αὐτὰρ
ἐπεί
ῥʼ
ἐπὶ
νῆα
κατήλθομεν
ἠδὲ
θάλασσαν
,
1
νῆα
μὲν
ἂρ
πάμπρωτον
ἐρύσσαμεν
εἰς
ἅλα
δῖαν
,
ἐν
δʼ
ἱστὸν
τιθέμεσθα
καὶ
ἱστία
νηὶ
μελαίνῃ
,
ἐν
δὲ
τὰ
μῆλα
λαβόντες
ἐβήσαμεν
,
ἂν
δὲ
καὶ
αὐτοὶ
βαίνομεν
ἀχνύμενοι
θαλερὸν
κατὰ
δάκρυ
χέοντες
.
5
ἡμῖν
δʼ
αὖ
κατόπισθε
νεὸς
κυανοπρῴροιο
ἴκμενον
οὖρον
ἵει
πλησίστιον
,
ἐσθλὸν
ἑταῖρον
,
Κίρκη
εὐπλόκαμος
,
δεινὴ
θεὸς
αὐδήεσσα
.
ἡμεῖς
δʼ
ὅπλα
ἕκαστα
πονησάμενοι
κατὰ
νῆα
ἥμεθα
·
τὴν
δʼ
ἄνεμός
τε
κυβερνήτης
τʼ
ἴθυνε
.
10
τῆς
δὲ
πανημερίης
τέταθʼ
ἱστία
ποντοπορούσης
·
δύσετό
τʼ
ἠέλιος
σκιόωντό
τε
πᾶσαι
ἀγυιαί
.
ἡ
δʼ
ἐς
πείραθʼ
ἵκανε
βαθυρρόου
Ὠκεανοῖο
.
ἔνθα
δὲ
Κιμμερίων
ἀνδρῶν
δῆμός
τε
πόλις
τε
,
ἠέρι
καὶ
νεφέλῃ
κεκαλυμμένοι
·
οὐδέ
ποτʼ
αὐτοὺς
15
ἠέλιος
φαέθων
καταδέρκεται
ἀκτίνεσσιν
,
οὔθʼ
ὁπότʼ
ἂν
στείχῃσι
πρὸς
οὐρανὸν
ἀστερόεντα
,
οὔθʼ
ὅτʼ
ἂν
ἂψ
ἐπὶ
γαῖαν
ἀπʼ
οὐρανόθεν
προτράπηται
,
ἀλλʼ
ἐπὶ
νὺξ
ὀλοὴ
τέταται
δειλοῖσι
βροτοῖσι
.
νῆα
μὲν
ἔνθʼ
ἐλθόντες
ἐκέλσαμεν
,
ἐκ
δὲ
τὰ
μῆλα
20
εἱλόμεθʼ
·
αὐτοὶ
δʼ
αὖτε
παρὰ
ῥόον
Ὠκεανοῖο
ᾔομεν
,
ὄφρʼ
ἐς
χῶρον
ἀφικόμεθʼ
,
ὃν
φράσε
Κίρκη
.
ἔνθʼ
ἱερήια
μὲν
Περιμήδης
Εὐρύλοχός
τε
ἔσχον
·
ἐγὼ
δʼ
ἄορ
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
βόθρον
ὄρυξʼ
ὅσσον
τε
πυγούσιον
ἔνθα
καὶ
ἔνθα
,
25
ἀμφʼ
αὐτῷ
δὲ
χοὴν
χεόμην
πᾶσιν
νεκύεσσι
,
πρῶτα
μελικρήτῳ
,
μετέπειτα
δὲ
ἡδέι
οἴνῳ
,
τὸ
τρίτον
αὖθʼ
ὕδατι
·
ἐπὶ
δʼ
ἄλφιτα
λευκὰ
πάλυνον
.
πολλὰ
δὲ
γουνούμην
νεκύων
ἀμενηνὰ
κάρηνα
,
ἐλθὼν
εἰς
Ἰθάκην
στεῖραν
βοῦν
,
ἥ
τις
ἀρίστη
,
30
ῥέξειν
ἐν
μεγάροισι
πυρήν
τʼ
ἐμπλησέμεν
ἐσθλῶν
,
Τειρεσίῃ
δʼ
ἀπάνευθεν
ὄιν
ἱερευσέμεν
οἴῳ
παμμέλανʼ
,
ὃς
μήλοισι
μεταπρέπει
ἡμετέροισι
.
τοὺς
δʼ
ἐπεὶ
εὐχωλῇσι
λιτῇσί
τε
,
ἔθνεα
νεκρῶν
,
ἐλλισάμην
,
τὰ
δὲ
μῆλα
λαβὼν
ἀπεδειροτόμησα
35
ἐς
βόθρον
,
ῥέε
δʼ
αἷμα
κελαινεφές
·
αἱ
δʼ
ἀγέροντο
ψυχαὶ
ὑπὲξ
Ἐρέβευς
νεκύων
κατατεθνηώτων
.
νύμφαι
τʼ
ἠίθεοί
τε
πολύτλητοί
τε
γέροντες
παρθενικαί
τʼ
ἀταλαὶ
νεοπενθέα
θυμὸν
ἔχουσαι
,
πολλοὶ
δʼ
οὐτάμενοι
χαλκήρεσιν
ἐγχείῃσιν
,
40
ἄνδρες
ἀρηίφατοι
βεβροτωμένα
τεύχεʼ
ἔχοντες
·
οἳ
πολλοὶ
περὶ
βόθρον
ἐφοίτων
ἄλλοθεν
ἄλλος
θεσπεσίῃ
ἰαχῇ
·
ἐμὲ
δὲ
χλωρὸν
δέος
ᾕρει
.
δὴ
τότʼ
ἔπειθʼ
ἑτάροισιν
ἐποτρύνας
ἐκέλευσα
μῆλα
,
τὰ
δὴ
κατέκειτʼ
ἐσφαγμένα
νηλέι
χαλκῷ
,
45
δείραντας
κατακῆαι
,
ἐπεύξασθαι
δὲ
θεοῖσιν
,
ἰφθίμῳ
τʼ
Ἀΐδῃ
καὶ
ἐπαινῇ
Περσεφονείῃ
·
αὐτὸς
δὲ
ξίφος
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
ἥμην
,
οὐδʼ
εἴων
νεκύων
ἀμενηνὰ
κάρηνα
αἵματος
ἆσσον
ἴμεν
,
πρὶν
Τειρεσίαο
πυθέσθαι
.
50
πρώτη
δὲ
ψυχὴ
Ἐλπήνορος
ἦλθεν
ἑταίρου
·
οὐ
γάρ
πω
ἐτέθαπτο
ὑπὸ
χθονὸς
εὐρυοδείης
·
σῶμα
γὰρ
ἐν
Κίρκης
μεγάρῳ
κατελείπομεν
ἡμεῖς
ἄκλαυτον
καὶ
ἄθαπτον
,
ἐπεὶ
πόνος
ἄλλος
ἔπειγε
.
τὸν
μὲν
ἐγὼ
δάκρυσα
ἰδὼν
ἐλέησά
τε
θυμῷ
,
55
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδων
·
Ἐλπῆνορ
,
πῶς
ἦλθες
ὑπὸ
ζόφον
ἠερόεντα
;
ἔφθης
πεζὸς
ἰὼν
ἢ
ἐγὼ
σὺν
νηὶ
μελαίνῃ
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
οἰμώξας
ἠμείβετο
μύθῳ
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
60
ἆσέ
με
δαίμονος
αἶσα
κακὴ
καὶ
ἀθέσφατος
οἶνος
.
Κίρκης
δʼ
ἐν
μεγάρῳ
καταλέγμενος
οὐκ
ἐνόησα
ἄψορρον
καταβῆναι
ἰὼν
ἐς
κλίμακα
μακρήν
,
ἀλλὰ
καταντικρὺ
τέγεος
πέσον
·
ἐκ
δέ
μοι
αὐχὴν
ἀστραγάλων
ἐάγη
,
ψυχὴ
δʼ
Ἄϊδόσδε
κατῆλθε
.
65
νῦν
δέ
σε
τῶν
ὄπιθεν
γουνάζομαι
,
οὐ
παρεόντων
,
πρός
τʼ
ἀλόχου
καὶ
πατρός
,
ὅ
σʼ
ἔτρεφε
τυτθὸν
ἐόντα
,
Τηλεμάχου
θʼ
,
ὃν
μοῦνον
ἐνὶ
μεγάροισιν
ἔλειπες
·
οἶδα
γὰρ
ὡς
ἐνθένδε
κιὼν
δόμου
ἐξ
Ἀίδαο
νῆσον
ἐς
Αἰαίην
σχήσεις
ἐυεργέα
νῆα
·
70
ἔνθα
σʼ
ἔπειτα
,
ἄναξ
,
κέλομαι
μνήσασθαι
ἐμεῖο
.
μή
μʼ
ἄκλαυτον
ἄθαπτον
ἰὼν
ὄπιθεν
καταλείπειν
νοσφισθείς
,
μή
τοί
τι
θεῶν
μήνιμα
γένωμαι
,
ἀλλά
με
κακκῆαι
σὺν
τεύχεσιν
,
ἅσσα
μοι
ἔστιν
,
σῆμά
τέ
μοι
χεῦαι
πολιῆς
ἐπὶ
θινὶ
θαλάσσης
,
75
ἀνδρὸς
δυστήνοιο
καὶ
ἐσσομένοισι
πυθέσθαι
.
ταῦτά
τέ
μοι
τελέσαι
πῆξαί
τʼ
ἐπὶ
τύμβῳ
ἐρετμόν
,
τῷ
καὶ
ζωὸς
ἔρεσσον
ἐὼν
μετʼ
ἐμοῖς
ἑτάροισιν
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
ταῦτά
τοι
,
ὦ
δύστηνε
,
τελευτήσω
τε
καὶ
ἔρξω
.
80
νῶι
μὲν
ὣς
ἐπέεσσιν
ἀμειβομένω
στυγεροῖσιν
ἥμεθʼ
,
ἐγὼ
μὲν
ἄνευθεν
ἐφʼ
αἵματι
φάσγανον
ἴσχων
,
εἴδωλον
δʼ
ἑτέρωθεν
ἑταίρου
πόλλʼ
ἀγόρευεν
·
ἦλθε
δʼ
ἐπὶ
ψυχὴ
μητρὸς
κατατεθνηυίης
,
Αὐτολύκου
θυγάτηρ
μεγαλήτορος
Ἀντίκλεια
,
85
τὴν
ζωὴν
κατέλειπον
ἰὼν
εἰς
Ἴλιον
ἱρήν
.
τὴν
μὲν
ἐγὼ
δάκρυσα
ἰδὼν
ἐλέησά
τε
θυμῷ
·
ἀλλʼ
οὐδʼ
ὣς
εἴων
προτέρην
,
πυκινόν
περ
ἀχεύων
,
αἵματος
ἆσσον
ἴμεν
,
πρὶν
Τειρεσίαο
πυθέσθαι
.
ἦλθε
δʼ
ἐπὶ
ψυχὴ
Θηβαίου
Τειρεσίαο
90
χρύσεον
σκῆπτρον
ἔχων
,
ἐμὲ
δʼ
ἔγνω
καὶ
προσέειπεν
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
τίπτʼ
αὖτʼ
,
ὦ
δύστηνε
,
λιπὼν
φάος
ἠελίοιο
ἤλυθες
,
ὄφρα
ἴδῃ
νέκυας
καὶ
ἀτερπέα
χῶρον
;
ἀλλʼ
ἀποχάζεο
βόθρου
,
ἄπισχε
δὲ
φάσγανον
ὀξύ
,
95
αἵματος
ὄφρα
πίω
καί
τοι
νημερτέα
εἴπω
.
ὣς
φάτʼ
,
ἐγὼ
δʼ
ἀναχασσάμενος
ξίφος
ἀργυρόηλον
κουλεῷ
ἐγκατέπηξʼ
.
ὁ
δʼ
ἐπεὶ
πίεν
αἷμα
κελαινόν
,
καὶ
τότε
δή
μʼ
ἐπέεσσι
προσηύδα
μάντις
ἀμύμων
·
νόστον
δίζηαι
μελιηδέα
,
φαίδιμʼ
Ὀδυσσεῦ
·
100
τὸν
δέ
τοι
ἀργαλέον
θήσει
θεός
·
οὐ
γὰρ
ὀίω
λήσειν
ἐννοσίγαιον
,
ὅ
τοι
κότον
ἔνθετο
θυμῷ
χωόμενος
ὅτι
οἱ
υἱὸν
φίλον
ἐξαλάωσας
.
ἀλλʼ
ἔτι
μέν
κε
καὶ
ὣς
κακά
περ
πάσχοντες
ἵκοισθε
,
αἴ
κʼ
ἐθέλῃς
σὸν
θυμὸν
ἐρυκακέειν
καὶ
ἑταίρων
,
105
ὁππότε
κε
πρῶτον
πελάσῃς
ἐυεργέα
νῆα
Θρινακίῃ
νήσῳ
,
προφυγὼν
ἰοειδέα
πόντον
,
βοσκομένας
δʼ
εὕρητε
βόας
καὶ
ἴφια
μῆλα
Ἠελίου
,
ὃς
πάντʼ
ἐφορᾷ
καὶ
πάντʼ
ἐπακούει
.
τὰς
εἰ
μέν
κʼ
ἀσινέας
ἐάᾳς
νόστου
τε
μέδηαι
,
110
καί
κεν
ἔτʼ
εἰς
Ἰθάκην
κακά
περ
πάσχοντες
ἵκοισθε
·
εἰ
δέ
κε
σίνηαι
,
τότε
τοι
τεκμαίρομʼ
ὄλεθρον
,
νηί
τε
καὶ
ἑτάροις
.
αὐτὸς
δʼ
εἴ
πέρ
κεν
ἀλύξῃς
,
ὀψὲ
κακῶς
νεῖαι
,
ὀλέσας
ἄπο
πάντας
ἑταίρους
,
νηὸς
ἐπʼ
ἀλλοτρίης
·
δήεις
δʼ
ἐν
πήματα
οἴκῳ
,
115
ἄνδρας
ὑπερφιάλους
,
οἵ
τοι
βίοτον
κατέδουσι
μνώμενοι
ἀντιθέην
ἄλοχον
καὶ
ἕδνα
διδόντες
.
ἀλλʼ
ἦ
τοι
κείνων
γε
βίας
ἀποτίσεαι
ἐλθών
·
αὐτὰρ
ἐπὴν
μνηστῆρας
ἐνὶ
μεγάροισι
τεοῖσι
κτείνῃς
ἠὲ
δόλῳ
ἢ
ἀμφαδὸν
ὀξέι
χαλκῷ
,
120
ἔρχεσθαι
δὴ
ἔπειτα
λαβὼν
ἐυῆρες
ἐρετμόν
,
εἰς
ὅ
κε
τοὺς
ἀφίκηαι
οἳ
οὐκ
ἴσασι
θάλασσαν
ἀνέρες
,
οὐδέ
θʼ
ἅλεσσι
μεμιγμένον
εἶδαρ
ἔδουσιν
·
οὐδʼ
ἄρα
τοί
γʼ
ἴσασι
νέας
φοινικοπαρῄους
οὐδʼ
ἐυήρεʼ
ἐρετμά
,
τά
τε
πτερὰ
νηυσὶ
πέλονται
.
125
σῆμα
δέ
τοι
ἐρέω
μάλʼ
ἀριφραδές
,
οὐδέ
σε
λήσει
·
ὁππότε
κεν
δή
τοι
συμβλήμενος
ἄλλος
ὁδίτης
φήῃ
ἀθηρηλοιγὸν
ἔχειν
ἀνὰ
φαιδίμῳ
ὤμῳ
,
καὶ
τότε
δὴ
γαίῃ
πήξας
ἐυῆρες
ἐρετμόν
,
ῥέξας
ἱερὰ
καλὰ
Ποσειδάωνι
ἄνακτι
,
130
ἀρνειὸν
ταῦρόν
τε
συῶν
τʼ
ἐπιβήτορα
κάπρον
,
οἴκαδʼ
ἀποστείχειν
ἔρδειν
θʼ
ἱερᾶς
ἑκατόμβας
ἀθανάτοισι
θεοῖσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσι
,
πᾶσι
μάλʼ
ἑξείης
.
θάνατος
δέ
τοι
ἐξ
ἁλὸς
αὐτῷ
ἀβληχρὸς
μάλα
τοῖος
ἐλεύσεται
,
ὅς
κέ
σε
πέφνῃ
135
γήραι
ὕπο
λιπαρῷ
ἀρημένον
·
ἀμφὶ
δὲ
λαοὶ
ὄλβιοι
ἔσσονται
.
τὰ
δέ
τοι
νημερτέα
εἴρω
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
Τειρεσίη
,
τὰ
μὲν
ἄρ
που
ἐπέκλωσαν
θεοὶ
αὐτοί
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
·
140
μητρὸς
τήνδʼ
ὁρόω
ψυχὴν
κατατεθνηυίης
·
ἡ
δʼ
ἀκέουσʼ
ἧσται
σχεδὸν
αἵματος
,
οὐδʼ
ἑὸν
υἱὸν
ἔτλη
ἐσάντα
ἰδεῖν
οὐδὲ
προτιμυθήσασθαι
.
εἰπέ
,
ἄναξ
,
πῶς
κέν
με
ἀναγνοίη
τὸν
ἐόντα
;
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπεν
·
145
ῥηΐδιόν
τοι
ἔπος
ἐρέω
καὶ
ἐπὶ
φρεσὶ
θήσω
.
ὅν
τινα
μέν
κεν
ἐᾷς
νεκύων
κατατεθνηώτων
αἵματος
ἆσσον
ἴμεν
,
ὁ
δέ
τοι
νημερτὲς
ἐνίψει
·
ᾧ
δέ
κʼ
ἐπιφθονέῃς
,
ὁ
δέ
τοι
πάλιν
εἶσιν
ὀπίσσω
.
ὣς
φαμένη
ψυχὴ
μὲν
ἔβη
δόμον
Ἄϊδος
εἴσω
150
Τειρεσίαο
ἄνακτος
,
ἐπεὶ
κατὰ
θέσφατʼ
ἔλεξεν
·
αὐτὰρ
ἐγὼν
αὐτοῦ
μένον
ἔμπεδον
,
ὄφρʼ
ἐπὶ
μήτηρ
ἤλυθε
καὶ
πίεν
αἷμα
κελαινεφές
·
αὐτίκα
δʼ
ἔγνω
,
καί
μʼ
ὀλοφυρομένη
ἔπεα
πτερόεντα
προσηύδα
·
τέκνον
ἐμόν
,
πῶς
ἦλθες
ὑπὸ
ζόφον
ἠερόεντα
155
ζωὸς
ἐών
;
χαλεπὸν
δὲ
τάδε
ζωοῖσιν
ὁρᾶσθαι
.
μέσσῳ
γὰρ
μεγάλοι
ποταμοὶ
καὶ
δεινὰ
ῥέεθρα
,
Ὠκεανὸς
μὲν
πρῶτα
,
τὸν
οὔ
πως
ἔστι
περῆσαι
πεζὸν
ἐόντʼ
,
ἢν
μή
τις
ἔχῃ
ἐυεργέα
νῆα
.
ἦ
νῦν
δὴ
Τροίηθεν
ἀλώμενος
ἐνθάδʼ
ἱκάνεις
160
νηί
τε
καὶ
ἑτάροισι
πολὺν
χρόνον
;
οὐδέ
πω
ἦλθες
εἰς
Ἰθάκην
,
οὐδʼ
εἶδες
ἐνὶ
μεγάροισι
γυναῖκα
;
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
μῆτερ
ἐμή
,
χρειώ
με
κατήγαγεν
εἰς
Ἀίδαο
ψυχῇ
χρησόμενον
Θηβαίου
Τειρεσίαο
·
165
οὐ
γάρ
πω
σχεδὸν
ἦλθον
Ἀχαιΐδος
,
οὐδέ
πω
ἁμῆς
γῆς
ἐπέβην
,
ἀλλʼ
αἰὲν
ἔχων
ἀλάλημαι
ὀιζύν
,
ἐξ
οὗ
τὰ
πρώτισθʼ
ἑπόμην
Ἀγαμέμνονι
δίῳ
Ἴλιον
εἰς
ἐύπωλον
,
ἵνα
Τρώεσσι
μαχοίμην
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
·
170
τίς
νύ
σε
κὴρ
ἐδάμασσε
τανηλεγέος
θανάτοιο
;
ἦ
δολιχὴ
νοῦσος
,
ἦ
Ἄρτεμις
ἰοχέαιρα
οἷς
ἀγανοῖς
βελέεσσιν
ἐποιχομένη
κατέπεφνεν
;
εἰπὲ
δέ
μοι
πατρός
τε
καὶ
υἱέος
,
ὃν
κατέλειπον
,
ἢ
ἔτι
πὰρ
κείνοισιν
ἐμὸν
γέρας
,
ἦέ
τις
ἤδη
175
ἀνδρῶν
ἄλλος
ἔχει
,
ἐμὲ
δʼ
οὐκέτι
φασὶ
νέεσθαι
.
εἰπὲ
δέ
μοι
μνηστῆς
ἀλόχου
βουλήν
τε
νόον
τε
,
ἠὲ
μένει
παρὰ
παιδὶ
καὶ
ἔμπεδα
πάντα
φυλάσσει
ἦ
ἤδη
μιν
ἔγημεν
Ἀχαιῶν
ὅς
τις
ἄριστος
.
ὣς
ἐφάμην
,
ἡ
δʼ
αὐτίκʼ
ἀμείβετο
πότνια
μήτηρ
·
180
καὶ
λίην
κείνη
γε
μένει
τετληότι
θυμῷ
σοῖσιν
ἐνὶ
μεγάροισιν
·
ὀιζυραὶ
δέ
οἱ
αἰεὶ
φθίνουσιν
νύκτες
τε
καὶ
ἤματα
δάκρυ
χεούσῃ
.
σὸν
δʼ
οὔ
πώ
τις
ἔχει
καλὸν
γέρας
,
ἀλλὰ
ἕκηλος
Τηλέμαχος
τεμένεα
νέμεται
καὶ
δαῖτας
ἐίσας
185
δαίνυται
,
ἃς
ἐπέοικε
δικασπόλον
ἄνδρʼ
ἀλεγύνειν
·
πάντες
γὰρ
καλέουσι
.
πατὴρ
δὲ
σὸς
αὐτόθι
μίμνει
ἀγρῷ
,
οὐδὲ
πόλινδε
κατέρχεται
.
οὐδέ
οἱ
εὐναὶ
δέμνια
καὶ
χλαῖναι
καὶ
ῥήγεα
σιγαλόεντα
,
ἀλλʼ
ὅ
γε
χεῖμα
μὲν
εὕδει
ὅθι
δμῶες
ἐνὶ
οἴκῳ
,
190
ἐν
κόνι
ἄγχι
πυρός
,
κακὰ
δὲ
χροῒ
εἵματα
εἷται
·
αὐτὰρ
ἐπὴν
ἔλθῃσι
θέρος
τεθαλυῖά
τʼ
ὀπώρη
,
πάντῃ
οἱ
κατὰ
γουνὸν
ἀλωῆς
οἰνοπέδοιο
φύλλων
κεκλιμένων
χθαμαλαὶ
βεβλήαται
εὐναί
.
ἔνθʼ
ὅ
γε
κεῖτʼ
ἀχέων
,
μέγα
δὲ
φρεσὶ
πένθος
ἀέξει
195
σὸν
νόστον
ποθέων
,
χαλεπὸν
δʼ
ἐπὶ
γῆρας
ἱκάνει
.
οὕτω
γὰρ
καὶ
ἐγὼν
ὀλόμην
καὶ
πότμον
ἐπέσπον
·
οὔτʼ
ἐμέ
γʼ
ἐν
μεγάροισιν
ἐύσκοπος
ἰοχέαιρα
οἷς
ἀγανοῖς
βελέεσσιν
ἐποιχομένη
κατέπεφνεν
,
οὔτε
τις
οὖν
μοι
νοῦσος
ἐπήλυθεν
,
ἥ
τε
μάλιστα
200
τηκεδόνι
στυγερῇ
μελέων
ἐξείλετο
θυμόν
·
ἀλλά
με
σός
τε
πόθος
σά
τε
μήδεα
,
φαίδιμʼ
Ὀδυσσεῦ
,
σή
τʼ
ἀγανοφροσύνη
μελιηδέα
θυμὸν
ἀπηύρα
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
γʼ
ἔθελον
φρεσὶ
μερμηρίξας
μητρὸς
ἐμῆς
ψυχὴν
ἑλέειν
κατατεθνηυίης
.
205
τρὶς
μὲν
ἐφωρμήθην
,
ἑλέειν
τέ
με
θυμὸς
ἀνώγει
,
τρὶς
δέ
μοι
ἐκ
χειρῶν
σκιῇ
εἴκελον
ἢ
καὶ
ὀνείρῳ
ἔπτατʼ
.
ἐμοὶ
δʼ
ἄχος
ὀξὺ
γενέσκετο
κηρόθι
μᾶλλον
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδων
·
μῆτερ
ἐμή
,
τί
νύ
μʼ
οὐ
μίμνεις
ἑλέειν
μεμαῶτα
,
210
ὄφρα
καὶ
εἰν
Ἀίδαο
φίλας
περὶ
χεῖρε
βαλόντε
ἀμφοτέρω
κρυεροῖο
τεταρπώμεσθα
γόοιο
;
ἦ
τί
μοι
εἴδωλον
τόδʼ
ἀγαυὴ
Περσεφόνεια
ὤτρυνʼ
,
ὄφρʼ
ἔτι
μᾶλλον
ὀδυρόμενος
στεναχίζω
;
ὣς
ἐφάμην
,
ἡ
δʼ
αὐτίκʼ
ἀμείβετο
πότνια
μήτηρ
·
215
ὤ
μοι
,
τέκνον
ἐμόν
,
περὶ
πάντων
κάμμορε
φωτῶν
,
οὔ
τί
σε
Περσεφόνεια
Διὸς
θυγάτηρ
ἀπαφίσκει
,
ἀλλʼ
αὕτη
δίκη
ἐστὶ
βροτῶν
,
ὅτε
τίς
κε
θάνῃσιν
·
οὐ
γὰρ
ἔτι
σάρκας
τε
καὶ
ὀστέα
ἶνες
ἔχουσιν
,
ἀλλὰ
τὰ
μέν
τε
πυρὸς
κρατερὸν
μένος
αἰθομένοιο
220
δαμνᾷ
,
ἐπεί
κε
πρῶτα
λίπῃ
λεύκʼ
ὀστέα
θυμός
,
ψυχὴ
δʼ
ἠύτʼ
ὄνειρος
ἀποπταμένη
πεπότηται
.
ἀλλὰ
φόωσδε
τάχιστα
λιλαίεο
·
ταῦτα
δὲ
πάντα
ἴσθʼ
,
ἵνα
καὶ
μετόπισθε
τεῇ
εἴπῃσθα
γυναικί
.
νῶι
μὲν
ὣς
ἐπέεσσιν
ἀμειβόμεθʼ
,
αἱ
δὲ
γυναῖκες
225
ἤλυθον
,
ὤτρυνεν
γὰρ
ἀγαυὴ
Περσεφόνεια
,
ὅσσαι
ἀριστήων
ἄλοχοι
ἔσαν
ἠδὲ
θύγατρες
.
αἱ
δʼ
ἀμφʼ
αἷμα
κελαινὸν
ἀολλέες
ἠγερέθοντο
,
αὐτὰρ
ἐγὼ
βούλευον
ὅπως
ἐρέοιμι
ἑκάστην
.
ἥδε
δέ
μοι
κατὰ
θυμὸν
ἀρίστη
φαίνετο
βουλή
·
230
σπασσάμενος
τανύηκες
ἄορ
παχέος
παρὰ
μηροῦ
οὐκ
εἴων
πίνειν
ἅμα
πάσας
αἷμα
κελαινόν
.
αἱ
δὲ
προμνηστῖναι
ἐπήισαν
,
ἠδὲ
ἑκάστη
ὃν
γόνον
ἐξαγόρευεν
·
ἐγὼ
δʼ
ἐρέεινον
ἁπάσας
.
ἔνθʼ
ἦ
τοι
πρώτην
Τυρὼ
ἴδον
εὐπατέρειαν
,
235
ἣ
φάτο
Σαλμωνῆος
ἀμύμονος
ἔκγονος
εἶναι
,
φῆ
δὲ
Κρηθῆος
γυνὴ
ἔμμεναι
Αἰολίδαο
·
ἣ
ποταμοῦ
ἠράσσατʼ
Ἐνιπῆος
θείοιο
,
ὃς
πολὺ
κάλλιστος
ποταμῶν
ἐπὶ
γαῖαν
ἵησι
,
καί
ῥʼ
ἐπʼ
Ἐνιπῆος
πωλέσκετο
καλὰ
ῥέεθρα
.
240
τῷ
δʼ
ἄρα
εἰσάμενος
γαιήοχος
ἐννοσίγαιος
ἐν
προχοῇς
ποταμοῦ
παρελέξατο
δινήεντος
·
πορφύρεον
δʼ
ἄρα
κῦμα
περιστάθη
,
οὔρεϊ
ἶσον
,
κυρτωθέν
,
κρύψεν
δὲ
θεὸν
θνητήν
τε
γυναῖκα
.
λῦσε
δὲ
παρθενίην
ζώνην
,
κατὰ
δʼ
ὕπνον
ἔχευεν
.
245
αὐτὰρ
ἐπεί
ῥʼ
ἐτέλεσσε
θεὸς
φιλοτήσια
ἔργα
,
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρί
,
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
χαῖρε
,
γύναι
,
φιλότητι
·
περιπλομένου
δʼ
ἐνιαυτοῦ
τέξεις
ἀγλαὰ
τέκνα
,
ἐπεὶ
οὐκ
ἀποφώλιοι
εὐναὶ
ἀθανάτων
·
σὺ
δὲ
τοὺς
κομέειν
ἀτιταλλέμεναί
τε
.
250
νῦν
δʼ
ἔρχευ
πρὸς
δῶμα
,
καὶ
ἴσχεο
μηδʼ
ὀνομήνῃς
·
αὐτὰρ
ἐγώ
τοί
εἰμι
Ποσειδάων
ἐνοσίχθων
.
ὣς
εἰπὼν
ὑπὸ
πόντον
ἐδύσετο
κυμαίνοντα
.
ἡ
δʼ
ὑποκυσαμένη
Πελίην
τέκε
καὶ
Νηλῆα
,
τὼ
κρατερὼ
θεράποντε
Διὸς
μεγάλοιο
γενέσθην
255
ἀμφοτέρω
·
Πελίης
μὲν
ἐν
εὐρυχόρῳ
Ἰαωλκῷ
ναῖε
πολύρρηνος
,
ὁ
δʼ
ἄρʼ
ἐν
Πύλῳ
ἠμαθόεντι
.
τοὺς
δʼ
ἑτέρους
Κρηθῆι
τέκεν
βασίλεια
γυναικῶν
,
Αἴσονά
τʼ
ἠδὲ
Φέρητʼ
Ἀμυθάονά
θʼ
ἱππιοχάρμην
.
τὴν
δὲ
μετʼ
Ἀντιόπην
ἴδον
,
Ἀσωποῖο
θύγατρα
,
260
ἣ
δὴ
καὶ
Διὸς
εὔχετʼ
ἐν
ἀγκοίνῃσιν
ἰαῦσαι
,
καί
ῥʼ
ἔτεκεν
δύο
παῖδʼ
,
Ἀμφίονά
τε
Ζῆθόν
τε
,
οἳ
πρῶτοι
Θήβης
ἕδος
ἔκτισαν
ἑπταπύλοιο
,
πύργωσάν
τʼ
,
ἐπεὶ
οὐ
μὲν
ἀπύργωτόν
γʼ
ἐδύναντο
ναιέμεν
εὐρύχορον
Θήβην
,
κρατερώ
περ
ἐόντε
.
265
τὴν
δὲ
μετʼ
Ἀλκμήνην
ἴδον
,
Ἀμφιτρύωνος
ἄκοιτιν
,
ἥ
ῥʼ
Ἡρακλῆα
θρασυμέμνονα
θυμολέοντα
γείνατʼ
ἐν
ἀγκοίνῃσι
Διὸς
μεγάλοιο
μιγεῖσα
·
καὶ
Μεγάρην
,
Κρείοντος
ὑπερθύμοιο
θύγατρα
,
τὴν
ἔχεν
Ἀμφιτρύωνος
υἱὸς
μένος
αἰὲν
ἀτειρής
.
270
μητέρα
τʼ
Οἰδιπόδαο
ἴδον
,
καλὴν
Ἐπικάστην
,
ἣ
μέγα
ἔργον
ἔρεξεν
ἀιδρείῃσι
νόοιο
γημαμένη
ᾧ
υἷι
·
ὁ
δʼ
ὃν
πατέρʼ
ἐξεναρίξας
γῆμεν
·
ἄφαρ
δʼ
ἀνάπυστα
θεοὶ
θέσαν
ἀνθρώποισιν
.
ἀλλʼ
ὁ
μὲν
ἐν
Θήβῃ
πολυηράτῳ
ἄλγεα
πάσχων
275
Καδμείων
ἤνασσε
θεῶν
ὀλοὰς
διὰ
βουλάς
·
ἡ
δʼ
ἔβη
εἰς
Ἀίδαο
πυλάρταο
κρατεροῖο
,
ἁψαμένη
βρόχον
αἰπὺν
ἀφʼ
ὑψηλοῖο
μελάθρου
,
ᾧ
ἄχεϊ
σχομένη
·
τῷ
δʼ
ἄλγεα
κάλλιπʼ
ὀπίσσω
πολλὰ
μάλʼ
,
ὅσσα
τε
μητρὸς
Ἐρινύες
ἐκτελέουσιν
.
280
καὶ
Χλῶριν
εἶδον
περικαλλέα
,
τήν
ποτε
Νηλεὺς
γῆμεν
ἑὸν
διὰ
κάλλος
,
ἐπεὶ
πόρε
μυρία
ἕδνα
,
ὁπλοτάτην
κούρην
Ἀμφίονος
Ἰασίδαο
,
ὅς
ποτʼ
ἐν
Ὀρχομενῷ
Μινυείῳ
ἶφι
ἄνασσεν
·
ἡ
δὲ
Πύλου
βασίλευε
,
τέκεν
δέ
οἱ
ἀγλαὰ
τέκνα
,
285
Νέστορά
τε
Χρόνιον
τε
Περικλύμενόν
τʼ
ἀγέρωχον
.
τοῖσι
δʼ
ἐπʼ
ἰφθίμην
Πηρὼ
τέκε
,
θαῦμα
βροτοῖσι
,
τὴν
πάντες
μνώοντο
περικτίται
·
οὐδʼ
ἄρα
Νηλεὺς
τῷ
ἐδίδου
ὃς
μὴ
ἕλικας
βόας
εὐρυμετώπους
ἐκ
Φυλάκης
ἐλάσειε
βίης
Ἰφικληείης
290
ἀργαλέας
·
τὰς
δʼ
οἶος
ὑπέσχετο
μάντις
ἀμύμων
ἐξελάαν
·
χαλεπὴ
δὲ
θεοῦ
κατὰ
μοῖρα
πέδησε
,
δεσμοί
τʼ
ἀργαλέοι
καὶ
βουκόλοι
ἀγροιῶται
.
ἀλλʼ
ὅτε
δὴ
μῆνές
τε
καὶ
ἡμέραι
ἐξετελεῦντο
ἂψ
περιτελλομένου
ἔτεος
καὶ
ἐπήλυθον
ὧραι
,
295
καὶ
τότε
δή
μιν
ἔλυσε
βίη
Ἰφικληείη
,
θέσφατα
πάντʼ
εἰπόντα
·
Διὸς
δʼ
ἐτελείετο
βουλή
.
καὶ
Λήδην
εἶδον
,
τὴν
Τυνδαρέου
παράκοιτιν
,
ἥ
ῥʼ
ὑπὸ
Τυνδαρέῳ
κρατερόφρονε
γείνατο
παῖδε
,
Κάστορά
θʼ
ἱππόδαμον
καὶ
πὺξ
ἀγαθὸν
Πολυδεύκεα
,
300
τοὺς
ἄμφω
ζωοὺς
κατέχει
φυσίζοος
αἶα
·
οἳ
καὶ
νέρθεν
γῆς
τιμὴν
πρὸς
Ζηνὸς
ἔχοντες
ἄλλοτε
μὲν
ζώουσʼ
ἑτερήμεροι
,
ἄλλοτε
δʼ
αὖτε
τεθνᾶσιν
·
τιμὴν
δὲ
λελόγχασιν
ἶσα
θεοῖσι
.
τὴν
δὲ
μετʼ
Ἰφιμέδειαν
,
Ἀλωῆος
παράκοιτιν
305
εἴσιδον
,
ἣ
δὴ
φάσκε
Ποσειδάωνι
μιγῆναι
,
καί
ῥʼ
ἔτεκεν
δύο
παῖδε
,
μινυνθαδίω
δʼ
ἐγενέσθην
,
Ὦτόν
τʼ
ἀντίθεον
τηλεκλειτόν
τʼ
Ἐφιάλτην
,
οὓς
δὴ
μηκίστους
θρέψε
ζείδωρος
ἄρουρα
καὶ
πολὺ
καλλίστους
μετά
γε
κλυτὸν
Ὠρίωνα
·
310
ἐννέωροι
γὰρ
τοί
γε
καὶ
ἐννεαπήχεες
ἦσαν
εὖρος
,
ἀτὰρ
μῆκός
γε
γενέσθην
ἐννεόργυιοι
.
οἵ
ῥα
καὶ
ἀθανάτοισιν
ἀπειλήτην
ἐν
Ὀλύμπῳ
φυλόπιδα
στήσειν
πολυάικος
πολέμοιο
.
Ὄσσαν
ἐπʼ
Οὐλύμπῳ
μέμασαν
θέμεν
,
αὐτὰρ
ἐπʼ
Ὄσσῃ
315
Πήλιον
εἰνοσίφυλλον
,
ἵνʼ
οὐρανὸς
ἀμβατὸς
εἴη
.
καί
νύ
κεν
ἐξετέλεσσαν
,
εἰ
ἥβης
μέτρον
ἵκοντο
·
ἀλλʼ
ὄλεσεν
Διὸς
υἱός
,
ὃν
ἠύκομος
τέκε
Λητώ
,
ἀμφοτέρω
,
πρίν
σφωιν
ὑπὸ
κροτάφοισιν
ἰούλους
ἀνθῆσαι
πυκάσαι
τε
γένυς
ἐυανθέι
λάχνῃ
.
320
Φαίδρην
τε
Πρόκριν
τε
ἴδον
καλήν
τʼ
Ἀριάδνην
,
κούρην
Μίνωος
ὀλοόφρονος
,
ἥν
ποτε
Θησεὺς
ἐκ
Κρήτης
ἐς
γουνὸν
Ἀθηνάων
ἱεράων
ἦγε
μέν
,
οὐδʼ
ἀπόνητο
·
πάρος
δέ
μιν
Ἄρτεμις
ἔκτα
Δίῃ
ἐν
ἀμφιρύτῃ
Διονύσου
μαρτυρίῃσιν
.
325
Μαῖράν
τε
Κλυμένην
τε
ἴδον
στυγερήν
τʼ
Ἐριφύλην
,
ἣ
χρυσὸν
φίλου
ἀνδρὸς
ἐδέξατο
τιμήεντα
.
πάσας
δʼ
οὐκ
ἂν
ἐγὼ
μυθήσομαι
οὐδʼ
ὀνομήνω
,
ὅσσας
ἡρώων
ἀλόχους
ἴδον
ἠδὲ
θύγατρας
·
πρὶν
γάρ
κεν
καὶ
νὺξ
φθῖτʼ
ἄμβροτος
.
ἀλλὰ
καὶ
ὥρη
330
εὕδειν
,
ἢ
ἐπὶ
νῆα
θοὴν
ἐλθόντʼ
ἐς
ἑταίρους
ἢ
αὐτοῦ
·
πομπὴ
δὲ
θεοῖς
ὑμῖν
τε
μελήσει
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
,
κηληθμῷ
δʼ
ἔσχοντο
κατὰ
μέγαρα
σκιόεντα
.
τοῖσιν
δʼ
Ἀρήτη
λευκώλενος
ἤρχετο
μύθων
.
335
Φαίηκες
,
πῶς
ὔμμιν
ἀνὴρ
ὅδε
φαίνεται
εἶναι
εἶδός
τε
μέγεθός
τε
ἰδὲ
φρένας
ἔνδον
ἐίσας
;
ξεῖνος
δʼ
αὖτʼ
ἐμός
ἐστιν
,
ἕκαστος
δʼ
ἔμμορε
τιμῆς
·
τῷ
μὴ
ἐπειγόμενοι
ἀποπέμπετε
,
μηδὲ
τὰ
δῶρα
οὕτω
χρηίζοντι
κολούετε
·
πολλὰ
γὰρ
ὑμῖν
340
κτήματʼ
ἐνὶ
μεγάροισι
θεῶν
ἰότητι
κέονται
.
τοῖσι
δὲ
καὶ
μετέειπε
γέρων
ἥρως
Ἐχένηος
,
ὃς
δὴ
Φαιήκων
ἀνδρῶν
προγενέστερος
ἦεν
·
ὦ
φίλοι
,
οὐ
μὰν
ἧμιν
ἀπὸ
σκοποῦ
οὐδʼ
ἀπὸ
δόξης
μυθεῖται
βασίλεια
περίφρων
·
ἀλλὰ
πίθεσθε
.
345
Ἀλκινόου
δʼ
ἐκ
τοῦδʼ
ἔχεται
ἔργον
τε
ἔπος
τε
.
τὸν
δʼ
αὖτʼ
Ἀλκίνοος
ἀπαμείβετο
φώνησέν
τε
·
τοῦτο
μὲν
οὕτω
δὴ
ἔσται
ἔπος
,
αἴ
κεν
ἐγώ
γε
ζωὸς
Φαιήκεσσι
φιληρέτμοισιν
ἀνάσσω
·
ξεῖνος
δὲ
τλήτω
μάλα
περ
νόστοιο
χατίζων
350
ἔμπης
οὖν
ἐπιμεῖναι
ἐς
αὔριον
,
εἰς
ὅ
κε
πᾶσαν
δωτίνην
τελέσω
·
πομπὴ
δʼ
ἄνδρεσσι
μελήσει
πᾶσι
,
μάλιστα
δʼ
ἐμοί
·
τοῦ
γὰρ
κράτος
ἔστʼ
ἐνὶ
δήμῳ
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Ἀλκίνοε
κρεῖον
,
πάντων
ἀριδείκετε
λαῶν
,
355
εἴ
με
καὶ
εἰς
ἐνιαυτὸν
ἀνώγοιτʼ
αὐτόθι
μίμνειν
,
πομπὴν
δʼ
ὀτρύνοιτε
καὶ
ἀγλαὰ
δῶρα
διδοῖτε
,
καὶ
κε
τὸ
βουλοίμην
,
καί
κεν
πολὺ
κέρδιον
εἴη
,
πλειοτέρῃ
σὺν
χειρὶ
φίλην
ἐς
πατρίδʼ
ἱκέσθαι
·
καί
κʼ
αἰδοιότερος
καὶ
φίλτερος
ἀνδράσιν
εἴην
360
πᾶσιν
,
ὅσοι
μʼ
Ἰθάκηνδε
ἰδοίατο
νοστήσαντα
.
τὸν
δʼ
αὖτʼ
Ἀλκίνοος
ἀπαμείβετο
φώνησέν
τε
·
ὦ
Ὀδυσεῦ
,
τὸ
μὲν
οὔ
τί
σʼ
ἐίσκομεν
εἰσορόωντες
,
ἠπεροπῆά
τʼ
ἔμεν
καὶ
ἐπίκλοπον
,
οἷά
τε
πολλοὺς
βόσκει
γαῖα
μέλαινα
πολυσπερέας
ἀνθρώπους
,
365
ψεύδεά
τʼ
ἀρτύνοντας
ὅθεν
κέ
τις
οὐδὲ
ἴδοιτο
·
σοὶ
δʼ
ἔπι
μὲν
μορφὴ
ἐπέων
,
ἔνι
δὲ
φρένες
ἐσθλαί
.
μῦθον
δʼ
ὡς
ὅτʼ
ἀοιδὸς
ἐπισταμένως
κατέλεξας
,
πάντων
τʼ
Ἀργείων
σέο
τʼ
αὐτοῦ
κήδεα
λυγρά
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
370
εἴ
τινας
ἀντιθέων
ἑτάρων
ἴδες
,
οἵ
τοι
ἅμʼ
αὐτῷ
Ἴλιον
εἰς
ἅμʼ
ἕποντο
καὶ
αὐτοῦ
πότμον
ἐπέσπον
.
νὺξ
δʼ
ἥδε
μάλα
μακρή
,
ἀθέσφατος
·
οὐδέ
πω
ὥρη
εὕδειν
ἐν
μεγάρῳ
,
σὺ
δέ
μοι
λέγε
θέσκελα
ἔργα
.
καί
κεν
ἐς
ἠῶ
δῖαν
ἀνασχοίμην
,
ὅτε
μοι
σὺ
375
τλαίης
ἐν
μεγάρῳ
τὰ
σὰ
κήδεα
μυθήσασθαι
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Ἀλκίνοε
κρεῖον
,
πάντων
ἀριδείκετε
λαῶν
,
ὥρη
μὲν
πολέων
μύθων
,
ὥρη
δὲ
καὶ
ὕπνου
·
εἰ
δʼ
ἔτʼ
ἀκουέμεναί
γε
λιλαίεαι
,
οὐκ
ἂν
ἐγώ
γε
380
τούτων
σοι
φθονέοιμι
καὶ
οἰκτρότερʼ
ἄλλʼ
ἀγορεύειν
,
κήδεʼ
ἐμῶν
ἑτάρων
,
οἳ
δὴ
μετόπισθεν
ὄλοντο
,
οἳ
Τρώων
μὲν
ὑπεξέφυγον
στονόεσσαν
ἀυτήν
,
ἐν
νόστῳ
δʼ
ἀπόλοντο
κακῆς
ἰότητι
γυναικός
.
αὐτὰρ
ἐπεὶ
ψυχὰς
μὲν
ἀπεσκέδασʼ
ἄλλυδις
ἄλλῃ
385
ἁγνὴ
Περσεφόνεια
γυναικῶν
θηλυτεράων
,
ἦλθε
δʼ
ἐπὶ
ψυχὴ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
ἀχνυμένη
·
περὶ
δʼ
ἄλλαι
ἀγηγέραθʼ
,
ὅσσοι
ἅμʼ
αὐτῷ
οἴκῳ
ἐν
Αἰγίσθοιο
θάνον
καὶ
πότμον
ἐπέσπον
.
ἔγνω
δʼ
αἶψʼ
ἔμʼ
ἐκεῖνος
,
ἐπεὶ
πίεν
αἷμα
κελαινόν
·
390
κλαῖε
δʼ
ὅ
γε
λιγέως
,
θαλερὸν
κατὰ
δάκρυον
εἴβων
,
πιτνὰς
εἰς
ἐμὲ
χεῖρας
,
ὀρέξασθαι
μενεαίνων
·
ἀλλʼ
οὐ
γάρ
οἱ
ἔτʼ
ἦν
ἲς
ἔμπεδος
οὐδέ
τι
κῖκυς
,
οἵη
περ
πάρος
ἔσκεν
ἐνὶ
γναμπτοῖσι
μέλεσσι
.
τὸν
μὲν
ἐγὼ
δάκρυσα
ἰδὼν
ἐλέησά
τε
θυμῷ
,
395
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδων
·
Ἀτρεΐδη
κύδιστε
,
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
,
τίς
νύ
σε
κὴρ
ἐδάμασσε
τανηλεγέος
θανάτοιο
;
ἦε
σέ
γʼ
ἐν
νήεσσι
Ποσειδάων
ἐδάμασσεν
ὄρσας
ἀργαλέων
ἀνέμων
ἀμέγαρτον
ἀυτμήν
;
400
ἦέ
σʼ
ἀνάρσιοι
ἄνδρες
ἐδηλήσαντʼ
ἐπὶ
χέρσου
βοῦς
περιταμνόμενον
ἠδʼ
οἰῶν
πώεα
καλά
,
ἠὲ
περὶ
πτόλιος
μαχεούμενον
ἠδὲ
γυναικῶν
;
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπε
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
405
οὔτʼ
ἐμέ
γʼ
ἐν
νήεσσι
Ποσειδάων
ἐδάμασσεν
ὄρσας
ἀργαλέων
ἀνέμων
ἀμέγαρτον
ἀυτμήν
,
οὔτε
μʼ
ἀνάρσιοι
ἄνδρες
ἐδηλήσαντʼ
ἐπὶ
χέρσου
,
ἀλλά
μοι
Αἴγισθος
τεύξας
θάνατόν
τε
μόρον
τε
ἔκτα
σὺν
οὐλομένῃ
ἀλόχῳ
,
οἶκόνδε
καλέσσας
,
410
δειπνίσσας
,
ὥς
τίς
τε
κατέκτανε
βοῦν
ἐπὶ
φάτνῃ
.
ὣς
θάνον
οἰκτίστῳ
θανάτῳ
·
περὶ
δʼ
ἄλλοι
ἑταῖροι
νωλεμέως
κτείνοντο
σύες
ὣς
ἀργιόδοντες
,
οἵ
ῥά
τʼ
ἐν
ἀφνειοῦ
ἀνδρὸς
μέγα
δυναμένοιο
ἢ
γάμῳ
ἢ
ἐράνῳ
ἢ
εἰλαπίνῃ
τεθαλυίῃ
.
415
ἤδη
μὲν
πολέων
φόνῳ
ἀνδρῶν
ἀντεβόλησας
,
μουνὰξ
κτεινομένων
καὶ
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
·
ἀλλά
κε
κεῖνα
μάλιστα
ἰδὼν
ὀλοφύραο
θυμῷ
,
ὡς
ἀμφὶ
κρητῆρα
τραπέζας
τε
πληθούσας
κείμεθʼ
ἐνὶ
μεγάρῳ
,
δάπεδον
δʼ
ἅπαν
αἵματι
θῦεν
.
420
οἰκτροτάτην
δʼ
ἤκουσα
ὄπα
Πριάμοιο
θυγατρός
,
Κασσάνδρης
,
τὴν
κτεῖνε
Κλυταιμνήστρη
δολόμητις
ἀμφʼ
ἐμοί
,
αὐτὰρ
ἐγὼ
ποτὶ
γαίῃ
χεῖρας
ἀείρων
βάλλον
ἀποθνήσκων
περὶ
φασγάνῳ
·
ἡ
δὲ
κυνῶπις
νοσφίσατʼ
,
οὐδέ
μοι
ἔτλη
ἰόντι
περ
εἰς
Ἀίδαο
425
χερσὶ
κατʼ
ὀφθαλμοὺς
ἑλέειν
σύν
τε
στόμʼ
ἐρεῖσαι
.
ὣς
οὐκ
αἰνότερον
καὶ
κύντερον
ἄλλο
γυναικός
,
ἥ
τις
δὴ
τοιαῦτα
μετὰ
φρεσὶν
ἔργα
βάληται
·
οἷον
δὴ
καὶ
κείνη
ἐμήσατο
ἔργον
ἀεικές
,
κουριδίῳ
τεύξασα
πόσει
φόνον
.
ἦ
τοι
ἔφην
γε
430
ἀσπάσιος
παίδεσσιν
ἰδὲ
δμώεσσιν
ἐμοῖσιν
οἴκαδʼ
ἐλεύσεσθαι
·
ἡ
δʼ
ἔξοχα
λυγρὰ
ἰδυῖα
οἷ
τε
κατʼ
αἶσχος
ἔχευε
καὶ
ἐσσομένῃσιν
ὀπίσσω
θηλυτέρῃσι
γυναιξί
,
καὶ
ἥ
κʼ
ἐυεργὸς
ἔῃσιν
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
435
ὢ
πόποι
,
ἦ
μάλα
δὴ
γόνον
Ἀτρέος
εὐρύοπα
Ζεὺς
ἐκπάγλως
ἤχθηρε
γυναικείας
διὰ
βουλὰς
ἐξ
ἀρχῆς
·
Ἑλένης
μὲν
ἀπωλόμεθʼ
εἵνεκα
πολλοί
,
σοὶ
δὲ
Κλυταιμνήστρη
δόλον
ἤρτυε
τηλόθʼ
ἐόντι
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπε
·
440
τῷ
νῦν
μή
ποτε
καὶ
σὺ
γυναικί
περ
ἤπιος
εἶναι
·
μή
οἱ
μῦθον
ἅπαντα
πιφαυσκέμεν
,
ὅν
κʼ
ἐὺ
εἰδῇς
,
ἀλλὰ
τὸ
μὲν
φάσθαι
,
τὸ
δὲ
καὶ
κεκρυμμένον
εἶναι
.
ἀλλʼ
οὐ
σοί
γʼ
,
Ὀδυσεῦ
,
φόνος
ἔσσεται
ἔκ
γε
γυναικός
·
λίην
γὰρ
πινυτή
τε
καὶ
εὖ
φρεσὶ
μήδεα
οἶδε
445
κούρη
Ἰκαρίοιο
,
περίφρων
Πηνελόπεια
.
ἦ
μέν
μιν
νύμφην
γε
νέην
κατελείπομεν
ἡμεῖς
ἐρχόμενοι
πόλεμόνδε
·
πάϊς
δέ
οἱ
ἦν
ἐπὶ
μαζῷ
νήπιος
,
ὅς
που
νῦν
γε
μετʼ
ἀνδρῶν
ἵζει
ἀριθμῷ
,
ὄλβιος
·
ἦ
γὰρ
τόν
γε
πατὴρ
φίλος
ὄψεται
ἐλθών
,
450
καὶ
κεῖνος
πατέρα
προσπτύξεται
,
ἣ
θέμις
ἐστίν
.
ἡ
δʼ
ἐμὴ
οὐδέ
περ
υἷος
ἐνιπλησθῆναι
ἄκοιτις
ὀφθαλμοῖσιν
ἔασε
·
πάρος
δέ
με
πέφνε
καὶ
αὐτόν
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
κρύβδην
,
μηδʼ
ἀναφανδά
,
φίλην
ἐς
πατρίδα
γαῖαν
455
νῆα
κατισχέμεναι
·
ἐπεὶ
οὐκέτι
πιστὰ
γυναιξίν
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
εἴ
που
ἔτι
ζώοντος
ἀκούετε
παιδὸς
ἐμοῖο
,
ἤ
που
ἐν
Ὀρχομενῷ
ἢ
ἐν
Πύλῳ
ἠμαθόεντι
,
ἤ
που
πὰρ
Μενελάῳ
ἐνὶ
Σπάρτῃ
εὐρείῃ
·
460
οὐ
γάρ
πω
τέθνηκεν
ἐπὶ
χθονὶ
δῖος
Ὀρέστης
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
Ἀτρεΐδη
,
τί
με
ταῦτα
διείρεαι
;
οὐδέ
τι
οἶδα
,
ζώει
ὅ
γʼ
ἦ
τέθνηκε
·
κακὸν
δʼ
ἀνεμώλια
βάζειν
.
νῶι
μὲν
ὣς
ἐπέεσσιν
ἀμειβομένω
στυγεροῖσιν
465
ἕσταμεν
ἀχνύμενοι
θαλερὸν
κατὰ
δάκρυ
χέοντες
·
ἦλθε
δʼ
ἐπὶ
ψυχὴ
Πηληϊάδεω
Ἀχιλῆος
καὶ
Πατροκλῆος
καὶ
ἀμύμονος
Ἀντιλόχοιο
Αἴαντός
θʼ
,
ὃς
ἄριστος
ἔην
εἶδός
τε
δέμας
τε
τῶν
ἄλλων
Δαναῶν
μετʼ
ἀμύμονα
Πηλεΐωνα
.
470
ἔγνω
δὲ
ψυχή
με
ποδώκεος
Αἰακίδαο
καί
ῥʼ
ὀλοφυρομένη
ἔπεα
πτερόεντα
προσηύδα
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
σχέτλιε
,
τίπτʼ
ἔτι
μεῖζον
ἐνὶ
φρεσὶ
μήσεαι
ἔργον
;
πῶς
ἔτλης
Ἄϊδόσδε
κατελθέμεν
,
ἔνθα
τε
νεκροὶ
475
ἀφραδέες
ναίουσι
,
βροτῶν
εἴδωλα
καμόντων
;
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
ὦ
Ἀχιλεῦ
Πηλῆος
υἱέ
,
μέγα
φέρτατʼ
Ἀχαιῶν
,
ἦλθον
Τειρεσίαο
κατὰ
χρέος
,
εἴ
τινα
βουλὴν
εἴποι
,
ὅπως
Ἰθάκην
ἐς
παιπαλόεσσαν
ἱκοίμην
·
480
οὐ
γάρ
πω
σχεδὸν
ἦλθον
Ἀχαιΐδος
,
οὐδέ
πω
ἁμῆς
γῆς
ἐπέβην
,
ἀλλʼ
αἰὲν
ἔχω
κακά
.
σεῖο
δʼ
,
Ἀχιλλεῦ
,
οὔ
τις
ἀνὴρ
προπάροιθε
μακάρτατος
οὔτʼ
ἄρʼ
ὀπίσσω
.
πρὶν
μὲν
γάρ
σε
ζωὸν
ἐτίομεν
ἶσα
θεοῖσιν
Ἀργεῖοι
,
νῦν
αὖτε
μέγα
κρατέεις
νεκύεσσιν
485
ἐνθάδʼ
ἐών
·
τῷ
μή
τι
θανὼν
ἀκαχίζευ
,
Ἀχιλλεῦ
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπε
·
μὴ
δή
μοι
θάνατόν
γε
παραύδα
,
φαίδιμʼ
Ὀδυσσεῦ
.
βουλοίμην
κʼ
ἐπάρουρος
ἐὼν
θητευέμεν
ἄλλῳ
,
ἀνδρὶ
παρʼ
ἀκλήρῳ
,
ᾧ
μὴ
βίοτος
πολὺς
εἴη
,
490
ἢ
πᾶσιν
νεκύεσσι
καταφθιμένοισιν
ἀνάσσειν
.
ἀλλʼ
ἄγε
μοι
τοῦ
παιδὸς
ἀγαυοῦ
μῦθον
ἐνίσπες
,
ἢ
ἕπετʼ
ἐς
πόλεμον
πρόμος
ἔμμεναι
,
ἦε
καὶ
οὐκί
.
εἰπὲ
δέ
μοι
Πηλῆος
ἀμύμονος
,
εἴ
τι
πέπυσσαι
,
ἢ
ἔτʼ
ἔχει
τιμὴν
πολέσιν
μετὰ
Μυρμιδόνεσσιν
,
495
ἦ
μιν
ἀτιμάζουσιν
ἀνʼ
Ἑλλάδα
τε
Φθίην
τε
,
οὕνεκά
μιν
κατὰ
γῆρας
ἔχει
χεῖράς
τε
πόδας
τε
.
οὐ
γὰρ
ἐγὼν
ἐπαρωγὸς
ὑπʼ
αὐγὰς
ἠελίοιο
,
τοῖος
ἐών
,
οἷός
ποτʼ
ἐνὶ
Τροίῃ
εὐρείῃ
πέφνον
λαὸν
ἄριστον
,
ἀμύνων
Ἀργείοισιν
·
500
εἰ
τοιόσδʼ
ἔλθοιμι
μίνυνθά
περ
ἐς
πατέρος
δῶ
·
τῷ
κέ
τεῳ
στύξαιμι
μένος
καὶ
χεῖρας
ἀάπτους
,
οἳ
κεῖνον
βιόωνται
ἐέργουσίν
τʼ
ἀπὸ
τιμῆς
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
ἦ
τοι
μὲν
Πηλῆος
ἀμύμονος
οὔ
τι
πέπυσμαι
,
505
αὐτάρ
τοι
παιδός
γε
Νεοπτολέμοιο
φίλοιο
πᾶσαν
ἀληθείην
μυθήσομαι
,
ὥς
με
κελεύεις
·
αὐτὸς
γάρ
μιν
ἐγὼ
κοίλης
ἐπὶ
νηὸς
ἐίσης
ἤγαγον
ἐκ
Σκύρου
μετʼ
ἐυκνήμιδας
Ἀχαιούς
.
ἦ
τοι
ὅτʼ
ἀμφὶ
πόλιν
Τροίην
φραζοίμεθα
βουλάς
,
510
αἰεὶ
πρῶτος
ἔβαζε
καὶ
οὐχ
ἡμάρτανε
μύθων
·
Νέστωρ
ἀντίθεος
καὶ
ἐγὼ
νικάσκομεν
οἴω
.
αὐτὰρ
ὅτʼ
ἐν
πεδίῳ
Τρώων
μαρναίμεθα
χαλκῷ
,
οὔ
ποτʼ
ἐνὶ
πληθυῖ
μένεν
ἀνδρῶν
οὐδʼ
ἐν
ὁμίλῳ
,
ἀλλὰ
πολὺ
προθέεσκε
τὸ
ὃν
μένος
οὐδενὶ
εἴκων
,
515
πολλοὺς
δʼ
ἄνδρας
ἔπεφνεν
ἐν
αἰνῇ
δηιοτῆτι
.
πάντας
δʼ
οὐκ
ἂν
ἐγὼ
μυθήσομαι
οὐδʼ
ὀνομήνω
,
ὅσσον
λαὸν
ἔπεφνεν
ἀμύνων
Ἀργείοισιν
,
ἀλλʼ
οἷον
τὸν
Τηλεφίδην
κατενήρατο
χαλκῷ
,
ἥρωʼ
Εὐρύπυλον
,
πολλοὶ
δʼ
ἀμφʼ
αὐτὸν
ἑταῖροι
520
Κήτειοι
κτείνοντο
γυναίων
εἵνεκα
δώρων
.
κεῖνον
δὴ
κάλλιστον
ἴδον
μετὰ
Μέμνονα
δῖον
.
αὐτὰρ
ὅτʼ
εἰς
ἵππον
κατεβαίνομεν
,
ὃν
κάμʼ
Ἐπειός
,
Ἀργείων
οἱ
ἄριστοι
,
ἐμοὶ
δʼ
ἐπὶ
πάντα
τέταλτο
,
ἠμὲν
ἀνακλῖναι
πυκινὸν
λόχον
ἠδʼ
ἐπιθεῖναι
,
525
ἔνθʼ
ἄλλοι
Δαναῶν
ἡγήτορες
ἠδὲ
μέδοντες
δάκρυά
τʼ
ὠμόργνυντο
τρέμον
θʼ
ὑπὸ
γυῖα
ἑκάστου
·
κεῖνον
δʼ
οὔ
ποτε
πάμπαν
ἐγὼν
ἴδον
ὀφθαλμοῖσιν
οὔτʼ
ὠχρήσαντα
χρόα
κάλλιμον
οὔτε
παρειῶν
δάκρυ
ὀμορξάμενον
·
ὁ
δέ
γε
μάλα
πόλλʼ
ἱκέτευεν
530
ἱππόθεν
ἐξέμεναι
,
ξίφεος
δʼ
ἐπεμαίετο
κώπην
καὶ
δόρυ
χαλκοβαρές
,
κακὰ
δὲ
Τρώεσσι
μενοίνα
.
ἀλλʼ
ὅτε
δὴ
Πριάμοιο
πόλιν
διεπέρσαμεν
αἰπήν
,
μοῖραν
καὶ
γέρας
ἐσθλὸν
ἔχων
ἐπὶ
νηὸς
ἔβαινεν
ἀσκηθής
,
οὔτʼ
ἂρ
βεβλημένος
ὀξέι
χαλκῷ
535
οὔτʼ
αὐτοσχεδίην
οὐτασμένος
,
οἷά
τε
πολλὰ
γίγνεται
ἐν
πολέμῳ
·
ἐπιμὶξ
δέ
τε
μαίνεται
Ἄρης
.
ὣς
ἐφάμην
,
ψυχὴ
δὲ
ποδώκεος
Αἰακίδαο
φοίτα
μακρὰ
βιβᾶσα
κατʼ
ἀσφοδελὸν
λειμῶνα
,
γηθοσύνη
ὅ
οἱ
υἱὸν
ἔφην
ἀριδείκετον
εἶναι
.
540
αἱ
δʼ
ἄλλαι
ψυχαὶ
νεκύων
κατατεθνηώτων
ἕστασαν
ἀχνύμεναι
,
εἴροντο
δὲ
κήδεʼ
ἑκάστη
.
οἴη
δʼ
Αἴαντος
ψυχὴ
Τελαμωνιάδαο
νόσφιν
ἀφεστήκει
,
κεχολωμένη
εἵνεκα
νίκης
,
τήν
μιν
ἐγὼ
νίκησα
δικαζόμενος
παρὰ
νηυσὶ
545
τεύχεσιν
ἀμφʼ
Ἀχιλῆος
·
ἔθηκε
δὲ
πότνια
μήτηρ
.
παῖδες
δὲ
Τρώων
δίκασαν
καὶ
Παλλὰς
Ἀθήνη
.
ὡς
δὴ
μὴ
ὄφελον
νικᾶν
τοιῷδʼ
ἐπʼ
ἀέθλῳ
·
τοίην
γὰρ
κεφαλὴν
ἕνεκʼ
αὐτῶν
γαῖα
κατέσχεν
,
Αἴανθʼ
,
ὃς
πέρι
μὲν
εἶδος
,
πέρι
δʼ
ἔργα
τέτυκτο
550
τῶν
ἄλλων
Δαναῶν
μετʼ
ἀμύμονα
Πηλεΐωνα
.
τὸν
μὲν
ἐγὼν
ἐπέεσσι
προσηύδων
μειλιχίοισιν
·
Αἶαν
,
παῖ
Τελαμῶνος
ἀμύμονος
,
οὐκ
ἄρʼ
ἔμελλες
οὐδὲ
θανὼν
λήσεσθαι
ἐμοὶ
χόλου
εἵνεκα
τευχέων
οὐλομένων
;
τὰ
δὲ
πῆμα
θεοὶ
θέσαν
Ἀργείοισι
,
555
τοῖος
γάρ
σφιν
πύργος
ἀπώλεο
·
σεῖο
δʼ
Ἀχαιοὶ
ἶσον
Ἀχιλλῆος
κεφαλῇ
Πηληϊάδαο
ἀχνύμεθα
φθιμένοιο
διαμπερές
·
οὐδέ
τις
ἄλλος
αἴτιος
,
ἀλλὰ
Ζεὺς
Δαναῶν
στρατὸν
αἰχμητάων
ἐκπάγλως
ἤχθηρε
,
τεῒν
δʼ
ἐπὶ
μοῖραν
ἔθηκεν
.
560
ἀλλʼ
ἄγε
δεῦρο
,
ἄναξ
,
ἵνʼ
ἔπος
καὶ
μῦθον
ἀκούσῃς
ἡμέτερον
·
δάμασον
δὲ
μένος
καὶ
ἀγήνορα
θυμόν
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
οὐδὲν
ἀμείβετο
,
βῆ
δὲ
μετʼ
ἄλλας
ψυχὰς
εἰς
Ἔρεβος
νεκύων
κατατεθνηώτων
.
ἔνθα
χʼ
ὅμως
προσέφη
κεχολωμένος
,
ἤ
κεν
ἐγὼ
τόν
·
565
ἀλλά
μοι
ἤθελε
θυμὸς
ἐνὶ
στήθεσσι
φίλοισι
τῶν
ἄλλων
ψυχὰς
ἰδέειν
κατατεθνηώτων
.
ἔνθʼ
ἦ
τοι
Μίνωα
ἴδον
,
Διὸς
ἀγλαὸν
υἱόν
,
χρύσεον
σκῆπτρον
ἔχοντα
,
θεμιστεύοντα
νέκυσσιν
,
ἥμενον
,
οἱ
δέ
μιν
ἀμφὶ
δίκας
εἴροντο
ἄνακτα
,
570
ἥμενοι
ἑσταότες
τε
κατʼ
εὐρυπυλὲς
Ἄϊδος
δῶ
.
τὸν
δὲ
μετʼ
Ὠρίωνα
πελώριον
εἰσενόησα
θῆρας
ὁμοῦ
εἰλεῦντα
κατʼ
ἀσφοδελὸν
λειμῶνα
,
τοὺς
αὐτὸς
κατέπεφνεν
ἐν
οἰοπόλοισιν
ὄρεσσι
χερσὶν
ἔχων
ῥόπαλον
παγχάλκεον
,
αἰὲν
ἀαγές
.
575
καὶ
Τιτυὸν
εἶδον
,
Γαίης
ἐρικυδέος
υἱόν
,
κείμενον
ἐν
δαπέδῳ
·
ὁ
δʼ
ἐπʼ
ἐννέα
κεῖτο
πέλεθρα
,
γῦπε
δέ
μιν
ἑκάτερθε
παρημένω
ἧπαρ
ἔκειρον
,
δέρτρον
ἔσω
δύνοντες
,
ὁ
δʼ
οὐκ
ἀπαμύνετο
χερσί
·
Λητὼ
γὰρ
ἕλκησε
,
Διὸς
κυδρὴν
παράκοιτιν
,
580
Πυθώδʼ
ἐρχομένην
διὰ
καλλιχόρου
Πανοπῆος
.
καὶ
μὴν
Τάνταλον
εἰσεῖδον
κρατέρʼ
ἄλγεʼ
ἔχοντα
ἑστεῶτʼ
ἐν
λίμνῃ
·
ἡ
δὲ
προσέπλαζε
γενείῳ
·
στεῦτο
δὲ
διψάων
,
πιέειν
δʼ
οὐκ
εἶχεν
ἑλέσθαι
·
ὁσσάκι
γὰρ
κύψειʼ
ὁ
γέρων
πιέειν
μενεαίνων
,
585
τοσσάχʼ
ὕδωρ
ἀπολέσκετʼ
ἀναβροχέν
,
ἀμφὶ
δὲ
ποσσὶ
γαῖα
μέλαινα
φάνεσκε
,
καταζήνασκε
δὲ
δαίμων
.
δένδρεα
δʼ
ὑψιπέτηλα
κατὰ
κρῆθεν
χέε
καρπόν
,
ὄγχναι
καὶ
ῥοιαὶ
καὶ
μηλέαι
ἀγλαόκαρποι
συκέαι
τε
γλυκεραὶ
καὶ
ἐλαῖαι
τηλεθόωσαι
·
590
τῶν
ὁπότʼ
ἰθύσειʼ
ὁ
γέρων
ἐπὶ
χερσὶ
μάσασθαι
,
τὰς
δʼ
ἄνεμος
ῥίπτασκε
ποτὶ
νέφεα
σκιόεντα
.
καὶ
μὴν
Σίσυφον
εἰσεῖδον
κρατέρʼ
ἄλγεʼ
ἔχοντα
λᾶαν
βαστάζοντα
πελώριον
ἀμφοτέρῃσιν
.
ἦ
τοι
ὁ
μὲν
σκηριπτόμενος
χερσίν
τε
ποσίν
τε
595
λᾶαν
ἄνω
ὤθεσκε
ποτὶ
λόφον
·
ἀλλʼ
ὅτε
μέλλοι
ἄκρον
ὑπερβαλέειν
,
τότʼ
ἀποστρέψασκε
κραταιίς
·
αὖτις
ἔπειτα
πέδονδε
κυλίνδετο
λᾶας
ἀναιδής
.
αὐτὰρ
ὅ
γʼ
ἂψ
ὤσασκε
τιταινόμενος
,
κατὰ
δʼ
ἱδρὼς
ἔρρεεν
ἐκ
μελέων
,
κονίη
δʼ
ἐκ
κρατὸς
ὀρώρει
.
600
τὸν
δὲ
μετʼ
εἰσενόησα
βίην
Ἡρακληείην
,
εἴδωλον
·
αὐτὸς
δὲ
μετʼ
ἀθανάτοισι
θεοῖσι
τέρπεται
ἐν
θαλίῃς
καὶ
ἔχει
καλλίσφυρον
Ἥβην
,
παῖδα
Διὸς
μεγάλοιο
καὶ
Ἥρης
χρυσοπεδίλου
.
ἀμφὶ
δέ
μιν
κλαγγὴ
νεκύων
ἦν
οἰωνῶν
ὥς
,
605
πάντοσʼ
ἀτυζομένων
·
ὁ
δʼ
ἐρεμνῇ
νυκτὶ
ἐοικώς
,
γυμνὸν
τόξον
ἔχων
καὶ
ἐπὶ
νευρῆφιν
ὀιστόν
,
δεινὸν
παπταίνων
,
αἰεὶ
βαλέοντι
ἐοικώς
.
σμερδαλέος
δέ
οἱ
ἀμφὶ
περὶ
στήθεσσιν
ἀορτὴρ
χρύσεος
ἦν
τελαμών
,
ἵνα
θέσκελα
ἔργα
τέτυκτο
,
610
ἄρκτοι
τʼ
ἀγρότεροί
τε
σύες
χαροποί
τε
λέοντες
,
ὑσμῖναί
τε
μάχαι
τε
φόνοι
τʼ
ἀνδροκτασίαι
τε
.
μὴ
τεχνησάμενος
μηδʼ
ἄλλο
τι
τεχνήσαιτο
,
ὃς
κεῖνον
τελαμῶνα
ἑῇ
ἐγκάτθετο
τέχνῃ
.
ἔγνω
δʼ
αὖτʼ
ἔμʼ
ἐκεῖνος
,
ἐπεὶ
ἴδεν
ὀφθαλμοῖσιν
,
615
καί
μʼ
ὀλοφυρόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
ἆ
δείλʼ
,
ἦ
τινὰ
καὶ
σὺ
κακὸν
μόρον
ἡγηλάζεις
,
ὅν
περ
ἐγὼν
ὀχέεσκον
ὑπʼ
αὐγὰς
ἠελίοιο
.
Ζηνὸς
μὲν
πάϊς
ἦα
Κρονίονος
,
αὐτὰρ
ὀιζὺν
620
εἶχον
ἀπειρεσίην
·
μάλα
γὰρ
πολὺ
χείρονι
φωτὶ
δεδμήμην
,
ὁ
δέ
μοι
χαλεποὺς
ἐπετέλλετʼ
ἀέθλους
.
καί
ποτέ
μʼ
ἐνθάδʼ
ἔπεμψε
κύνʼ
ἄξοντʼ
·
οὐ
γὰρ
ἔτʼ
ἄλλον
φράζετο
τοῦδέ
γέ
μοι
κρατερώτερον
εἶναι
ἄεθλον
·
τὸν
μὲν
ἐγὼν
ἀνένεικα
καὶ
ἤγαγον
ἐξ
Ἀίδαο
·
625
Ἑρμείας
δέ
μʼ
ἔπεμψεν
ἰδὲ
γλαυκῶπις
Ἀθήνη
.
ὣς
εἰπὼν
ὁ
μὲν
αὖτις
ἔβη
δόμον
Ἄϊδος
εἴσω
,
αὐτὰρ
ἐγὼν
αὐτοῦ
μένον
ἔμπεδον
,
εἴ
τις
ἔτʼ
ἔλθοι
ἀνδρῶν
ἡρώων
,
οἳ
δὴ
τὸ
πρόσθεν
ὄλοντο
.
καί
νύ
κʼ
ἔτι
προτέρους
ἴδον
ἀνέρας
,
οὓς
ἔθελόν
περ
,
630
Θησέα
Πειρίθοόν
τε
,
θεῶν
ἐρικυδέα
τέκνα
·
ἀλλὰ
πρὶν
ἐπὶ
ἔθνεʼ
ἀγείρετο
μυρία
νεκρῶν
ἠχῇ
θεσπεσίῃ
·
ἐμὲ
δὲ
χλωρὸν
δέος
ᾕρει
,
μή
μοι
Γοργείην
κεφαλὴν
δεινοῖο
πελώρου
ἐξ
Ἀίδεω
πέμψειεν
ἀγαυὴ
Περσεφόνεια
.
635
αὐτίκʼ
ἔπειτʼ
ἐπὶ
νῆα
κιὼν
ἐκέλευον
ἑταίρους
αὐτούς
τʼ
ἀμβαίνειν
ἀνά
τε
πρυμνήσια
λῦσαι
.
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
.
τὴν
δὲ
κατʼ
Ὠκεανὸν
ποταμὸν
φέρε
κῦμα
ῥόοιο
,
πρῶτα
μὲν
εἰρεσίῃ
,
μετέπειτα
δὲ
κάλλιμος
οὖρος
.
640
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.