Τροφός
ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,
πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,
805
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
810
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν
815
δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.
ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,
πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,
805
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
810
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν
815
δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορός
καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
820
βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
820
βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
str.
1
Ἑρμιόνη
ἰώ μοί μοι·
825
σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
μύγματα θήσομαι.
ἰώ μοί μοι·
825
σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
μύγματα θήσομαι.
Τροφός
ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
ant.
1
Ἑρμιόνη
αἰαῖ αἰαῖ·
ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
830
λεπτόμιτον φάρος.
αἰαῖ αἰαῖ·
ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
830
λεπτόμιτον φάρος.
Τροφός
τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
str.
2
Ἑρμιόνη
τί δέ με δεῖ στέρνα
καλύπτειν πέπλοις; δῆλα καὶ
ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
835
δράκαμεν πόσιν.
τί δέ με δεῖ στέρνα
καλύπτειν πέπλοις; δῆλα καὶ
ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
835
δράκαμεν πόσιν.
Τροφός
ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
ant.
2
Ἑρμιόνη
κατὰ μὲν οὖν στένω
δαΐας τόλμας, ἂν ἔρεξ’·
ὦ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
κατὰ μὲν οὖν στένω
δαΐας τόλμας, ἂν ἔρεξ’·
ὦ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
Τροφός
συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
840
συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
840
Ἑρμιόνη
τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
845
ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
845
Ἑρμιόνη
οἴμοι πότμου.
ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω;
850
οἴμοι πότμου.
ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω;
850
Τροφός
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη
ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
855
—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω;
860
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις εἴθ’ εἴην,
ἢ πευκᾶεν
σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
πρωτόπλοος πλάτα.
865
ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
855
—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω;
860
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις εἴθ’ εἴην,
ἢ πευκᾶεν
σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
πρωτόπλοος πλάτα.
865
Τροφός
ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
870
οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
875
ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
870
οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
875
ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
Χορός
καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
880
καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
880
Ὀρέστης
ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
ἔγνως· ἀτὰρ δὴ τίς
σὺ πυνθάνῃ τάδε;
ἔγνως· ἀτὰρ δὴ τίς
σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
885
μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.
890
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
885
μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.
890
Ἑρμιόνη
ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
895
ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
895
Ὀρέστης
ἔα·
τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
ἔα·
τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
Ἑρμιόνη
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
Ὀρέστης
ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
900
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
900
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
Ὀρέστης
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
905
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
905
Ἑρμιόνη
τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
Ὀρέστης
ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης
κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
Ἑρμιόνη
τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
910
τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
910
Ὀρέστης
μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
Ἑρμιόνη
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
915
σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
915
Ἑρμιόνη
πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη
ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
920
ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
925
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
930
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
935
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
σοφῶν πανούργων ποικίλων λαλημάτων,
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
940
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
945
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι
κἀντεῦθεν δόμοι νοσοῦσιν ἀνδρῶν. πρὸς
τάδ’ εὖ φυλάσσετε κλῄθροισι καὶ μοχλοῖσι
950
δωμάτων πύλας· ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν
εἴσοδοι δρῶσιν γυναικῶν, ἀλλὰ
πολλὰ καὶ κακά. ἄγαν ἐφῆκας γλῶσσαν εἰς
ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
920
ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
925
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
930
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
935
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
σοφῶν πανούργων ποικίλων λαλημάτων,
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
940
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
945
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι
κἀντεῦθεν δόμοι νοσοῦσιν ἀνδρῶν. πρὸς
τάδ’ εὖ φυλάσσετε κλῄθροισι καὶ μοχλοῖσι
950
δωμάτων πύλας· ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν
εἴσοδοι δρῶσιν γυναικῶν, ἀλλὰ
πολλὰ καὶ κακά. ἄγαν ἐφῆκας γλῶσσαν εἰς
Χορός
τὸ σύμφυτον. συγγνωστὰ μέν νυν σοὶ
τάδ’, ἀλλ’ ὅμως χρεὼν κοσμεῖν γυναῖκας τὰς
955
νόσους. σοφόν τι χρῆμα τοῦ διδάξαντος
τὸ σύμφυτον. συγγνωστὰ μέν νυν σοὶ
τάδ’, ἀλλ’ ὅμως χρεὼν κοσμεῖν γυναῖκας τὰς
955
νόσους. σοφόν τι χρῆμα τοῦ διδάξαντος
Ὀρέστης
βροτοὺς λόγους ἀκούειν τῶν ἐναντίων
πάρα. ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν
δόμων ἔριν τε τὴν σὴν καὶ γυναικὸς
Ἕκτορος, φυλακὰς ἔχων ἔμιμνον,
960
εἴτ’ αὐτοῦ μενεῖς εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος
φόνῳ γυναικὸς οἴκων τῶνδ’
θέλεις. ἦλθον δὲ σὰς μὲν οὐ σέβων
ἐπιστολάς, εἰ δ’ ἐνδιδοίης, ὥσπερ
ἐνδίδως, λόγον, πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’
965
. ἐμὴ γὰρ οὖσα πρὶν σὺν τῷδε ναίεις ἀνδρὶ
σοῦ πατρὸς κάκῃ, ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν
ὁρίσματα γυναῖκ’ ἐμοί σε δοὺς
ὕστερον τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’
εἰ πέρσοι πόλιν. ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’
970
ἐνόστησεν γόνος, σῷ μὲν συνέγνων πατρί
τὸν δ’ ἐλισσόμην γάμους ἀφεῖναι σούς,
λέγων τύχας καὶ τὸν παρόντα δαίμον’
, ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν
δ’ οὐ ῥᾳδίως, φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ
975
φεύγω φυγάς. ὃ δ’ ἦν ὑβριστὴς εἴς
ἐμῆς μητρὸς φόνον τάς θ’ αἱματωποὺς θεὰς
ὀνειδίζων ἐμοί. κἀγὼ ταπεινὸς ὢν τύχαις
ταῖς οἴκοθεν ἤλγουν μὲν ἤλγουν, συμφοραῖς
δ’ ἠνειχόμην, σῶν δὲ στερηθεὶς ᾠχόμην
980
ἄκων γάμων. νῦν οὖν, ἐπειδὴ περιπετεῖς
ἔχεις τύχας καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’
ἀμηχανεῖς, ἄξω σ’ ἀπ’ οἴκων καὶ
δώσω χερί. τὸ συγγενὲς γὰρ δεινόν
, ἔν τε τοῖς κακοῖς οὐκ ἔστιν οὐδὲν κρεῖσσον
985
οἰκείου φίλου. νυμφευμάτων μὲν τῶν ἐμῶν
βροτοὺς λόγους ἀκούειν τῶν ἐναντίων
πάρα. ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν
δόμων ἔριν τε τὴν σὴν καὶ γυναικὸς
Ἕκτορος, φυλακὰς ἔχων ἔμιμνον,
960
εἴτ’ αὐτοῦ μενεῖς εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος
φόνῳ γυναικὸς οἴκων τῶνδ’
θέλεις. ἦλθον δὲ σὰς μὲν οὐ σέβων
ἐπιστολάς, εἰ δ’ ἐνδιδοίης, ὥσπερ
ἐνδίδως, λόγον, πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’
965
. ἐμὴ γὰρ οὖσα πρὶν σὺν τῷδε ναίεις ἀνδρὶ
σοῦ πατρὸς κάκῃ, ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν
ὁρίσματα γυναῖκ’ ἐμοί σε δοὺς
ὕστερον τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’
εἰ πέρσοι πόλιν. ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’
970
ἐνόστησεν γόνος, σῷ μὲν συνέγνων πατρί
τὸν δ’ ἐλισσόμην γάμους ἀφεῖναι σούς,
λέγων τύχας καὶ τὸν παρόντα δαίμον’
, ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν
δ’ οὐ ῥᾳδίως, φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ
975
φεύγω φυγάς. ὃ δ’ ἦν ὑβριστὴς εἴς
ἐμῆς μητρὸς φόνον τάς θ’ αἱματωποὺς θεὰς
ὀνειδίζων ἐμοί. κἀγὼ ταπεινὸς ὢν τύχαις
ταῖς οἴκοθεν ἤλγουν μὲν ἤλγουν, συμφοραῖς
δ’ ἠνειχόμην, σῶν δὲ στερηθεὶς ᾠχόμην
980
ἄκων γάμων. νῦν οὖν, ἐπειδὴ περιπετεῖς
ἔχεις τύχας καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’
ἀμηχανεῖς, ἄξω σ’ ἀπ’ οἴκων καὶ
δώσω χερί. τὸ συγγενὲς γὰρ δεινόν
, ἔν τε τοῖς κακοῖς οὐκ ἔστιν οὐδὲν κρεῖσσον
985
οἰκείου φίλου. νυμφευμάτων μὲν τῶν ἐμῶν
Ἑρμιόνη
πατὴρ ἐμὸς μέριμναν ἕξει, κοὐκ ἐμὸν
κρίνειν τόδε. ἀλλ’ ὡς τάχιστα τῶνδέ
μ’ ἔκπεμψον δόμων, μὴ φθῇ με προσβὰς δῶμα
καὶ μολὼν πόσις, ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν
990
μαθὼν Πηλεὺς μετέλθῃ πωλικοῖς
διώγμασιν. θάρσει γέροντος χεῖρα
πατὴρ ἐμὸς μέριμναν ἕξει, κοὐκ ἐμὸν
κρίνειν τόδε. ἀλλ’ ὡς τάχιστα τῶνδέ
μ’ ἔκπεμψον δόμων, μὴ φθῇ με προσβὰς δῶμα
καὶ μολὼν πόσις, ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν
990
μαθὼν Πηλεὺς μετέλθῃ πωλικοῖς
διώγμασιν. θάρσει γέροντος χεῖρα
Ὀρέστης
τὸν δ’ Ἀχιλλέως μηδὲν φοβηθῇς παῖδ’,
εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ
βρόχοις ἀκινήτοισιν ἕστηκεν
995
φόνου πρὸς τῆσδε χειρός· ἣν
πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς
πέτρα. ὁ μητροφόντης δ’, ἢν
ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν
ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’
1000
ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον
αἰτήσει δίκην ἄνακτα Φοῖβον· οὐδέ νιν
μετάστασις γνώμης ὀνήσει θεῷ διδόντα
νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς
τε ταῖς ἐμαῖς κακῶς ὀλεῖται· γνώσεται
1005
δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν
εἰς ἀναστροφὴν δαίμων δίδωσι κοὐκ ἐᾷ
φρονεῖν μέγα.
τὸν δ’ Ἀχιλλέως μηδὲν φοβηθῇς παῖδ’,
εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ
βρόχοις ἀκινήτοισιν ἕστηκεν
995
φόνου πρὸς τῆσδε χειρός· ἣν
πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς
πέτρα. ὁ μητροφόντης δ’, ἢν
ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν
ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’
1000
ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον
αἰτήσει δίκην ἄνακτα Φοῖβον· οὐδέ νιν
μετάστασις γνώμης ὀνήσει θεῷ διδόντα
νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς
τε ταῖς ἐμαῖς κακῶς ὀλεῖται· γνώσεται
1005
δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν
εἰς ἀναστροφὴν δαίμων δίδωσι κοὐκ ἐᾷ
φρονεῖν μέγα.
Andromache. Euripides. Gilbert Murray. Oxford. 1902.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.