ
·
ἔνθεν
κομίζων
ξηρὸν
ἐκ
πόντου
πόδα
τὸν
φίλτατον
σοὶ
παῖδ’
ἐμοί
τ’
Ἀχιλλέα
1260
ὄψῃ
δόμους
ναίοντα
νησιωτικοὺς
Λευκὴν
κατ’
ἀκτὴν
ἐντὸς
Εὐξείνου
πόρου
.
ἀλλ’
ἕρπε
Δελφῶν
εἰς
θεόδμητον
πόλιν
νεκρὸν
κομίζων
τόνδε
,
καὶ
κρύψας
χθονὶ
ἐλθὼν
παλαιᾶς
χοιράδος
κοῖλον
μυχὸν
1265
Σηπιάδος
ἵζου
·
μίμνε
δ’
,
ἔστ’
ἂν
ἐξ
ἁλὸς
λαβοῦσα
πεντήκοντα
Νηρῄδων
χορὸν
ἔλθω
κομιστήν
σου
·
τὸ
γὰρ
πεπρωμένον
δεῖ
σ’
ἐκκομίζειν
·
Ζηνὶ
γὰρ
δοκεῖ
τάδε
.
παῦσαι
δὲ
λύπης
τῶν
τεθνηκότων
ὕπερ
·
1270
πᾶσιν
γὰρ
ἀνθρώποισιν
ἥδε
πρὸς
θεῶν
ψῆφος
κέκρανται
κατθανεῖν
τ’
ὀφείλεται
.
Πηλεῦ
,
χάριν
σοι
τῶν
πάρος
νυμφευμάτων
ἥκω
Θέτις
λιποῦσα
Νηρέως
δόμους
.
καὶ
πρῶτα
μέν
δὴ
τοῖς
παρεστῶσιν
κακοῖς
μηδέν
τι
λίαν
δυσφορεῖν
παρῄνεσα
·
κἀγὼ
γάρ
,
ἣν
ἄκλαυτα
χρῆν
τίκτειν
τέκνα
,
1235
ἀπώλεσ’
ἐκ
σοῦ
παῖδα
τὸν
ταχὺν
πόδας
Ἀχιλλέα
τεκοῦσα
πρῶτον
Ἑλλάδος
.
ὧν
δ’
οὕνεκ’
ἦλθον
σημανῶ
,
σὺ
δ’
ἐνδέχου
.
τὸν
μὲν
θανόντα
τόνδ’
Ἀχιλλέως
γόνον
θάψον
πορεύσας
Πυθικὴν
πρὸς
ἐσχάραν
,
1240
Δελφοῖς
ὄνειδος
,
ὡς
ἀπαγγέλλῃ
τάφος
φόνον
βίαιον
τῆς
Ὀρεστείας
χερός
·
γυναῖκα
δ’
αἰχμάλωτον
,
Ἀνδρομάχην
λέγω
,
Μολοσσίαν
γῆν
χρὴ
κατοικῆσαι
,
γέρον
,
Ἑλένῳ
συναλλαχθεῖσαν
εὐναίοις
γάμοις
,
1245
καὶ
παῖδα
τόνδε
,
τῶν
ἀπ’
Αἰακοῦ
μόνον
λελειμμένον
δή
.
βασιλέα
δ’
ἐκ
τοῦδε
χρὴ
ἄλλον
δι’
ἄλλου
διαπερᾶν
Μολοσσίας
εὐδαιμονοῦντας
·
οὐ
γὰρ
ὧδ’
ἀνάστατον
γένος
γενέσθαι
δεῖ
τὸ
σὸν
κἀμόν
,
γέρον
,
1250
Τροίας
τε
·
καὶ
γὰρ
θεοῖσι
κἀκείνης
μέλει
,
καίπερ
πεσούσης
Παλλάδος
προθυμίᾳ
.
σὲ
δ’
,
ὡς
ἂν
εἰδῇς
τῆς
ἐμῆς
εὐνῆς
χάριν
,
θεὰ
γεγῶσα
καὶ
θεοῦ
πατρὸς
τέκος
,
κακῶν
ἀπαλλάξασα
τῶν
βροτησίων
1255
ἀθάνατον
ἄφθιτόν
τε
ποιήσω
θεόν
.
κἄπειτα
Νηρέως
ἐν
δόμοις
ἐμοῦ
μέτα
τὸ
λοιπὸν
ἤδη
θεὸς
συνοικήσεις
θεᾷ
·
ἔνθεν
κομίζων
ξηρὸν
ἐκ
πόντου
πόδα
τὸν
φίλτατον
σοὶ
παῖδ’
ἐμοί
τ’
Ἀχιλλέα
1260
ὄψῃ
δόμους
ναίοντα
νησιωτικοὺς
Λευκὴν
κατ’
ἀκτὴν
ἐντὸς
Εὐξείνου
πόρου
.
ἀλλ’
ἕρπε
Δελφῶν
εἰς
θεόδμητον
πόλιν
νεκρὸν
κομίζων
τόνδε
,
καὶ
κρύψας
χθονὶ
ἐλθὼν
παλαιᾶς
χοιράδος
κοῖλον
μυχὸν
1265
Σηπιάδος
ἵζου
·
μίμνε
δ’
,
ἔστ’
ἂν
ἐξ
ἁλὸς
λαβοῦσα
πεντήκοντα
Νηρῄδων
χορὸν
ἔλθω
κομιστήν
σου
·
τὸ
γὰρ
πεπρωμένον
δεῖ
σ’
ἐκκομίζειν
·
Ζηνὶ
γὰρ
δοκεῖ
τάδε
.
παῦσαι
δὲ
λύπης
τῶν
τεθνηκότων
ὕπερ
·
1270
πᾶσιν
γὰρ
ἀνθρώποισιν
ἥδε
πρὸς
θεῶν
ψῆφος
κέκρανται
κατθανεῖν
τ’
ὀφείλεται
.
Πηλεύς
ὦ
πότνι’
,
ὦ
γενναῖα
συγκοιμήματα
,
Νηρέως
γένεθλον
,
χαῖρε
·
ταῦτα
δ’
ἀξίως
σαυτῆς
τε
ποιεῖς
καὶ
τέκνων
τῶν
ἐκ
σέθεν
.
1275
παύω
δὲ
λύπην
σοῦ
κελευούσης
,
θεά
,
καὶ
τόνδε
θάψας
εἶμι
Πηλίου
πτυχάς
,
οὗπερ
σὸν
εἷλον
χερσὶ
κάλλιστον
δέμας
.
κᾆτ’
οὐ
γαμεῖν
δῆτ’
ἔκ
τε
γενναίων
χρεὼν
δοῦναί
τ’
ἐς
ἐσθλούς
,
ὅστις
εὖ
βουλεύεται
,
1280
κακῶν
δὲ
λέκτρων
μὴ
’πιθυμίαν
ἔχειν
,
μηδ’
εἰ
ζαπλούτους
οἴσεται
φερνὰς
δόμοις
;
οὐ
γάρ
ποτ’
ἂν
πράξειαν
ἐκ
θεῶν
κακῶς
.
ὦ
πότνι’
,
ὦ
γενναῖα
συγκοιμήματα
,
Νηρέως
γένεθλον
,
χαῖρε
·
ταῦτα
δ’
ἀξίως
σαυτῆς
τε
ποιεῖς
καὶ
τέκνων
τῶν
ἐκ
σέθεν
.
1275
παύω
δὲ
λύπην
σοῦ
κελευούσης
,
θεά
,
καὶ
τόνδε
θάψας
εἶμι
Πηλίου
πτυχάς
,
οὗπερ
σὸν
εἷλον
χερσὶ
κάλλιστον
δέμας
.
κᾆτ’
οὐ
γαμεῖν
δῆτ’
ἔκ
τε
γενναίων
χρεὼν
δοῦναί
τ’
ἐς
ἐσθλούς
,
ὅστις
εὖ
βουλεύεται
,
1280
κακῶν
δὲ
λέκτρων
μὴ
’πιθυμίαν
ἔχειν
,
μηδ’
εἰ
ζαπλούτους
οἴσεται
φερνὰς
δόμοις
;
οὐ
γάρ
ποτ’
ἂν
πράξειαν
ἐκ
θεῶν
κακῶς
.
Χορός
πολλαὶ
μορφαὶ
τῶν
δαιμονίων
,
πολλὰ
δ’
ἀέλπτως
κραίνουσι
θεοί
·
1285
καὶ
τὰ
δοκηθέντ’
οὐκ
ἐτελέσθη
,
τῶν
δ’
ἀδοκήτων
πόρον
ηὗρε
θεός
.
τοιόνδ’
ἀπέβη
τόδε
πρᾶγμα
.
πολλαὶ
μορφαὶ
τῶν
δαιμονίων
,
πολλὰ
δ’
ἀέλπτως
κραίνουσι
θεοί
·
1285
καὶ
τὰ
δοκηθέντ’
οὐκ
ἐτελέσθη
,
τῶν
δ’
ἀδοκήτων
πόρον
ηὗρε
θεός
.
τοιόνδ’
ἀπέβη
τόδε
πρᾶγμα
.
Andromache. Euripides. Gilbert Murray. Oxford. 1902.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.