Δηιάνειρα
πεπυσμένη
μέν
,
ὡς
ἀπεικάσαι
,
πάρει
πάθημα
τοὐμόν
·
ὡς
δʼ
ἐγὼ
θυμοφθορῶ
,
μήτʼ
ἐκμάθοις
παθοῦσα
νῦν
τʼ
ἄπειρος
εἶ
.
τὸ
γὰρ
νεάζον
ἐν
τοιοῖσδε
βόσκεται
χώροισιν
αὑτοῦ
,
καί
νιν
οὐ
θάλπος
θεοῦ
145
οὐδʼ
ὄμβρος
οὐδὲ
πνευμάτων
οὐδὲν
κλονεῖ
,
ἀλλʼ
ἡδοναῖς
ἄμοχθον
ἐξαίρει
βίον
ἐς
τοῦθʼ
ἕως
τις
ἀντὶ
παρθένου
γυνὴ
κληθῇ
λάβῃ
τʼ
ἐν
νυκτὶ
φροντίδων
μέρος
,
ἤτοι
πρὸς
ἀνδρὸς
ἢ
τέκνων
φοβουμένη
.
150
τότʼ
ἄν
τις
εἰσίδοιτο
,
τὴν
αὑτοῦ
σκοπῶν
πρᾶξιν
,
κακοῖσιν
οἷς
ἐγὼ
βαρύνομαι
.
πάθη
μὲν
οὖν
δὴ
πόλλʼ
ἔγωγʼ
ἐκλαυσάμην
·
ἓν
δʼ
,
οἷον
οὔπω
πρόσθεν
,
αὐτίκʼ
ἐξερῶ
.
ὁδὸν
γὰρ
ἦμος
τὴν
τελευταίαν
ἄναξ
155
ὡρμᾶτʼ
ἀπʼ
οἴκων
Ἡρακλῆς
,
τότʼ
ἐν
δόμοις
λείπει
παλαιὰν
δέλτον
ἐγγεγραμμένην
ξυνθήμαθʼ
,
ἁμοὶ
πρόσθεν
οὐκ
ἔτλη
ποτέ
,
πολλοὺς
ἀγῶνας
ἐξιών
,
οὔπω
φράσαι
,
ἀλλʼ
ὥς
τι
δράσων
εἷρπε
κοὐ
θανούμενος
.
160
νῦν
δʼ
ὡς
ἔτʼ
οὐκ
ὢν
εἶπε
μὲν
λέχους
ὅ
τι
χρείη
μʼ
ἑλέσθαι
κτῆσιν
εἶπε
δʼ
ἣν
τέκνοις
μοῖραν
πατρῴας
γῆς
διαιρετὸν
νέμοι
,
χρόνον
προτάξας
ὡς
τρίμηνον
ἡνίκα
χώρας
ἀπείη
κἀνιαύσιον
βεβώς
,
165
τότʼ
ἢ
θανεῖν
χρείη
σφε
τῷδε
τῷ
χρόνῳ
ἢ
τοῦθʼ
ὑπεκδραμόντα
τοῦ
χρόνου
τέλος
τὸ
λοιπὸν
ἤδη
ζῆν
ἀλυπήτῳ
βίῳ
.
τοιαῦτʼ
ἔφραζε
πρὸς
θεῶν
εἱμαρμένα
τῶν
Ἡρακλείων
ἐκτελευτᾶσθαι
πόνων
,
170
ὡς
τὴν
παλαιὰν
φηγὸν
αὐδῆσαί
ποτε
Δωδῶνι
δισσῶν
ἐκ
Πελειάδων
ἔφη
.
καὶ
τῶνδε
ναμέρτεια
συμβαίνει
χρόνου
τοῦ
νῦν
παρόντος
,
ὡς
τελεσθῆναι
χρεών
·
ὥσθʼ
ἡδέως
εὕδουσαν
ἐκπηδᾶν
ἐμὲ
175
φόβῳ
,
φίλαι
,
ταρβοῦσαν
,
εἴ
με
χρὴ
μένειν
πάντων
ἀρίστου
φωτὸς
ἐστερημένην
.
πεπυσμένη
μέν
,
ὡς
ἀπεικάσαι
,
πάρει
πάθημα
τοὐμόν
·
ὡς
δʼ
ἐγὼ
θυμοφθορῶ
,
μήτʼ
ἐκμάθοις
παθοῦσα
νῦν
τʼ
ἄπειρος
εἶ
.
τὸ
γὰρ
νεάζον
ἐν
τοιοῖσδε
βόσκεται
χώροισιν
αὑτοῦ
,
καί
νιν
οὐ
θάλπος
θεοῦ
145
οὐδʼ
ὄμβρος
οὐδὲ
πνευμάτων
οὐδὲν
κλονεῖ
,
ἀλλʼ
ἡδοναῖς
ἄμοχθον
ἐξαίρει
βίον
ἐς
τοῦθʼ
ἕως
τις
ἀντὶ
παρθένου
γυνὴ
κληθῇ
λάβῃ
τʼ
ἐν
νυκτὶ
φροντίδων
μέρος
,
ἤτοι
πρὸς
ἀνδρὸς
ἢ
τέκνων
φοβουμένη
.
150
τότʼ
ἄν
τις
εἰσίδοιτο
,
τὴν
αὑτοῦ
σκοπῶν
πρᾶξιν
,
κακοῖσιν
οἷς
ἐγὼ
βαρύνομαι
.
πάθη
μὲν
οὖν
δὴ
πόλλʼ
ἔγωγʼ
ἐκλαυσάμην
·
ἓν
δʼ
,
οἷον
οὔπω
πρόσθεν
,
αὐτίκʼ
ἐξερῶ
.
ὁδὸν
γὰρ
ἦμος
τὴν
τελευταίαν
ἄναξ
155
ὡρμᾶτʼ
ἀπʼ
οἴκων
Ἡρακλῆς
,
τότʼ
ἐν
δόμοις
λείπει
παλαιὰν
δέλτον
ἐγγεγραμμένην
ξυνθήμαθʼ
,
ἁμοὶ
πρόσθεν
οὐκ
ἔτλη
ποτέ
,
πολλοὺς
ἀγῶνας
ἐξιών
,
οὔπω
φράσαι
,
ἀλλʼ
ὥς
τι
δράσων
εἷρπε
κοὐ
θανούμενος
.
160
νῦν
δʼ
ὡς
ἔτʼ
οὐκ
ὢν
εἶπε
μὲν
λέχους
ὅ
τι
χρείη
μʼ
ἑλέσθαι
κτῆσιν
εἶπε
δʼ
ἣν
τέκνοις
μοῖραν
πατρῴας
γῆς
διαιρετὸν
νέμοι
,
χρόνον
προτάξας
ὡς
τρίμηνον
ἡνίκα
χώρας
ἀπείη
κἀνιαύσιον
βεβώς
,
165
τότʼ
ἢ
θανεῖν
χρείη
σφε
τῷδε
τῷ
χρόνῳ
ἢ
τοῦθʼ
ὑπεκδραμόντα
τοῦ
χρόνου
τέλος
τὸ
λοιπὸν
ἤδη
ζῆν
ἀλυπήτῳ
βίῳ
.
τοιαῦτʼ
ἔφραζε
πρὸς
θεῶν
εἱμαρμένα
τῶν
Ἡρακλείων
ἐκτελευτᾶσθαι
πόνων
,
170
ὡς
τὴν
παλαιὰν
φηγὸν
αὐδῆσαί
ποτε
Δωδῶνι
δισσῶν
ἐκ
Πελειάδων
ἔφη
.
καὶ
τῶνδε
ναμέρτεια
συμβαίνει
χρόνου
τοῦ
νῦν
παρόντος
,
ὡς
τελεσθῆναι
χρεών
·
ὥσθʼ
ἡδέως
εὕδουσαν
ἐκπηδᾶν
ἐμὲ
175
φόβῳ
,
φίλαι
,
ταρβοῦσαν
,
εἴ
με
χρὴ
μένειν
πάντων
ἀρίστου
φωτὸς
ἐστερημένην
.
Χορός
εὐφημίαν
νῦν
ἴσχʼ
·
ἐπεὶ
καταστεφῆ
στείχονθʼ
ὁρῶ
τινʼ
ἄνδρα
πρὸς
χαρὰν
λόγων
.
εὐφημίαν
νῦν
ἴσχʼ
·
ἐπεὶ
καταστεφῆ
στείχονθʼ
ὁρῶ
τινʼ
ἄνδρα
πρὸς
χαρὰν
λόγων
.
Ἄγγελος
δέσποινα
Δῃάνειρα
,
πρῶτος
ἀγγέλων
180
ὄκνου
σε
λύσω
·
τὸν
γὰρ
Ἀλκμήνης
τόκον
καὶ
ζῶντʼ
ἐπίστω
καὶ
κρατοῦντα
κἀκ
μάχης
ἄγοντʼ
ἀπαρχὰς
θεοῖσι
τοῖς
ἐγχωρίοις
.
δέσποινα
Δῃάνειρα
,
πρῶτος
ἀγγέλων
180
ὄκνου
σε
λύσω
·
τὸν
γὰρ
Ἀλκμήνης
τόκον
καὶ
ζῶντʼ
ἐπίστω
καὶ
κρατοῦντα
κἀκ
μάχης
ἄγοντʼ
ἀπαρχὰς
θεοῖσι
τοῖς
ἐγχωρίοις
.
Δηιάνειρα
τίνʼ
εἶπας
,
ὦ
γεραιέ
,
τόνδε
μοι
λόγον
;
τίνʼ
εἶπας
,
ὦ
γεραιέ
,
τόνδε
μοι
λόγον
;
Ἄγγελος
τάχʼ
ἐς
δόμους
σοὺς
τὸν
πολύζηλον
πόσιν
185
ἥξειν
φανέντα
σὺν
κράτει
νικηφόρῳ
.
τάχʼ
ἐς
δόμους
σοὺς
τὸν
πολύζηλον
πόσιν
185
ἥξειν
φανέντα
σὺν
κράτει
νικηφόρῳ
.
Δηιάνειρα
καὶ
τοῦ
τόδʼ
ἀστῶν
ἢ
ξένων
μαθὼν
λέγεις
;
καὶ
τοῦ
τόδʼ
ἀστῶν
ἢ
ξένων
μαθὼν
λέγεις
;
Ἄγγελος
ἐν
βουθερεῖ
λειμῶνι
πρὸς
πολλοὺς
θροεῖ
Λίχας
ὁ
κῆρυξ
ταῦτα
·
τοῦδʼ
ἐγὼ
κλύων
ἀπῇξʼ
,
ὅπως
τοι
πρῶτος
ἀγγείλας
τάδε
190
πρὸς
σοῦ
τι
κερδάναιμι
καὶ
κτῴμην
χάριν
.
ἐν
βουθερεῖ
λειμῶνι
πρὸς
πολλοὺς
θροεῖ
Λίχας
ὁ
κῆρυξ
ταῦτα
·
τοῦδʼ
ἐγὼ
κλύων
ἀπῇξʼ
,
ὅπως
τοι
πρῶτος
ἀγγείλας
τάδε
190
πρὸς
σοῦ
τι
κερδάναιμι
καὶ
κτῴμην
χάριν
.
Δηιάνειρα
αὐτὸς
δὲ
πῶς
ἄπεστιν
,
εἴπερ
εὐτυχεῖ
;
αὐτὸς
δὲ
πῶς
ἄπεστιν
,
εἴπερ
εὐτυχεῖ
;
Ἄγγελος
οὐκ
εὐμαρείᾳ
χρώμενος
πολλῇ
,
γύναι
.
κύκλῳ
γὰρ
αὐτὸν
Μηλιεὺς
ἅπας
λεὼς
κρίνει
παραστάς
,
οὐδʼ
ἔχει
βῆναι
πρόσω
·
195
τὸ
γὰρ
ποθοῦν
ἕκαστος
ἐκμαθεῖν
θέλων
οὐκ
ἂν
μεθεῖτο
,
πρὶν
καθʼ
ἡδονὴν
κλύειν
.
οὕτως
ἐκεῖνος
οὐχ
ἑκών
,
ἑκοῦσι
δὲ
ξύνεστιν
·
ὄψει
δʼ
αὐτὸν
αὐτίκʼ
ἐμφανῆ
.
οὐκ
εὐμαρείᾳ
χρώμενος
πολλῇ
,
γύναι
.
κύκλῳ
γὰρ
αὐτὸν
Μηλιεὺς
ἅπας
λεὼς
κρίνει
παραστάς
,
οὐδʼ
ἔχει
βῆναι
πρόσω
·
195
τὸ
γὰρ
ποθοῦν
ἕκαστος
ἐκμαθεῖν
θέλων
οὐκ
ἂν
μεθεῖτο
,
πρὶν
καθʼ
ἡδονὴν
κλύειν
.
οὕτως
ἐκεῖνος
οὐχ
ἑκών
,
ἑκοῦσι
δὲ
ξύνεστιν
·
ὄψει
δʼ
αὐτὸν
αὐτίκʼ
ἐμφανῆ
.
Δηιάνειρα
ὦ
Ζεῦ
,
τὸν
Οἴτης
ἄτομον
ὃς
λειμῶνʼ
ἔχεις
,
200
ἔδωκας
ἡμῖν
ἀλλὰ
σὺν
χρόνῳ
χαράν
.
φωνήσατʼ
,
ὦ
γυναῖκες
,
αἵ
τʼ
εἴσω
στέγης
αἵ
τʼ
ἐκτὸς
αὐλῆς
,
ὡς
ἄελπτον
ὄμμʼ
ἐμοὶ
φήμης
ἀνασχὸν
τῆσδε
νῦν
καρπούμεθα
.
ὦ
Ζεῦ
,
τὸν
Οἴτης
ἄτομον
ὃς
λειμῶνʼ
ἔχεις
,
200
ἔδωκας
ἡμῖν
ἀλλὰ
σὺν
χρόνῳ
χαράν
.
φωνήσατʼ
,
ὦ
γυναῖκες
,
αἵ
τʼ
εἴσω
στέγης
αἵ
τʼ
ἐκτὸς
αὐλῆς
,
ὡς
ἄελπτον
ὄμμʼ
ἐμοὶ
φήμης
ἀνασχὸν
τῆσδε
νῦν
καρπούμεθα
.
Trachiniae. Sophocles. Francis Storr. London. 1913.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.