str.
1
Χορός
φεῦ
,
τίς
ἂν
ἐν
τάχει
,
μὴ
περιώδυνος
,
μηδὲ
δεμνιοτήρης
,
μόλοι
τὸν
αἰεὶ
φέρουσʼ
ἐν
ἡμῖν
1450
Μοῖρʼ
ἀτέλευτον
ὕπνον
,
δαμέντος
φύλακος
εὐμενεστάτου
καὶ
πολλὰ
τλάντος
γυναικὸς
διαί
·
πρὸς
γυναικὸς
δʼ
ἀπέφθισεν
βίον
.
φεῦ
,
τίς
ἂν
ἐν
τάχει
,
μὴ
περιώδυνος
,
μηδὲ
δεμνιοτήρης
,
μόλοι
τὸν
αἰεὶ
φέρουσʼ
ἐν
ἡμῖν
1450
Μοῖρʼ
ἀτέλευτον
ὕπνον
,
δαμέντος
φύλακος
εὐμενεστάτου
καὶ
πολλὰ
τλάντος
γυναικὸς
διαί
·
πρὸς
γυναικὸς
δʼ
ἀπέφθισεν
βίον
.
Χορός
ἰὼ
ἰὼ
παράνους
Ἑλένα
1455
μία
τὰς
πολλάς
,
τάς
πάνυ
πολλὰς
ψυχὰς
ὀλέσασʼ
ὑπὸ
Τροίᾳ
.
νῦν
δὲ
τελέαν
πολύμναστον
ἐπηνθίσω
διʼ
αἷμʼ
ἄνιπτον
.
ἦ
τις
ἦν
τότʼ
ἐν
δόμοις
1460
ἔρις
ἐρίδματος
ἀνδρὸς
οἰζύς
.
ἰὼ
ἰὼ
παράνους
Ἑλένα
1455
μία
τὰς
πολλάς
,
τάς
πάνυ
πολλὰς
ψυχὰς
ὀλέσασʼ
ὑπὸ
Τροίᾳ
.
νῦν
δὲ
τελέαν
πολύμναστον
ἐπηνθίσω
διʼ
αἷμʼ
ἄνιπτον
.
ἦ
τις
ἦν
τότʼ
ἐν
δόμοις
1460
ἔρις
ἐρίδματος
ἀνδρὸς
οἰζύς
.
Κλυταιμήστρα
μηδὲν
θανάτου
μοῖραν
ἐπεύχου
τοῖσδε
βαρυνθείς
·
μηδʼ
εἰς
Ἑλένην
κότον
ἐκτρέψῃς
,
ὡς
ἀνδρολέτειρʼ
,
ὡς
μία
πολλῶν
1465
ἀνδρῶν
ψυχὰς
Δαναῶν
ὀλέσασʼ
ἀξύστατον
ἄλγος
ἔπραξεν
.
μηδὲν
θανάτου
μοῖραν
ἐπεύχου
τοῖσδε
βαρυνθείς
·
μηδʼ
εἰς
Ἑλένην
κότον
ἐκτρέψῃς
,
ὡς
ἀνδρολέτειρʼ
,
ὡς
μία
πολλῶν
1465
ἀνδρῶν
ψυχὰς
Δαναῶν
ὀλέσασʼ
ἀξύστατον
ἄλγος
ἔπραξεν
.
ant.
1
Χορός
δαῖμον
,
ὃς
ἐμπίτνεις
δώμασι
καὶ
διφυί-
οισι
Τανταλίδαισιν
,
κράτος
τʼ
ἰσόψυχον
ἐκ
γυναικῶν
1470
καρδιόδηκτον
ἐμοὶ
κρατύνεις
.
ἐπὶ
δὲ
σώματος
δίκαν
μοι
κόρακος
ἐχθροῦ
σταθεῖσʼ
ἐκνόμως
ὕμνον
ὑμνεῖν
ἐπεύχεται
˘¯
δαῖμον
,
ὃς
ἐμπίτνεις
δώμασι
καὶ
διφυί-
οισι
Τανταλίδαισιν
,
κράτος
τʼ
ἰσόψυχον
ἐκ
γυναικῶν
1470
καρδιόδηκτον
ἐμοὶ
κρατύνεις
.
ἐπὶ
δὲ
σώματος
δίκαν
μοι
κόρακος
ἐχθροῦ
σταθεῖσʼ
ἐκνόμως
ὕμνον
ὑμνεῖν
ἐπεύχεται
˘¯
Κλυταιμήστρα
νῦν
δʼ
ὤρθωσας
στόματος
γνώμην
,
1475
τὸν
τριπάχυντον
δαίμονα
γέννης
τῆσδε
κικλήσκων
.
ἐκ
τοῦ
γὰρ
ἔρως
αἱματολοιχὸς
νείρᾳ
τρέφεται
,
πρὶν
καταλῆξαι
τὸ
παλαιὸν
ἄχος
,
νέος
ἰχώρ
.
1480
νῦν
δʼ
ὤρθωσας
στόματος
γνώμην
,
1475
τὸν
τριπάχυντον
δαίμονα
γέννης
τῆσδε
κικλήσκων
.
ἐκ
τοῦ
γὰρ
ἔρως
αἱματολοιχὸς
νείρᾳ
τρέφεται
,
πρὶν
καταλῆξαι
τὸ
παλαιὸν
ἄχος
,
νέος
ἰχώρ
.
1480
str.
2
Χορός
ἦ
μέγαν
οἰκονόμον
δαίμονα
καὶ
βαρύμηνιν
αἰνεῖς
,
φεῦ
φεῦ
,
κακὸν
αἶνον
ἀτη-
ρᾶς
τύχας
ἀκορέστου
·
ἰὴ
ἰή
,
διαὶ
Διὸς
1485
παναιτίου
πανεργέτα
·
τί
γὰρ
βροτοῖς
ἄνευ
Διὸς
τελεῖται
;
τί
τῶνδʼ
οὐ
θεόκραντόν
ἐστιν
;
ἦ
μέγαν
οἰκονόμον
δαίμονα
καὶ
βαρύμηνιν
αἰνεῖς
,
φεῦ
φεῦ
,
κακὸν
αἶνον
ἀτη-
ρᾶς
τύχας
ἀκορέστου
·
ἰὴ
ἰή
,
διαὶ
Διὸς
1485
παναιτίου
πανεργέτα
·
τί
γὰρ
βροτοῖς
ἄνευ
Διὸς
τελεῖται
;
τί
τῶνδʼ
οὐ
θεόκραντόν
ἐστιν
;
Χορός
ἰὼ
ἰὼ
βασιλεῦ
βασιλεῦ
,
πῶς
σε
δακρύσω
;
1490
φρενὸς
ἐκ
φιλίας
τί
ποτʼ
εἴπω
;
κεῖσαι
δʼ
ἀράχνης
ἐν
ὑφάσματι
τῷδʼ
ἀσεβεῖ
θανάτῳ
βίον
ἐκπνέων
.
ὤμοι
μοι
κοίταν
τάνδʼ
ἀνελεύθερον
δολίῳ
μόρῳ
δαμεὶς
δάμαρτος
1495
ἐκ
χερὸς
ἀμφιτόμῳ
βελέμνῳ
.
ἰὼ
ἰὼ
βασιλεῦ
βασιλεῦ
,
πῶς
σε
δακρύσω
;
1490
φρενὸς
ἐκ
φιλίας
τί
ποτʼ
εἴπω
;
κεῖσαι
δʼ
ἀράχνης
ἐν
ὑφάσματι
τῷδʼ
ἀσεβεῖ
θανάτῳ
βίον
ἐκπνέων
.
ὤμοι
μοι
κοίταν
τάνδʼ
ἀνελεύθερον
δολίῳ
μόρῳ
δαμεὶς
δάμαρτος
1495
ἐκ
χερὸς
ἀμφιτόμῳ
βελέμνῳ
.
Κλυταιμήστρα
αὐχεῖς
εἶναι
τόδε
τοὔργον
ἐμόν
;
μηδʼ
ἐπιλεχθῇς
Ἀγαμεμνονίαν
εἶναί
μʼ
ἄλοχον
.
φανταζόμενος
δὲ
γυναικὶ
νεκροῦ
1500
τοῦδʼ
ὁ
παλαιὸς
δριμὺς
ἀλάστωρ
Ἀτρέως
χαλεποῦ
θοινατῆρος
τόνδʼ
ἀπέτεισεν
,
τέλεον
νεαροῖς
ἐπιθύσας
.
αὐχεῖς
εἶναι
τόδε
τοὔργον
ἐμόν
;
μηδʼ
ἐπιλεχθῇς
Ἀγαμεμνονίαν
εἶναί
μʼ
ἄλοχον
.
φανταζόμενος
δὲ
γυναικὶ
νεκροῦ
1500
τοῦδʼ
ὁ
παλαιὸς
δριμὺς
ἀλάστωρ
Ἀτρέως
χαλεποῦ
θοινατῆρος
τόνδʼ
ἀπέτεισεν
,
τέλεον
νεαροῖς
ἐπιθύσας
.
ant.
2
Χορός
ὡς
μὲν
ἀναίτιος
εἶ
1505
τοῦδε
φόνου
τίς
ὁ
μαρτυρήσων
;
πῶς
πῶς
;
πατρόθεν
δὲ
συλλή-
πτωρ
γένοιτʼ
ἂν
ἀλάστωρ
.
βιάζεται
δʼ
ὁμοσπόροις
ἐπιρροαῖσιν
αἱμάτων
1510
μέλας
Ἄρης
,
ὅποι
δίκαν
προβαίνων
πάχνᾳ
κουροβόρῳ
παρέξει
.
ὡς
μὲν
ἀναίτιος
εἶ
1505
τοῦδε
φόνου
τίς
ὁ
μαρτυρήσων
;
πῶς
πῶς
;
πατρόθεν
δὲ
συλλή-
πτωρ
γένοιτʼ
ἂν
ἀλάστωρ
.
βιάζεται
δʼ
ὁμοσπόροις
ἐπιρροαῖσιν
αἱμάτων
1510
μέλας
Ἄρης
,
ὅποι
δίκαν
προβαίνων
πάχνᾳ
κουροβόρῳ
παρέξει
.
Χορός
ἰὼ
ἰὼ
βασιλεῦ
βασιλεῦ
,
πῶς
σε
δακρύσω
;
φρενὸς
ἐκ
φιλίας
τί
ποτʼ
εἴπω
;
1515
κεῖσαι
δʼ
ἀράχνης
ἐν
ὑφάσματι
τῷδʼ
ἀσεβεῖ
θανάτῳ
βίον
ἐκπνέων
.
ὤμοι
μοι
κοίταν
τάνδʼ
ἀνελεύθερον
δολίῳ
μόρῳ
δαμεὶς
ἐκ
χερὸς
ἀμφιτόμῳ
βελέμνῳ
.
1520
ἰὼ
ἰὼ
βασιλεῦ
βασιλεῦ
,
πῶς
σε
δακρύσω
;
φρενὸς
ἐκ
φιλίας
τί
ποτʼ
εἴπω
;
1515
κεῖσαι
δʼ
ἀράχνης
ἐν
ὑφάσματι
τῷδʼ
ἀσεβεῖ
θανάτῳ
βίον
ἐκπνέων
.
ὤμοι
μοι
κοίταν
τάνδʼ
ἀνελεύθερον
δολίῳ
μόρῳ
δαμεὶς
ἐκ
χερὸς
ἀμφιτόμῳ
βελέμνῳ
.
1520
Κλυταιμήστρα
οὔτʼ
ἀνελεύθερον
οἶμαι
θάνατον
τῷδε
γενέσθαι
.
οὐδὲ
γὰρ
οὗτος
δολίαν
ἄτην
οἴκοισιν
ἔθηκʼ
;
ἀλλʼ
ἐμὸν
ἐκ
τοῦδʼ
ἔρνος
ἀερθέν
.
1525
τὴν
πολυκλαύτην
Ἰφιγενείαν
,
ἄξια
δράσας
ἄξια
πάσχων
μηδὲν
ἐν
Ἅιδου
μεγαλαυχείτω
,
ξιφοδηλήτῳ
,
θανάτῳ
τείσας
ἅπερ
ἦρξεν
.
οὔτʼ
ἀνελεύθερον
οἶμαι
θάνατον
τῷδε
γενέσθαι
.
οὐδὲ
γὰρ
οὗτος
δολίαν
ἄτην
οἴκοισιν
ἔθηκʼ
;
ἀλλʼ
ἐμὸν
ἐκ
τοῦδʼ
ἔρνος
ἀερθέν
.
1525
τὴν
πολυκλαύτην
Ἰφιγενείαν
,
ἄξια
δράσας
ἄξια
πάσχων
μηδὲν
ἐν
Ἅιδου
μεγαλαυχείτω
,
ξιφοδηλήτῳ
,
θανάτῳ
τείσας
ἅπερ
ἦρξεν
.
str.
3
Χορός
ἀμηχανῶ
φροντίδος
στερηθεὶς
1530
εὐπάλαμον
μέριμναν
ὅπα
τράπωμαι
,
πίτνοντος
οἴκου
.
δέδοικα
δʼ
ὄμβρου
κτύπον
δομοσφαλῆ
τὸν
αἱματηρόν
·
ψακὰς
δὲ
λήγει
.
δίκην
δʼ
ἐπʼ
ἄλλο
πρᾶγμα
θηγάνει
βλάβης
1535
πρὸς
ἄλλαις
θηγάναισι
μοῖρα
.
ἀμηχανῶ
φροντίδος
στερηθεὶς
1530
εὐπάλαμον
μέριμναν
ὅπα
τράπωμαι
,
πίτνοντος
οἴκου
.
δέδοικα
δʼ
ὄμβρου
κτύπον
δομοσφαλῆ
τὸν
αἱματηρόν
·
ψακὰς
δὲ
λήγει
.
δίκην
δʼ
ἐπʼ
ἄλλο
πρᾶγμα
θηγάνει
βλάβης
1535
πρὸς
ἄλλαις
θηγάναισι
μοῖρα
.
Χορός
ἰὼ
γᾶ
γᾶ
,
εἴθʼ
ἔμʼ
ἐδέξω
,
πρὶν
τόνδʼ
ἐπιδεῖν
ἀργυροτοίχου
δροίτης
κατέχοντα
χάμευναν
.
1540
τίς
ὁ
θάψων
νιν
;
τίς
ὁ
θρηνήσων
;
ἦ
σὺ
τόδʼ
ἔρξαι
τλήσῃ
,
κτείνασʼ
ἄνδρα
τὸν
αὑτῆς
ἀποκωκῦσαι
ψυχῇ
τʼ
ἄχαριν
χάριν
ἀντʼ
ἔργων
1545
μεγάλων
ἀδίκως
ἐπικρᾶναι
;
τίς
δʼ
ἐπιτύμβιον
αἶνον
ἐπʼ
ἀνδρὶ
θείῳ
σὺν
δακρύοις
ἰάπτων
ἀληθείᾳ
φρενῶν
πονήσει
;
1550
ἰὼ
γᾶ
γᾶ
,
εἴθʼ
ἔμʼ
ἐδέξω
,
πρὶν
τόνδʼ
ἐπιδεῖν
ἀργυροτοίχου
δροίτης
κατέχοντα
χάμευναν
.
1540
τίς
ὁ
θάψων
νιν
;
τίς
ὁ
θρηνήσων
;
ἦ
σὺ
τόδʼ
ἔρξαι
τλήσῃ
,
κτείνασʼ
ἄνδρα
τὸν
αὑτῆς
ἀποκωκῦσαι
ψυχῇ
τʼ
ἄχαριν
χάριν
ἀντʼ
ἔργων
1545
μεγάλων
ἀδίκως
ἐπικρᾶναι
;
τίς
δʼ
ἐπιτύμβιον
αἶνον
ἐπʼ
ἀνδρὶ
θείῳ
σὺν
δακρύοις
ἰάπτων
ἀληθείᾳ
φρενῶν
πονήσει
;
1550
Κλυταιμήστρα
οὐ
σὲ
προσήκει
τὸ
μέλημʼ
ἀλέγειν
τοῦτο
·
πρὸς
ἡμῶν
κάππεσε
,
κάτθανε
,
καὶ
καταθάψομεν
,
οὐχ
ὑπὸ
κλαυθμῶν
τῶν
ἐξ
οἴκων
,
ἀλλʼ
Ἰφιγένειά
νιν
ἀσπασίως
1555
θυγάτηρ
,
ὡς
χρή
,
πατέρʼ
ἀντιάσασα
πρὸς
ὠκύπορον
πόρθμευμʼ
ἀχέων
περὶ
χεῖρε
βαλοῦσα
φιλήσει
.
οὐ
σὲ
προσήκει
τὸ
μέλημʼ
ἀλέγειν
τοῦτο
·
πρὸς
ἡμῶν
κάππεσε
,
κάτθανε
,
καὶ
καταθάψομεν
,
οὐχ
ὑπὸ
κλαυθμῶν
τῶν
ἐξ
οἴκων
,
ἀλλʼ
Ἰφιγένειά
νιν
ἀσπασίως
1555
θυγάτηρ
,
ὡς
χρή
,
πατέρʼ
ἀντιάσασα
πρὸς
ὠκύπορον
πόρθμευμʼ
ἀχέων
περὶ
χεῖρε
βαλοῦσα
φιλήσει
.
ant.
3
Χορός
ὄνειδος
ἥκει
τόδʼ
ἀντʼ
ὀνείδους
.
1560
δύσμαχα
δʼ
ἔστι
κρῖναι
.
φέρει
φέροντʼ
,
ἐκτίνει
δʼ
ὁ
καίνων
.
μίμνει
δὲ
μίμνοντος
ἐν
θρόνῳ
Διὸς
παθεῖν
τὸν
ἔρξαντα
·
θέσμιον
γάρ
.
τίς
ἂν
γονὰν
ἀραῖον
ἐκβάλοι
δόμων
;
1565
κεκόλληται
γένος
πρὸς
ἄτᾳ
.
ὄνειδος
ἥκει
τόδʼ
ἀντʼ
ὀνείδους
.
1560
δύσμαχα
δʼ
ἔστι
κρῖναι
.
φέρει
φέροντʼ
,
ἐκτίνει
δʼ
ὁ
καίνων
.
μίμνει
δὲ
μίμνοντος
ἐν
θρόνῳ
Διὸς
παθεῖν
τὸν
ἔρξαντα
·
θέσμιον
γάρ
.
τίς
ἂν
γονὰν
ἀραῖον
ἐκβάλοι
δόμων
;
1565
κεκόλληται
γένος
πρὸς
ἄτᾳ
.
Κλυταιμήστρα
ἐς
τόνδʼ
ἐνέβης
ξὺν
ἀληθείᾳ
χρησμόν
.
ἐγὼ
δʼ
οὖν
ἐθέλω
δαίμονι
τῷ
Πλεισθενιδῶν
ὅρκους
θεμένη
τάδε
μὲν
στέργειν
,
1570
δύστλητά
περ
ὄνθʼ
·
ὃ
δὲ
λοιπόν
,
ἰόντʼ
ἐκ
τῶνδε
δόμων
ἄλλην
γενεὰν
τρίβειν
θανάτοις
αὐθένταισι
.
κτεάνων
τε
μέρος
βαιὸν
ἐχούσῃ
πᾶν
ἀπόχρη
μοι
μανίας
μελάθρων
ἀλληλοφόνους
ἀφελούσῃ
.
ἐς
τόνδʼ
ἐνέβης
ξὺν
ἀληθείᾳ
χρησμόν
.
ἐγὼ
δʼ
οὖν
ἐθέλω
δαίμονι
τῷ
Πλεισθενιδῶν
ὅρκους
θεμένη
τάδε
μὲν
στέργειν
,
1570
δύστλητά
περ
ὄνθʼ
·
ὃ
δὲ
λοιπόν
,
ἰόντʼ
ἐκ
τῶνδε
δόμων
ἄλλην
γενεὰν
τρίβειν
θανάτοις
αὐθένταισι
.
κτεάνων
τε
μέρος
βαιὸν
ἐχούσῃ
πᾶν
ἀπόχρη
μοι
μανίας
μελάθρων
ἀλληλοφόνους
ἀφελούσῃ
.
Agamemnon. Aeschylus. Herbert Weir Smyth. New York. 1926.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.