Δαναός
παῖδες
,
φρονεῖν
χρή
·
ξὺν
φρονοῦντι
δʼ
ἥκετε
πιστῷ
γέροντι
τῷ
δε
ναυκλήρῳ
πατρί
.
καὶ
τἀπὶ
χέρσου
νῦν
προμηθίαν
λαβὼν
αἰνῶ
φυλάξαι
τἄμʼ
ἔπη
δελτουμένας
.
ὁρῶ
κόνιν
,
ἄναυδον
ἄγγελον
στρατοῦ
·
180
σύριγγες
οὐ
σιγῶσιν
ἀξονήλατοι
·
ὄχλον
δʼ
ὑπασπιστῆρα
καὶ
δορυσσόον
λεύσσω
,
ξὺν
ἵπποις
καμπύλοις
τʼ
ὀχήμασιν
·
τάχʼ
ἂν
πρὸς
ἡμᾶς
τῆσδε
γῆς
ἀρχηγέται
ὀπτῆρες
εἶεν
ἀγγέλων
πεπυσμένοι
.
185
ἀλλʼ
εἴτʼ
ἀπήμων
εἴτε
καὶ
τεθηγμένος
ὠμῇ
ξὺν
ὀργῇ
τόνδʼ
ἐπόρνυται
στόλον
,
ἄμεινόν
ἐστι
παντὸς
εἵνεκʼ
,
ὦ
κόραι
,
πάγον
προσίζειν
τόνδʼ
ἀγωνίων
θεῶν
.
κρεῖσσον
δὲ
πύργου
βωμός
,
ἄρρηκτον
σάκος
190
ἀλλʼ
ὡς
τάχιστα
βᾶτε
,
καὶ
λευκοστεφεῖς
ἱκετηρίας
,
ἁγάλματʼ
αἰδοίου
Διός
,
σεμνῶς
ἔχουσαι
διὰ
χερῶν
εὐωνύμων
,
αἰδοῖα
καὶ
γοεδνὰ
καὶ
ζαχρεῖʼ
ἔπη
ξένους
ἀμείβεσθʼ
,
ὡς
ἐπήλυδας
πρέπει
,
195
τορῶς
λέγουσαι
τάσδʼ
ἀναιμάκτους
φυγάς
.
φθογγῇ
δʼ
ἑπέσθω
πρῶτα
μὲν
τὸ
μὴ
θρασύ
,
τὸ
μὴ
μάταιον
δʼ
ἐκ
μετωποσωφρόνων
ἴτω
προσώπων
ὄμματος
παρʼ
ἡσύχου
.
καὶ
μὴ
πρόλεσχος
μηδʼ
ἐφολκὸς
ἐν
λόγῳ
200
γένῃ
.
τὸ
τῇδε
κάρτʼ
ἐπίφθονον
γένος
.
μέμνησο
δʼ
εἴκειν
·
χρεῖος
εἶ
ξένη
φυγάς
.
θρασυστομεῖν
γὰρ
οὐ
πρέπει
τοὺς
ἥσσονας
.
παῖδες
,
φρονεῖν
χρή
·
ξὺν
φρονοῦντι
δʼ
ἥκετε
πιστῷ
γέροντι
τῷ
δε
ναυκλήρῳ
πατρί
.
καὶ
τἀπὶ
χέρσου
νῦν
προμηθίαν
λαβὼν
αἰνῶ
φυλάξαι
τἄμʼ
ἔπη
δελτουμένας
.
ὁρῶ
κόνιν
,
ἄναυδον
ἄγγελον
στρατοῦ
·
180
σύριγγες
οὐ
σιγῶσιν
ἀξονήλατοι
·
ὄχλον
δʼ
ὑπασπιστῆρα
καὶ
δορυσσόον
λεύσσω
,
ξὺν
ἵπποις
καμπύλοις
τʼ
ὀχήμασιν
·
τάχʼ
ἂν
πρὸς
ἡμᾶς
τῆσδε
γῆς
ἀρχηγέται
ὀπτῆρες
εἶεν
ἀγγέλων
πεπυσμένοι
.
185
ἀλλʼ
εἴτʼ
ἀπήμων
εἴτε
καὶ
τεθηγμένος
ὠμῇ
ξὺν
ὀργῇ
τόνδʼ
ἐπόρνυται
στόλον
,
ἄμεινόν
ἐστι
παντὸς
εἵνεκʼ
,
ὦ
κόραι
,
πάγον
προσίζειν
τόνδʼ
ἀγωνίων
θεῶν
.
κρεῖσσον
δὲ
πύργου
βωμός
,
ἄρρηκτον
σάκος
190
ἀλλʼ
ὡς
τάχιστα
βᾶτε
,
καὶ
λευκοστεφεῖς
ἱκετηρίας
,
ἁγάλματʼ
αἰδοίου
Διός
,
σεμνῶς
ἔχουσαι
διὰ
χερῶν
εὐωνύμων
,
αἰδοῖα
καὶ
γοεδνὰ
καὶ
ζαχρεῖʼ
ἔπη
ξένους
ἀμείβεσθʼ
,
ὡς
ἐπήλυδας
πρέπει
,
195
τορῶς
λέγουσαι
τάσδʼ
ἀναιμάκτους
φυγάς
.
φθογγῇ
δʼ
ἑπέσθω
πρῶτα
μὲν
τὸ
μὴ
θρασύ
,
τὸ
μὴ
μάταιον
δʼ
ἐκ
μετωποσωφρόνων
ἴτω
προσώπων
ὄμματος
παρʼ
ἡσύχου
.
καὶ
μὴ
πρόλεσχος
μηδʼ
ἐφολκὸς
ἐν
λόγῳ
200
γένῃ
.
τὸ
τῇδε
κάρτʼ
ἐπίφθονον
γένος
.
μέμνησο
δʼ
εἴκειν
·
χρεῖος
εἶ
ξένη
φυγάς
.
θρασυστομεῖν
γὰρ
οὐ
πρέπει
τοὺς
ἥσσονας
.
Χορός
πάτερ
,
φρονούντως
πρὸς
φρονοῦντας
ἐννέπεις
.
φυλάξομαι
δὲ
τάσδε
μεμνῆσθαι
σέθεν
205
κεδνὰς
ἐφετμάς
.
Ζεὺς
δὲ
γεννήτωρ
ἴδοι
·
πάτερ
,
φρονούντως
πρὸς
φρονοῦντας
ἐννέπεις
.
φυλάξομαι
δὲ
τάσδε
μεμνῆσθαι
σέθεν
205
κεδνὰς
ἐφετμάς
.
Ζεὺς
δὲ
γεννήτωρ
ἴδοι
·
Δαναός
ἴδοιτο
δῆτα
πρευμενοῦς
ἀπʼ
ὄμματος
·
ἴδοιτο
δῆτα
πρευμενοῦς
ἀπʼ
ὄμματος
·
Χορός
θέλοιμʼ
ἂν
ἤδη
σοὶ
πέλας
θρόνους
ἔχειν
.
θέλοιμʼ
ἂν
ἤδη
σοὶ
πέλας
θρόνους
ἔχειν
.
Δαναός
μή
νυν
σχόλαζε
,
μηχανῆς
δʼ
ἔστω
κράτος
.
μή
νυν
σχόλαζε
,
μηχανῆς
δʼ
ἔστω
κράτος
.
Χορός
ὦ
Ζεῦ
,
κόπων
οἴκτιρε
μὴ
ἀπολωλότας
.
210
ὦ
Ζεῦ
,
κόπων
οἴκτιρε
μὴ
ἀπολωλότας
.
210
Δαναός
κείνου
θέλοντος
εὖ
τελευτήσει
τάδε
.
κείνου
θέλοντος
εὖ
τελευτήσει
τάδε
.
Χορός
Δαναός
καὶ
Ζηνὸς
ὄρνιν
τόνδε
νῦν
κικλῄσκετε
.
καὶ
Ζηνὸς
ὄρνιν
τόνδε
νῦν
κικλῄσκετε
.
Χορός
καλοῦμεν
αὐγὰς
ἡλίου
σωτηρίους
,
—
καλοῦμεν
αὐγὰς
ἡλίου
σωτηρίους
,
—
Δαναός
ἁγνόν
τʼ
Ἀπόλλω
,
φυγάδʼ
ἀπʼ
οὐρανοῦ
θεόν
.
ἁγνόν
τʼ
Ἀπόλλω
,
φυγάδʼ
ἀπʼ
οὐρανοῦ
θεόν
.
Χορός
εἰδὼς
ἂν
αἶσαν
τήνδε
συγγνοίη
βροτοῖς
.
215
εἰδὼς
ἂν
αἶσαν
τήνδε
συγγνοίη
βροτοῖς
.
215
Δαναός
συγγνοῖτο
δῆτα
καὶ
παρασταίη
πρόφρων
.
συγγνοῖτο
δῆτα
καὶ
παρασταίη
πρόφρων
.
Χορός
τίνʼ
οὖν
κικλῄσκω
τῶνδε
δαιμόνων
ἔτι
;
τίνʼ
οὖν
κικλῄσκω
τῶνδε
δαιμόνων
ἔτι
;
Δαναός
ὁρῶ
τρίαιναν
τήνδε
σημεῖον
θεοῦ
.
ὁρῶ
τρίαιναν
τήνδε
σημεῖον
θεοῦ
.
Χορός
ἀλλʼ
εὖ
τʼ
ἔπεμψεν
εὖ
τε
δεξάσθω
χθονί
.
ἀλλʼ
εὖ
τʼ
ἔπεμψεν
εὖ
τε
δεξάσθω
χθονί
.
Δαναός
Ἑρμῆς
ὅδʼ
ἄλλος
τοῖσιν
Ἑλλήνων
νόμοις
.
220
Ἑρμῆς
ὅδʼ
ἄλλος
τοῖσιν
Ἑλλήνων
νόμοις
.
220
Χορός
ἐλευθέροις
νυν
ἐσθλὰ
κηρυκευέτω
.
ἐλευθέροις
νυν
ἐσθλὰ
κηρυκευέτω
.
Δαναός
πάντων
δʼ
ἀνάκτων
τῶνδε
κοινοβωμίαν
σέβεσθʼ
·
ἐν
ἁγνῷ
δʼ
ἑσμὸς
ὡς
πελειάδων
ἵζεσθε
κίρκων
τῶν
ὁμοπτέρων
φόβῳ
,
ἐχθρῶν
ὁμαίμων
καὶ
μιαινόντων
γένος
.
225
ὄρνιθος
ὄρνις
πῶς
ἂν
ἁγνεύοι
φαγών
;
πῶς
δʼ
ἂν
γαμῶν
ἄκουσαν
ἄκοντος
πάρα
ἁγνὸς
γένοιτʼ
ἄν
;
οὐδὲ
μὴ
ʼν
Ἅιδου
θανὼν
φύγῃ
ματαίων
αἰτίας
,
πράξας
τάδε
.
κἀκεῖ
δικάζει
τἀπλακήμαθʼ
,
ὡς
λόγος
,
230
Ζεὺς
ἄλλος
ἐν
καμοῦσιν
ὑστάτας
δίκας
.
σκοπεῖτε
,
κἀμείβεσθε
τόνδε
τὸν
τρόπον
,
ὅπως
ἂν
ὑμῖν
πρᾶγος
εὖ
νικᾷ
τόδε
.
πάντων
δʼ
ἀνάκτων
τῶνδε
κοινοβωμίαν
σέβεσθʼ
·
ἐν
ἁγνῷ
δʼ
ἑσμὸς
ὡς
πελειάδων
ἵζεσθε
κίρκων
τῶν
ὁμοπτέρων
φόβῳ
,
ἐχθρῶν
ὁμαίμων
καὶ
μιαινόντων
γένος
.
225
ὄρνιθος
ὄρνις
πῶς
ἂν
ἁγνεύοι
φαγών
;
πῶς
δʼ
ἂν
γαμῶν
ἄκουσαν
ἄκοντος
πάρα
ἁγνὸς
γένοιτʼ
ἄν
;
οὐδὲ
μὴ
ʼν
Ἅιδου
θανὼν
φύγῃ
ματαίων
αἰτίας
,
πράξας
τάδε
.
κἀκεῖ
δικάζει
τἀπλακήμαθʼ
,
ὡς
λόγος
,
230
Ζεὺς
ἄλλος
ἐν
καμοῦσιν
ὑστάτας
δίκας
.
σκοπεῖτε
,
κἀμείβεσθε
τόνδε
τὸν
τρόπον
,
ὅπως
ἂν
ὑμῖν
πρᾶγος
εὖ
νικᾷ
τόδε
.
Βασιλεύς
ποδαπὸν
ὅμιλον
τόνδʼ
ἀνελληνόστολον
πέπλοισι
βαρβάροισι
καὶ
πυκνώμασι
235
χλίοντα
προσφωνοῦμεν
;
οὐ
γὰρ
Ἀργολὶς
ἐσθὴς
γυναικῶν
οὐδʼ
ἀφʼ
Ἑλλάδος
τόπων
.
ὅπως
δὲ
χώραν
οὔτε
κηρύκων
ὕπο
,
ἀπρόξενοί
τε
,
νόσφιν
ἡγητῶν
,
μολεῖν
ἔτλητʼ
ἀτρέστως
,
τοῦτο
θαυμαστὸν
πέλει
.
240
κλάδοι
γε
μὲν
δὴ
κατὰ
νόμους
ἀφικτόρων
κεῖνται
παρʼ
ὑμῖν
πρὸς
θεοῖς
ἀγωνίοις
·
μόνον
τόδʼ
Ἑλλὰς
χθὼν
συνοίσεται
στόχῳ
.
καὶ
τἄλλα
πόλλʼ
ἔτʼ
εἰκάσαι
δίκαιον
ἦν
,
εἰ
μὴ
παρόντι
φθόγγος
ἦν
ὁ
σημανῶν
.
245
ποδαπὸν
ὅμιλον
τόνδʼ
ἀνελληνόστολον
πέπλοισι
βαρβάροισι
καὶ
πυκνώμασι
235
χλίοντα
προσφωνοῦμεν
;
οὐ
γὰρ
Ἀργολὶς
ἐσθὴς
γυναικῶν
οὐδʼ
ἀφʼ
Ἑλλάδος
τόπων
.
ὅπως
δὲ
χώραν
οὔτε
κηρύκων
ὕπο
,
ἀπρόξενοί
τε
,
νόσφιν
ἡγητῶν
,
μολεῖν
ἔτλητʼ
ἀτρέστως
,
τοῦτο
θαυμαστὸν
πέλει
.
240
κλάδοι
γε
μὲν
δὴ
κατὰ
νόμους
ἀφικτόρων
κεῖνται
παρʼ
ὑμῖν
πρὸς
θεοῖς
ἀγωνίοις
·
μόνον
τόδʼ
Ἑλλὰς
χθὼν
συνοίσεται
στόχῳ
.
καὶ
τἄλλα
πόλλʼ
ἔτʼ
εἰκάσαι
δίκαιον
ἦν
,
εἰ
μὴ
παρόντι
φθόγγος
ἦν
ὁ
σημανῶν
.
245
Χορός
εἴρηκας
ἀμφὶ
κόσμον
ἀψευδῆ
λόγον
.
ἐγὼ
δὲ
πρὸς
σὲ
πότερον
ὡς
ἔτην
λέγω
,
ἢ
ῥήτορʼ
ἱεροράβδον
,
ἢ
πόλεως
ἀγόν
;
εἴρηκας
ἀμφὶ
κόσμον
ἀψευδῆ
λόγον
.
ἐγὼ
δὲ
πρὸς
σὲ
πότερον
ὡς
ἔτην
λέγω
,
ἢ
ῥήτορʼ
ἱεροράβδον
,
ἢ
πόλεως
ἀγόν
;
Βασιλεύς
πρὸς
ταῦτʼ
ἀμείβου
καὶ
λέγʼ
εὐθαρσὴς
ἐμοί
.
τοῦ
γηγενοῦς
γάρ
εἰμʼ
ἐγὼ
Παλαίχθονος
250
ἶνις
Πελασγός
,
τῆσδε
γῆς
ἀρχηγέτης
.
ἐμοῦ
δʼ
ἄνακτος
εὐλόγως
ἐπώνυμον
γένος
Πελασγῶν
τήνδε
καρποῦται
χθόνα
.
καὶ
πᾶσαν
αἶαν
,
ἧς
διʼ
ἁγνὸς
ἔρχεται
Στρυμών
,
τὸ
πρὸς
δύνοντος
ἡλίου
,
κρατῶ
.
255
ὁρίζομαι
δὲ
τήν
τε
Περραίβων
χθόνα
,
Πίνδου
τε
τἀπέκεινα
,
Παιόνων
πέλας
,
ὄρη
τε
Δωδωναῖα
.
συντέμνει
δʼ
ὅρος
ὑγρᾶς
θαλάσσης
·
τῶνδε
τἀπὶ
τάδε
κρατῶ
.
αὐτῆς
δὲ
χώρας
Ἀπίας
πέδον
τόδε
260
πάλαι
κέκληται
φωτὸς
ἰατροῦ
χάριν
.
Ἆπις
γὰρ
ἐλθὼν
ἐκ
πέρας
Ναυπακτίας
ἰατρόμαντις
παῖς
Ἀπόλλωνος
χθόνα
τήνδʼ
ἐκκαθαίρει
κνωδάλων
βροτοφθόρων
,
τὰ
δὴ
παλαιῶν
αἱμάτων
μιάσμασιν
265
χρανθεῖσʼ
ἀνῆκε
γαῖα
μηνιταῖʼ
ἄχη
δρακονθόμιλον
δυσμενῆ
ξυνοικίαν
.
τούτων
ἄκη
τομαῖα
καὶ
λυτήρια
πράξας
ἀμέμπτως
Ἆπις
Ἀργείᾳ
χθονὶ
μνήμην
ποτʼ
ἀντίμισθον
ηὕρετʼ
ἐν
λιταῖς
.
270
ἔχουσα
δʼ
ἤδη
τἀπʼ
ἐμοῦ
τεκμήρια
γένος
τʼ
ἂν
ἐξεύχοιο
καὶ
λέγοις
πρόσω
.
μακράν
γε
μὲν
δὴ
ῥῆσιν
οὐ
στέργει
πόλις
.
πρὸς
ταῦτʼ
ἀμείβου
καὶ
λέγʼ
εὐθαρσὴς
ἐμοί
.
τοῦ
γηγενοῦς
γάρ
εἰμʼ
ἐγὼ
Παλαίχθονος
250
ἶνις
Πελασγός
,
τῆσδε
γῆς
ἀρχηγέτης
.
ἐμοῦ
δʼ
ἄνακτος
εὐλόγως
ἐπώνυμον
γένος
Πελασγῶν
τήνδε
καρποῦται
χθόνα
.
καὶ
πᾶσαν
αἶαν
,
ἧς
διʼ
ἁγνὸς
ἔρχεται
Στρυμών
,
τὸ
πρὸς
δύνοντος
ἡλίου
,
κρατῶ
.
255
ὁρίζομαι
δὲ
τήν
τε
Περραίβων
χθόνα
,
Πίνδου
τε
τἀπέκεινα
,
Παιόνων
πέλας
,
ὄρη
τε
Δωδωναῖα
.
συντέμνει
δʼ
ὅρος
ὑγρᾶς
θαλάσσης
·
τῶνδε
τἀπὶ
τάδε
κρατῶ
.
αὐτῆς
δὲ
χώρας
Ἀπίας
πέδον
τόδε
260
πάλαι
κέκληται
φωτὸς
ἰατροῦ
χάριν
.
Ἆπις
γὰρ
ἐλθὼν
ἐκ
πέρας
Ναυπακτίας
ἰατρόμαντις
παῖς
Ἀπόλλωνος
χθόνα
τήνδʼ
ἐκκαθαίρει
κνωδάλων
βροτοφθόρων
,
τὰ
δὴ
παλαιῶν
αἱμάτων
μιάσμασιν
265
χρανθεῖσʼ
ἀνῆκε
γαῖα
μηνιταῖʼ
ἄχη
δρακονθόμιλον
δυσμενῆ
ξυνοικίαν
.
τούτων
ἄκη
τομαῖα
καὶ
λυτήρια
πράξας
ἀμέμπτως
Ἆπις
Ἀργείᾳ
χθονὶ
μνήμην
ποτʼ
ἀντίμισθον
ηὕρετʼ
ἐν
λιταῖς
.
270
ἔχουσα
δʼ
ἤδη
τἀπʼ
ἐμοῦ
τεκμήρια
γένος
τʼ
ἂν
ἐξεύχοιο
καὶ
λέγοις
πρόσω
.
μακράν
γε
μὲν
δὴ
ῥῆσιν
οὐ
στέργει
πόλις
.
Χορός
βραχὺς
τορός
θʼ
ὁ
μῦθος
·
Ἀργεῖαι
γένος
ἐξευχόμεσθα
,
σπέρματʼ
εὐτέκνου
βοός
·
275
καὶ
ταῦτʼ
ἀληθῆ
πάντα
προσφύσω
λόγῳ
.
βραχὺς
τορός
θʼ
ὁ
μῦθος
·
Ἀργεῖαι
γένος
ἐξευχόμεσθα
,
σπέρματʼ
εὐτέκνου
βοός
·
275
καὶ
ταῦτʼ
ἀληθῆ
πάντα
προσφύσω
λόγῳ
.
Βασιλεύς
ἄπιστα
μυθεῖσθʼ
,
ὦ
ξέναι
,
κλύειν
ἐμοί
,
ὅπως
τόδʼ
ὑμῖν
ἐστιν
Ἀργεῖον
γένος
.
Λιβυστικαῖς
γὰρ
μᾶλλον
ἐμφερέστεραι
γυναιξίν
ἐστε
κοὐδαμῶς
ἐγχωρίαις
.
280
καὶ
Νεῖλος
ἂν
θρέψειε
τοιοῦτον
φυτόν
,
Κύπριος
χαρακτήρ
τʼ
ἐν
γυναικείοις
τύποις
εἰκὼς
πέπληκται
τεκτόνων
πρὸς
ἀρσένων
·
τοίας
τʼ
ἀκούω
νομάδας
ἱπποβάμοσιν
εἶναι
καμήλοις
ἀστραβιζούσας
,
χθόνα
285
παρʼ
Αἰθίοψιν
ἀστυγειτονουμένας
.
καὶ
τὰς
ἀνάνδρους
κρεοβόρους
τʼ
Ἀμαζόνας
,
εἰ
τοξοτευχεῖς
ἦτε
,
κάρτʼ
ἂν
ᾔκασα
ὑμᾶς
.
διδαχθεὶς
δʼ
ἂν
τόδʼ
εἰδείην
πλέον
,
ὅπως
γένεθλον
σπέρμα
τʼ
Ἀργεῖον
τὸ
σόν
.
290
ἄπιστα
μυθεῖσθʼ
,
ὦ
ξέναι
,
κλύειν
ἐμοί
,
ὅπως
τόδʼ
ὑμῖν
ἐστιν
Ἀργεῖον
γένος
.
Λιβυστικαῖς
γὰρ
μᾶλλον
ἐμφερέστεραι
γυναιξίν
ἐστε
κοὐδαμῶς
ἐγχωρίαις
.
280
καὶ
Νεῖλος
ἂν
θρέψειε
τοιοῦτον
φυτόν
,
Κύπριος
χαρακτήρ
τʼ
ἐν
γυναικείοις
τύποις
εἰκὼς
πέπληκται
τεκτόνων
πρὸς
ἀρσένων
·
τοίας
τʼ
ἀκούω
νομάδας
ἱπποβάμοσιν
εἶναι
καμήλοις
ἀστραβιζούσας
,
χθόνα
285
παρʼ
Αἰθίοψιν
ἀστυγειτονουμένας
.
καὶ
τὰς
ἀνάνδρους
κρεοβόρους
τʼ
Ἀμαζόνας
,
εἰ
τοξοτευχεῖς
ἦτε
,
κάρτʼ
ἂν
ᾔκασα
ὑμᾶς
.
διδαχθεὶς
δʼ
ἂν
τόδʼ
εἰδείην
πλέον
,
ὅπως
γένεθλον
σπέρμα
τʼ
Ἀργεῖον
τὸ
σόν
.
290
Χορός
κλῃδοῦχον
Ἥρας
φασὶ
δωμάτων
ποτὲ
Ἰὼ
γενέσθαι
τῇ
δʼ
ἐν
Ἀργείᾳ
χθονί
;
κλῃδοῦχον
Ἥρας
φασὶ
δωμάτων
ποτὲ
Ἰὼ
γενέσθαι
τῇ
δʼ
ἐν
Ἀργείᾳ
χθονί
;
Βασιλεύς
ἦν
ὡς
μάλιστα
,
καὶ
φάτις
πολλὴ
κρατεῖ
.
ἦν
ὡς
μάλιστα
,
καὶ
φάτις
πολλὴ
κρατεῖ
.
Χορός
μὴ
καὶ
λόγος
τις
Ζῆνα
μειχθῆναι
βροτῷ
;
295
μὴ
καὶ
λόγος
τις
Ζῆνα
μειχθῆναι
βροτῷ
;
295
Βασιλεύς
κἄκρυπτά
γʼ
Ἥρας
ταῦτα
τἀμπαλάγματα
.
κἄκρυπτά
γʼ
Ἥρας
ταῦτα
τἀμπαλάγματα
.
Χορός
πῶς
οὖν
τελευτᾷ
βασιλέων
νείκη
τάδε
;
πῶς
οὖν
τελευτᾷ
βασιλέων
νείκη
τάδε
;
Βασιλεύς
βοῦν
τὴν
γυναῖκʼ
ἔθηκεν
Ἀργεία
θεός
.
βοῦν
τὴν
γυναῖκʼ
ἔθηκεν
Ἀργεία
θεός
.
Χορός
οὔκουν
πελάζει
Ζεὺς
ἐπʼ
εὐκραίρῳ
βοΐ
;
300
οὔκουν
πελάζει
Ζεὺς
ἐπʼ
εὐκραίρῳ
βοΐ
;
300
Βασιλεύς
φασίν
,
πρέποντα
βουθόρῳ
ταύρῳ
δέμας
.
φασίν
,
πρέποντα
βουθόρῳ
ταύρῳ
δέμας
.
Χορός
τί
δῆτα
πρὸς
ταῦτʼ
ἄλοχος
ἰσχυρὰ
Διός
;
τί
δῆτα
πρὸς
ταῦτʼ
ἄλοχος
ἰσχυρὰ
Διός
;
Βασιλεύς
τὸν
πάνθʼ
ὁρῶντα
φύλακʼ
ἐπέστησεν
βοΐ
.
τὸν
πάνθʼ
ὁρῶντα
φύλακʼ
ἐπέστησεν
βοΐ
.
Χορός
ποῖον
πανόπτην
οἰοβουκόλον
λέγεις
;
ποῖον
πανόπτην
οἰοβουκόλον
λέγεις
;
Βασιλεύς
Ἄργον
,
τὸν
Ἑρμῆς
παῖδα
γῆς
κατέκτανεν
.
305
Ἄργον
,
τὸν
Ἑρμῆς
παῖδα
γῆς
κατέκτανεν
.
305
Χορός
τί
οὖν
ἔτευξεν
ἄλλο
δυσπότμῳ
βοΐ
;
τί
οὖν
ἔτευξεν
ἄλλο
δυσπότμῳ
βοΐ
;
Βασιλεύς
βοηλάτην
μύωπα
κινητήριον
.
βοηλάτην
μύωπα
κινητήριον
.
Χορός
οἶστρον
καλοῦσιν
αὐτὸν
οἱ
Νείλου
πέλας
.
οἶστρον
καλοῦσιν
αὐτὸν
οἱ
Νείλου
πέλας
.
Βασιλεύς
τοιγάρ
νιν
ἐκ
γῆς
ἤλασεν
μακρῷ
δρόμῳ
.
τοιγάρ
νιν
ἐκ
γῆς
ἤλασεν
μακρῷ
δρόμῳ
.
Χορός
καὶ
ταῦτʼ
ἔλεξας
πάντα
συγκόλλως
ἐμοί
.
310
καὶ
ταῦτʼ
ἔλεξας
πάντα
συγκόλλως
ἐμοί
.
310
Βασιλεύς
καὶ
μὴν
Κάνωβον
κἀπὶ
Μέμφιν
ἵκετο
.
καὶ
μὴν
Κάνωβον
κἀπὶ
Μέμφιν
ἵκετο
.
Χορός
καὶ
Ζεύς
γʼ
ἐφάπτωρ
χειρὶ
φιτύει
γόνον
.
καὶ
Ζεύς
γʼ
ἐφάπτωρ
χειρὶ
φιτύει
γόνον
.
Βασιλεύς
τίς
οὖν
ὁ
Δῖος
πόρτις
εὔχεται
βοός
;
τίς
οὖν
ὁ
Δῖος
πόρτις
εὔχεται
βοός
;
Χορός
Ἔπαφος
ἀληθῶς
ῥυσίων
ἐπώνυμος
.
315
Ἔπαφος
ἀληθῶς
ῥυσίων
ἐπώνυμος
.
315
Βασιλεύς
Χορός
Λιβύη
,
μέγιστον
γῆς
πέδον
καρπουμένη
.
Λιβύη
,
μέγιστον
γῆς
πέδον
καρπουμένη
.
Βασιλεύς
Χορός
Βασιλεύς
τίνʼ
οὖν
ἔτʼ
ἄλλον
τῆσδε
βλαστημὸν
λέγεις
;
τίνʼ
οὖν
ἔτʼ
ἄλλον
τῆσδε
βλαστημὸν
λέγεις
;
Χορός
Βῆλον
δίπαιδα
πατέρα
τοῦδʼ
ἐμοῦ
πατρός
.
Βῆλον
δίπαιδα
πατέρα
τοῦδʼ
ἐμοῦ
πατρός
.
Βασιλεύς
τὸ
πάνσοφον
νῦν
ὄνομα
τοῦτό
μοι
φράσον
.
320
τὸ
πάνσοφον
νῦν
ὄνομα
τοῦτό
μοι
φράσον
.
320
Χορός
Δαναός
,
ἀδελφὸς
δʼ
ἐστὶ
πεντηκοντάπαις
.
Δαναός
,
ἀδελφὸς
δʼ
ἐστὶ
πεντηκοντάπαις
.
Βασιλεύς
καὶ
τοῦδʼ
ἄνοιγε
τοὔνομʼ
ἀφθόνῳ
λόγῳ
.
καὶ
τοῦδʼ
ἄνοιγε
τοὔνομʼ
ἀφθόνῳ
λόγῳ
.
Χορός
Αἴγυπτος
.
εἰδὼς
δʼ
ἁμὸν
ἀρχαῖον
γένος
πράσσοις
ἂν
ὡς
Ἀργεῖον
ἀνστήσῃς
στόλον
.
Αἴγυπτος
.
εἰδὼς
δʼ
ἁμὸν
ἀρχαῖον
γένος
πράσσοις
ἂν
ὡς
Ἀργεῖον
ἀνστήσῃς
στόλον
.
Βασιλεύς
δοκεῖτε
δή
μοι
τῆσδε
κοινωνεῖν
χθονὸς
325
τἀρχαῖον
.
ἀλλὰ
πῶς
πατρῷα
δώματα
λιπεῖν
ἔτλητε
;
τίς
κατέσκηψεν
τύχη
;
δοκεῖτε
δή
μοι
τῆσδε
κοινωνεῖν
χθονὸς
325
τἀρχαῖον
.
ἀλλὰ
πῶς
πατρῷα
δώματα
λιπεῖν
ἔτλητε
;
τίς
κατέσκηψεν
τύχη
;
Χορός
ἄναξ
Πελασγῶν
,
αἰόλʼ
ἀνθρώπων
κακά
.
πόνου
δʼ
ἴδοις
ἂν
οὐδαμοῦ
ταὐτὸν
πτερόν
·
ἐπεὶ
τίς
ηὔχει
τήνδʼ
ἀνέλπιστον
φυγὴν
330
κέλσειν
ἐς
Ἄργος
κῆδος
ἐγγενὲς
τὸ
πρίν
,
ἔχθει
μεταπτοιοῦσαν
εὐναίων
γάμων
;
ἄναξ
Πελασγῶν
,
αἰόλʼ
ἀνθρώπων
κακά
.
πόνου
δʼ
ἴδοις
ἂν
οὐδαμοῦ
ταὐτὸν
πτερόν
·
ἐπεὶ
τίς
ηὔχει
τήνδʼ
ἀνέλπιστον
φυγὴν
330
κέλσειν
ἐς
Ἄργος
κῆδος
ἐγγενὲς
τὸ
πρίν
,
ἔχθει
μεταπτοιοῦσαν
εὐναίων
γάμων
;
Βασιλεύς
τί
φὴς
ἱκνεῖσθαι
τῶνδʼ
ἀγωνίων
θεῶν
,
λευκοστεφεῖς
ἔχουσα
νεοδρέπτους
κλάδους
;
τί
φὴς
ἱκνεῖσθαι
τῶνδʼ
ἀγωνίων
θεῶν
,
λευκοστεφεῖς
ἔχουσα
νεοδρέπτους
κλάδους
;
Χορός
ὡς
μὴ
γένωμαι
δμωὶς
Αἰγύπτου
γένει
.
335
ὡς
μὴ
γένωμαι
δμωὶς
Αἰγύπτου
γένει
.
335
Βασιλεύς
πότερα
κατʼ
ἔχθραν
,
ἢ
τὸ
μὴ
θέμις
λέγεις
;
πότερα
κατʼ
ἔχθραν
,
ἢ
τὸ
μὴ
θέμις
λέγεις
;
Χορός
τίς
δʼ
ἂν
φίλους
ὠνοῖτο
τοὺς
κεκτημένους
;
τίς
δʼ
ἂν
φίλους
ὠνοῖτο
τοὺς
κεκτημένους
;
Βασιλεύς
σθένος
μὲν
οὕτως
μεῖζον
αὔξεται
βροτοῖς
.
σθένος
μὲν
οὕτως
μεῖζον
αὔξεται
βροτοῖς
.
Χορός
καὶ
δυστυχούντων
γʼ
εὐμαρὴς
ἀπαλλαγή
.
καὶ
δυστυχούντων
γʼ
εὐμαρὴς
ἀπαλλαγή
.
Βασιλεύς
πῶς
οὖν
πρὸς
ὑμᾶς
εὐσεβὴς
ἐγὼ
πέλω
;
340
πῶς
οὖν
πρὸς
ὑμᾶς
εὐσεβὴς
ἐγὼ
πέλω
;
340
Χορός
αἰτοῦσι
μὴ
ʼκδοὺς
παισὶν
Αἰγύπτου
πάλιν
.
αἰτοῦσι
μὴ
ʼκδοὺς
παισὶν
Αἰγύπτου
πάλιν
.
Βασιλεύς
βαρέα
σύ
γʼ
εἶπας
,
πόλεμον
ἄρασθαι
νέον
.
βαρέα
σύ
γʼ
εἶπας
,
πόλεμον
ἄρασθαι
νέον
.
Χορός
ἀλλʼ
ἡ
δίκη
γε
ξυμμάχων
ὑπερστατεῖ
.
ἀλλʼ
ἡ
δίκη
γε
ξυμμάχων
ὑπερστατεῖ
.
βασιλεύς
εἴπερ
γʼ
ἀπʼ
ἀρχῆς
πραγμάτων
κοινωνὸς
ἦν
.
εἴπερ
γʼ
ἀπʼ
ἀρχῆς
πραγμάτων
κοινωνὸς
ἦν
.
Χορός
αἰδοῦ
σὺ
πρύμναν
πόλεος
ὧδʼ
ἐστεμμένην
.
345
αἰδοῦ
σὺ
πρύμναν
πόλεος
ὧδʼ
ἐστεμμένην
.
345
Βασιλεύς
πέφρικα
λεύσσων
τάσδʼ
ἕδρας
κατασκίους
.
πέφρικα
λεύσσων
τάσδʼ
ἕδρας
κατασκίους
.
Χορός
βαρύς
γε
μέντοι
Ζηνὸς
ἱκεσίου
κότος
.
βαρύς
γε
μέντοι
Ζηνὸς
ἱκεσίου
κότος
.
Suppliants. Aeschylus. Herbert Weir Smyth. New York. 1922.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.