str.
1
Χορός
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ·
25
διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δʼ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις
30
ξυμφοραῖς πεπληγμένων.
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ·
25
διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δʼ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις
30
ξυμφοραῖς πεπληγμένων.
ant.
1
Χορός
τορὸς δὲ Φοῖβος ὀρθόθριξ
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί
τε τῶνδʼ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως
40
τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
τορὸς δὲ Φοῖβος ὀρθόθριξ
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί
τε τῶνδʼ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως
40
τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
str.
2
Χορός
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα,
μωμένα μʼ ἰάλλει
45
δύσθεος γυνά. φοβοῦ-
μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα,
μωμένα μʼ ἰάλλει
45
δύσθεος γυνά. φοβοῦ-
μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
ant.
2
Χορός
σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
55
διʼ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
60
ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δʼ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη
βρύει,
τοὺς δʼ ἄκραντος ἔχει νύξ.
65
σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
55
διʼ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
60
ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δʼ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη
βρύει,
τοὺς δʼ ἄκραντος ἔχει νύξ.
65
str.
3
Χορός
διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς
δʼ ἄτα διαφέρει
αἴτιον παναρκέτας νόσου βρύειν.
70
διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς
δʼ ἄτα διαφέρει
αἴτιον παναρκέτας νόσου βρύειν.
70
ant.
3
Χορός
δʼ οὔτι νυμφικῶν ἑδωλίων
, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
προτὸν χερομυσῆ
καθαίροντες ἴθυσαν μάταν.
δʼ οὔτι νυμφικῶν ἑδωλίων
, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
προτὸν χερομυσῆ
καθαίροντες ἴθυσαν μάταν.
ep.
Χορός
δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
75
προσήνεγκαν· ʽἐκ γὰρ οἴκων
δούλιόν μʼ
μʼἐσᾶγον αἶσαν̓—
καὶ μὴ δίκαια ἀρχὰς πρέπον
φρενῶν αἰνέσαι
80
στύγος κρατούσῃ.
δʼ ὑφʼ εἱμάτων
δεσποτᾶν
, κρυφαίοις πένθεσιν παχνουμένη.
δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
75
προσήνεγκαν· ʽἐκ γὰρ οἴκων
δούλιόν μʼ
μʼἐσᾶγον αἶσαν̓—
καὶ μὴ δίκαια ἀρχὰς πρέπον
φρενῶν αἰνέσαι
80
στύγος κρατούσῃ.
δʼ ὑφʼ εἱμάτων
δεσποτᾶν
, κρυφαίοις πένθεσιν παχνουμένη.
Libation Bearers. Aeschylus. Herbert Weir Smyth. New York. 1926.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.