Ἑρμῆς
δὲ
ψυχὰς
Κυλλήνιος
ἐξεκαλεῖτο
1
ἀνδρῶν
μνηστήρων
·
ἔχε
δὲ
ῥάβδον
μετὰ
χερσὶν
καλὴν
χρυσείην
,
τῇ
τʼ
ἀνδρῶν
ὄμματα
θέλγει
ὧν
ἐθέλει
,
τοὺς
δʼ
αὖτε
καὶ
ὑπνώοντας
ἐγείρει
·
τῇ
ῥʼ
ἄγε
κινήσας
,
ταὶ
δὲ
τρίζουσαι
ἕποντο
.
5
ὡς
δʼ
ὅτε
νυκτερίδες
μυχῷ
ἄντρου
θεσπεσίοιο
τρίζουσαι
ποτέονται
,
ἐπεί
κέ
τις
ἀποπέσῃσιν
ὁρμαθοῦ
ἐκ
πέτρης
,
ἀνά
τʼ
ἀλλήλῃσιν
ἔχονται
,
ὣς
αἱ
τετριγυῖαι
ἅμʼ
ἤϊσαν
·
ἦρχε
δʼ
ἄρα
σφιν
Ἑρμείας
ἀκάκητα
κατʼ
εὐρώεντα
κέλευθα
.
10
πὰρ
δʼ
ἴσαν
Ὠκεανοῦ
τε
ῥοὰς
καὶ
Λευκάδα
πέτρην
,
ἠδὲ
παρʼ
Ἠελίοιο
πύλας
καὶ
δῆμον
ὀνείρων
ἤϊσαν
·
αἶψα
δʼ
ἵκοντο
κατʼ
ἀσφοδελὸν
λειμῶνα
,
ἔνθα
τε
ναίουσι
ψυχαί
,
εἴδωλα
καμόντων
.
εὗρον
δὲ
ψυχὴν
Πηληϊάδεω
Ἀχιλῆος
15
καὶ
Πατροκλῆος
καὶ
ἀμύμονος
Ἀντιλόχοιο
Αἴαντός
θʼ
,
ὃς
ἄριστος
ἔην
εἶδός
τε
δέμας
τε
τῶν
ἄλλων
Δαναῶν
μετʼ
ἀμύμονα
Πηλεΐδαο
ὣς
οἱ
μὲν
περὶ
κεῖνον
ὁμίλεον
·
ἀγχίμολον
δὲ
ἤλυθʼ
ἔπι
ψυχὴ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
20
ἀχνυμένη
·
περὶ
δʼ
ἄλλαι
ἀγηγέραθʼ
,
ὅσσαι
ἅμʼ
αὐτῷ
οἴκῳ
ἐν
Αἰγίσθοιο
θάνον
καὶ
πότμον
ἐπέσπον
.
τὸν
προτέρη
ψυχὴ
προσεφώνεε
Πηλεΐωνος
·
Ἀτρεΐδη
,
περὶ
μέν
σʼ
ἔφαμεν
Διὶ
τερπικεραύνῳ
ἀνδρῶν
ἡρώων
φίλον
ἔμμεναι
ἤματα
πάντα
,
25
οὕνεκα
πολλοῖσίν
τε
καὶ
ἰφθίμοισιν
ἄνασσες
δήμῳ
ἔνι
Τρώων
,
ὅθι
πάσχομεν
ἄλγεʼ
Ἀχαιοί
.
ἦ
τʼ
ἄρα
καὶ
σοὶ
πρῶϊ
παραστήσεσθαι
ἔμελλεν
μοῖρʼ
ὀλοή
,
τὴν
οὔ
τις
ἀλεύεται
ὅς
κε
γένηται
.
ὡς
ὄφελες
τιμῆς
ἀπονήμενος
,
ἧς
περ
ἄνασσες
,
30
δήμῳ
ἔνι
Τρώων
θάνατον
καὶ
πότμον
ἐπισπεῖν
·
τῷ
κέν
τοι
τύμβον
μὲν
ἐποίησαν
Παναχαιοί
,
ἠδέ
κε
καὶ
σῷ
παιδὶ
μέγα
κλέος
ἤραʼ
ὀπίσσω
·
νῦν
δʼ
ἄρα
σʼ
οἰκτίστῳ
θανάτῳ
εἵμαρτο
ἁλῶναι
.
τὸν
δʼ
αὖτε
ψυχὴ
προσεφώνεεν
Ἀτρείδαο
·
35
ὄλβιε
Πηλέος
υἱέ
,
θεοῖς
ἐπιείκελʼ
Ἀχιλλεῦ
,
ὃς
θάνες
ἐν
Τροίῃ
ἑκὰς
Ἄργεος
·
ἀμφὶ
δέ
σʼ
ἄλλοι
κτείνοντο
Τρώων
καὶ
Ἀχαιῶν
υἷες
ἄριστοι
,
μαρνάμενοι
περὶ
σεῖο
·
σὺ
δʼ
ἐν
στροφάλιγγι
κονίης
κεῖσο
μέγας
μεγαλωστί
,
λελασμένος
ἱπποσυνάων
.
40
ἡμεῖς
δὲ
πρόπαν
ἦμαρ
ἐμαρνάμεθʼ
·
οὐδέ
κε
πάμπαν
παυσάμεθα
πτολέμου
,
εἰ
μὴ
Ζεὺς
λαίλαπι
παῦσεν
.
αὐτὰρ
ἐπεί
σʼ
ἐπὶ
νῆας
ἐνείκαμεν
ἐκ
πολέμοιο
,
κάτθεμεν
ἐν
λεχέεσσι
,
καθήραντες
χρόα
καλὸν
ὕδατί
τε
λιαρῷ
καὶ
ἀλείφατι
·
πολλὰ
δέ
σʼ
ἀμφὶ
45
δάκρυα
θερμὰ
χέον
Δαναοὶ
κείροντό
τε
χαίτας
.
μήτηρ
δʼ
ἐξ
ἁλὸς
ἦλθε
σὺν
ἀθανάτῃς
ἁλίῃσιν
ἀγγελίης
ἀΐουσα
·
βοὴ
δʼ
ἐπὶ
πόντον
ὀρώρει
θεσπεσίη
,
ὑπὸ
δὲ
τρόμος
ἔλλαβε
πάντας
Ἀχαιούς
·
καί
νύ
κʼ
ἀναΐξαντες
ἔβαν
κοίλας
ἐπὶ
νῆας
,
50
εἰ
μὴ
ἀνὴρ
κατέρυκε
παλαιά
τε
πολλά
τε
εἰδώς
,
Νέστωρ
,
οὗ
καὶ
πρόσθεν
ἀρίστη
φαίνετο
βουλή
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
ἴσχεσθʼ
,
Ἀργεῖοι
,
μὴ
φεύγετε
,
κοῦροι
Ἀχαιῶν
·
μήτηρ
ἐξ
ἁλὸς
ἥδε
σὺν
ἀθανάτῃς
ἁλίῃσιν
55
ἔρχεται
,
οὗ
παιδὸς
τεθνηότος
ἀντιόωσα
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἔσχοντο
φόβου
μεγάθυμοι
Ἀχαιοί
·
ἀμφὶ
δέ
σʼ
ἔστησαν
κοῦραι
ἁλίοιο
γέροντος
οἴκτρʼ
ὀλοφυρόμεναι
,
περὶ
δʼ
ἄμβροτα
εἵματα
ἕσσαν
.
Μοῦσαι
δʼ
ἐννέα
πᾶσαι
ἀμειβόμεναι
ὀπὶ
καλῇ
60
θρήνεον
·
ἔνθα
κεν
οὔ
τινʼ
ἀδάκρυτόν
γʼ
ἐνόησας
Ἀργείων
·
τοῖον
γὰρ
ὑπώρορε
Μοῦσα
λίγεια
.
ἑπτὰ
δὲ
καὶ
δέκα
μέν
σε
ὁμῶς
νύκτας
τε
καὶ
ἦμαρ
κλαίομεν
ἀθάνατοί
τε
θεοὶ
θνητοί
τʼ
ἄνθρωποι
·
ὀκτωκαιδεκάτῃ
δʼ
ἔδομεν
πυρί
,
πολλὰ
δέ
σʼ
ἀμφὶ
65
μῆλα
κατεκτάνομεν
μάλα
πίονα
καὶ
ἕλικας
βοῦς
.
καίεο
δʼ
ἔν
τʼ
ἐσθῆτι
θεῶν
καὶ
ἀλείφατι
πολλῷ
καὶ
μέλιτι
γλυκερῷ
·
πολλοὶ
δʼ
ἥρωες
Ἀχαιοὶ
τεύχεσιν
ἐρρώσαντο
πυρὴν
πέρι
καιομένοιο
,
πεζοί
θʼ
ἱππῆές
τε
·
πολὺς
δʼ
ὀρυμαγδὸς
ὀρώρει
70
αὐτὰρ
ἐπεὶ
δή
σε
φλὸξ
ἤνυσεν
Ἡφαίστοιο
,
ἠῶθεν
δή
τοι
λέγομεν
λεύκʼ
ὀστέʼ
,
Ἀχιλλεῦ
,
οἴνῳ
ἐν
ἀκρήτῳ
καὶ
ἀλείφατι
·
δῶκε
δὲ
μήτηρ
χρύσεον
ἀμφιφορῆα
·
Διωνύσοιο
δὲ
δῶρον
φάσκʼ
ἔμεναι
,
ἔργον
δὲ
περικλυτοῦ
Ἡφαίστοιο
.
75
ἐν
τῷ
τοι
κεῖται
λεύκʼ
ὀστέα
,
φαίδιμʼ
Ἀχιλλεῦ
,
μίγδα
δὲ
Πατρόκλοιο
Μενοιτιάδαο
θανόντος
,
χωρὶς
δʼ
Ἀντιλόχοιο
,
τὸν
ἔξοχα
τῖες
ἁπάντων
τῶν
ἄλλων
ἑτάρων
,
μετὰ
Πάτροκλόν
γε
θανόντα
.
ἀμφʼ
αὐτοῖσι
δʼ
ἔπειτα
μέγαν
καὶ
ἀμύμονα
τύμβον
80
χεύαμεν
Ἀργείων
ἱερὸς
στρατὸς
αἰχμητάων
ἀκτῇ
ἔπι
προὐχούσῃ
,
ἐπὶ
πλατεῖ
Ἑλλησπόντῳ
,
ὥς
κεν
τηλεφανὴς
ἐκ
ποντόφιν
ἀνδράσιν
εἴη
τοῖς
οἳ
νῦν
γεγάασι
καὶ
οἳ
μετόπισθεν
ἔσονται
.
μήτηρ
δʼ
αἰτήσασα
θεοὺς
περικαλλέʼ
ἄεθλα
85
θῆκε
μέσῳ
ἐν
ἀγῶνι
ἀριστήεσσιν
Ἀχαιῶν
.
ἤδη
μὲν
πολέων
τάφῳ
ἀνδρῶν
ἀντεβόλησας
ἡρώων
,
ὅτε
κέν
ποτʼ
ἀποφθιμένου
βασιλῆος
ζώννυνταί
τε
νέοι
καὶ
ἐπεντύνονται
ἄεθλα
·
ἀλλά
κε
κεῖνα
μάλιστα
ἰδὼν
θηήσαο
θυμῷ
,
90
οἷʼ
ἐπὶ
σοὶ
κατέθηκε
θεὰ
περικαλλέʼ
ἄεθλα
,
ἀργυρόπεζα
Θέτις
·
μάλα
γὰρ
φίλος
ἦσθα
θεοῖσιν
.
ὣς
σὺ
μὲν
οὐδὲ
θανὼν
ὄνομʼ
ὤλεσας
,
ἀλλά
τοι
αἰεὶ
πάντας
ἐπʼ
ἀνθρώπους
κλέος
ἔσσεται
ἐσθλόν
,
Ἀχιλλεῦ
,
αὐτὰρ
ἐμοὶ
τί
τόδʼ
ἦδος
,
ἐπεὶ
πόλεμον
τολύπευσα
;
95
ἐν
νόστῳ
γάρ
μοι
Ζεὺς
μήσατο
λυγρὸν
ὄλεθρον
Αἰγίσθου
ὑπὸ
χερσὶ
καὶ
οὐλομένης
ἀλόχοιο
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
ἀγχίμολον
δέ
σφʼ
ἦλθε
διάκτορος
ἀργεϊφόντης
,
ψυχὰς
μνηστήρων
κατάγων
Ὀδυσῆϊ
δαμέντων
,
100
τὼ
δʼ
ἄρα
θαμβήσαντʼ
ἰθὺς
κίον
,
ὡς
ἐσιδέσθην
.
ἔγνω
δὲ
ψυχὴ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
παῖδα
φίλον
Μελανῆος
,
ἀγακλυτὸν
Ἀμφιμέδοντα
·
ξεῖνος
γάρ
οἱ
ἔην
Ἰθάκῃ
ἔνι
οἰκία
ναίων
.
τὸν
προτέρη
ψυχὴ
προσεφώνεεν
Ἀτρεΐδαο
·
105
Ἀμφίμεδον
,
τί
παθόντες
ἐρεμνὴν
γαῖαν
ἔδυτε
πάντες
κεκριμένοι
καὶ
ὁμήλικες
;
οὐδέ
κεν
ἄλλως
κρινάμενος
λέξαιτο
κατὰ
πτόλιν
ἄνδρας
ἀρίστους
.
ἦ
ὔμμʼ
ἐν
νήεσσι
Ποσειδάων
ἐδάμασσεν
,
ὄρσας
ἀργαλέους
ἀνέμους
καὶ
κύματα
μακρά
;
110
ἦ
που
ἀνάρσιοι
ἄνδρες
ἐδηλήσαντʼ
ἐπὶ
χέρσου
βοῦς
περιταμνομένους
ἠδʼ
οἰῶν
πώεα
καλά
,
ἠὲ
περὶ
πτόλιος
μαχεούμενοι
ἠδὲ
γυναικῶν
;
εἰπέ
μοι
εἰρομένῳ
·
ξεῖνος
δέ
τοι
εὔχομαι
εἶναι
.
ἦ
οὐ
μέμνῃ
ὅτε
κεῖσε
κατήλυθον
ὑμέτερον
δῶ
,
115
ὀτρυνέων
Ὀδυσῆα
σὺν
ἀντιθέῳ
Μενελάῳ
Ἴλιον
εἰς
ἅμʼ
ἕπεσθαι
ἐϋσσέλμων
ἐπὶ
νηῶν
;
μηνὶ
δʼ
ἄρʼ
οὔλῳ
πάντα
περήσαμεν
εὐρέα
πόντον
,
σπουδῇ
παρπεπιθόντες
Ὀδυσσῆα
πτολίπορθον
.
τὸν
δʼ
αὖτε
ψυχὴ
προσεφώνεεν
Ἀμφιμέδοντος
·
120
Ἀτρεΐδη
κύδιστε
,
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
,
μέμνημαι
τάδε
πάντα
,
διοτρεφές
,
ὡς
ἀγορεύεις
·
σοὶ
δʼ
ἐγὼ
εὖ
μάλα
πάντα
καὶ
ἀτρεκέως
καταλέξω
,
ἡμετέρου
θανάτοιο
κακὸν
τέλος
,
οἷον
ἐτύχθη
.
μνώμεθʼ
Ὀδυσσῆος
δὴν
οἰχομένοιο
δάμαρτα
·
125
ἡ
δʼ
οὔτʼ
ἠρνεῖτο
στυγερὸν
γάμον
οὔτʼ
ἐτελεύτα
,
ἡμῖν
φραζομένη
θάνατον
καὶ
κῆρα
μέλαιναν
,
ἀλλὰ
δόλον
τόνδʼ
ἄλλον
ἐνὶ
φρεσὶ
μερμήριξε
·
στησαμένη
μέγαν
ἱστὸν
ἐνὶ
μεγάροισιν
ὕφαινε
,
λεπτὸν
καὶ
περίμετρον
·
ἄφαρ
δʼ
ἡμῖν
μετέειπε
·
130
κοῦροι
ἐμοὶ
μνηστῆρες
,
ἐπεὶ
θάνε
δῖος
Ὀδυσσεύς
,
μίμνετʼ
ἐπειγόμενοι
τὸν
ἐμὸν
γάμον
,
εἰς
ὅ
κε
φᾶρος
ἐκτελέσω
,
μή
μοι
μεταμώνια
νήματʼ
ὄληται
,
Λαέρτῃ
ἥρωϊ
ταφήϊον
,
εἰς
ὅτε
κέν
μιν
μοῖρʼ
ὀλοὴ
καθέλῃσι
τανηλεγέος
θανάτοιο
,
135
μή
τίς
μοι
κατὰ
δῆμον
Ἀχαιϊάδων
νεμεσήσῃ
,
αἴ
κεν
ἄτερ
σπείρου
κεῖται
πολλὰ
κτεατίσσας
.
ὣς
ἔφαθʼ
,
ἡμῖν
δʼ
αὖτʼ
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ
.
ἔνθα
καὶ
ἠματίη
μὲν
ὑφαίνεσκεν
μέγαν
ἱστόν
,
νύκτας
δʼ
ἀλλύεσκεν
,
ἐπεὶ
δαΐδας
παραθεῖτο
.
140
ὣς
τρίετες
μὲν
ἔληθε
δόλῳ
καὶ
ἔπειθεν
Ἀχαιούς
·
ἀλλʼ
ὅτε
τέτρατον
ἦλθεν
ἔτος
καὶ
ἐπήλυθον
ὧραι
,
μηνῶν
φθινόντων
,
περὶ
δʼ
ἤματα
πόλλʼ
ἐτελέσθη
,
καὶ
τότε
δή
τις
ἔειπε
γυναικῶν
,
ἣ
σάφα
ᾔδη
,
καὶ
τήν
γʼ
ἀλλύουσαν
ἐφεύρομεν
ἀγλαὸν
ἱστόν
.
145
ὣς
τὸ
μὲν
ἐξετέλεσσε
καὶ
οὐκ
ἐθέλουσʼ
,
ὑπʼ
ἀνάγκης
.
εὖθʼ
ἡ
φᾶρος
ἔδειξεν
,
ὑφήνασα
μέγαν
ἱστόν
,
πλύνασʼ
,
ἠελίῳ
ἐναλίγκιον
ἠὲ
σελήνῃ
,
καὶ
τότε
δή
ῥʼ
Ὀδυσῆα
κακός
ποθεν
ἤγαγε
δαίμων
ἀγροῦ
ἐπʼ
ἐσχατιήν
,
ὅθι
δώματα
ναῖε
συβώτης
.
150
ἔνθʼ
ἦλθεν
φίλος
υἱὸς
Ὀδυσσῆος
θείοιο
,
ἐκ
Πύλου
ἠμαθόεντος
ἰὼν
σὺν
νηῒ
μελαίνῃ
·
τὼ
δὲ
μνηστῆρσιν
θάνατον
κακὸν
ἀρτύναντε
ἵκοντο
προτὶ
ἄστυ
περικλυτόν
,
ἦ
τοι
Ὀδυσσεὺς
ὕστερος
,
αὐτὰρ
Τηλέμαχος
πρόσθʼ
ἡγεμόνευε
.
155
τὸν
δὲ
συβώτης
ἦγε
κακὰ
χροῒ
εἵματʼ
ἔχοντα
,
πτωχῷ
λευγαλέῳ
ἐναλίγκιον
ἠδὲ
γέροντι
σκηπτόμενον
·
τὰ
δὲ
λυγρὰ
περὶ
χροῒ
εἵματα
ἕστο
·
οὐδέ
τις
ἡμείων
δύνατο
γνῶναι
τὸν
ἐόντα
ἐξαπίνης
προφανέντʼ
,
οὐδʼ
οἳ
προγενέστεροι
ἦσαν
,
160
ἀλλʼ
ἔπεσίν
τε
κακοῖσιν
ἐνίσσομεν
ἠδὲ
βολῇσιν
.
αὐτὰρ
ὁ
τῆος
ἐτόλμα
ἐνὶ
μεγάροισιν
ἑοῖσι
βαλλόμενος
καὶ
ἐνισσόμενος
τετληότι
θυμῷ
·
ἀλλʼ
ὅτε
δή
μιν
ἔγειρε
Διὸς
νοός
αἰγιόχοιο
,
σὺν
μὲν
Τηλεμάχῳ
περικαλλέα
τεύχεʼ
ἀείρας
165
ἐς
θάλαμον
κατέθηκε
καὶ
ἐκλήϊσεν
ὀχῆας
,
αὐτὰρ
ὁ
ἣν
ἄλοχον
πολυκερδείῃσιν
ἄνωγε
τόξον
μνηστήρεσσι
θέμεν
πολιόν
τε
σίδηρον
,
ἡμῖν
αἰνομόροισιν
ἀέθλια
καὶ
φόνου
ἀρχήν
.
οὐδέ
τις
ἡμείων
δύνατο
κρατεροῖο
βιοῖο
170
νευρὴν
ἐντανύσαι
,
πολλὸν
δʼ
ἐπιδευέες
ἦμεν
.
ἀλλʼ
ὅτε
χεῖρας
ἵκανεν
Ὀδυσσῆος
μέγα
τόξον
,
ἔνθʼ
ἡμεῖς
μὲν
πάντες
ὁμοκλέομεν
ἐπέεσσι
τόξον
μὴ
δόμεναι
,
μηδʼ
εἰ
μάλα
πολλʼ
ἀγορεύοι
·
Τηλέμαχος
δέ
μιν
οἶος
ἐποτρύνων
ἐκέλευσεν
.
175
αὐτὰρ
ὁ
δέξατο
χειρὶ
πολύτλας
δῖος
Ὀδυσσεύς
,
ῥηϊδίως
δʼ
ἐτάνυσσε
βιόν
,
διὰ
δʼ
ἧκε
σιδήρου
,
στῆ
δʼ
ἄρʼ
ἐπʼ
οὐδὸν
ἰών
,
ταχέας
δʼ
ἐκχεύατʼ
ὀϊστοὺς
δεινὸν
παπταίνων
,
βάλε
δʼ
Ἀντίνοον
βασιλῆα
.
αὐτὰρ
ἔπειτʼ
ἄλλοις
ἐφίει
βέλεα
στονόεντα
,
180
ἄντα
τιτυσκόμενος
·
τοὶ
δʼ
ἀγχιστῖνοι
ἔπιπτον
.
γνωτὸν
δʼ
ἦν
ὅ
ῥά
τίς
σφι
θεῶν
ἐπιτάρροθος
ἦεν
·
αὐτίκα
γὰρ
κατὰ
δώματʼ
ἐπισπόμενοι
μένεϊ
σφῷ
κτεῖνον
ἐπιστροφάδην
,
τῶν
δὲ
στόνος
ὤρνυτʼ
ἀεικὴς
κράτων
τυπτομένων
,
δάπεδον
δʼ
ἅπαν
αἵματι
θῦεν
.
185
ὣς
ἡμεῖς
,
Ἀγάμεμνον
,
ἀπωλόμεθʼ
,
ὧν
ἔτι
καὶ
νῦν
σώματʼ
ἀκηδέα
κεῖται
ἐνὶ
μεγάροις
Ὀδυσῆος
·
οὐ
γάρ
πω
ἴσασι
φίλοι
κατὰ
δώμαθʼ
ἑκάστου
,
οἵ
κʼ
ἀπονίψαντες
μέλανα
βρότον
ἐξ
ὠτειλέων
κατθέμενοι
γοάοιεν
·
ὃ
γὰρ
γέρας
ἐστὶ
θανόντων
.
190
τὸν
δʼ
αὖτε
ψυχὴ
προσεφώνεεν
Ἀτρεΐδαο
·
ὄλβιε
Λαέρταο
πάϊ
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
ἦ
ἄρα
σὺν
μεγάλῃ
ἀρετῇ
ἐκτήσω
ἄκοιτιν
.
ὡς
ἀγαθαὶ
φρένες
ἦσαν
ἀμύμονι
Πηνελοπείῃ
,
κούρῃ
Ἰκαρίου
·
ὡς
εὖ
μέμνητʼ
Ὀδυσῆος
,
195
ἀνδρὸς
κουριδίου
·
τῷ
οἱ
κλέος
οὔ
ποτʼ
ὀλεῖται
ἧς
ἀρετῆς
,
τεύξουσι
δʼ
ἐπιχθονίοισιν
ἀοιδὴν
ἀθάνατοι
χαρίεσσαν
ἐχέφρονι
Πηνελοπείῃ
,
οὐχ
ὡς
Τυνδαρέου
κούρη
κακὰ
μήσατο
ἔργα
,
κουρίδιον
κτείνασα
πόσιν
,
στυγερὴ
δέ
τʼ
ἀοιδὴ
200
ἔσσετʼ
ἐπʼ
ἀνθρώπους
,
χαλεπὴν
δέ
τε
φῆμιν
ὀπάσσει
θηλυτέρῃσι
γυναιξί
,
καὶ
ἥ
κʼ
εὐεργὸς
ἔῃσιν
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
ἑσταότʼ
εἰν
Ἀΐδαο
δόμοις
,
ὑπὸ
κεύθεσι
γαίης
·
οἱ
δʼ
ἐπεὶ
ἐκ
πόλιος
κατέβαν
,
τάχα
δʼ
ἀγρὸν
ἵκοντο
205
καλὸν
Λαέρταο
τετυγμένον
,
ὅν
ῥά
ποτʼ
αὐτὸς
Λαέρτης
κτεάτισσεν
,
ἐπεὶ
μάλα
πόλλʼ
ἐμόγησεν
.
ἔνθα
οἱ
οἶκος
ἔην
,
περὶ
δὲ
κλίσιον
θέε
πάντη
,
ἐν
τῷ
σιτέσκοντο
καὶ
ἵζανον
ἠδὲ
ἴαυον
δμῶες
ἀναγκαῖοι
,
τοί
οἱ
φίλα
ἐργάζοντο
.
210
ἐν
δὲ
γυνὴ
Σικελὴ
γρηῢς
πέλεν
,
ἥ
ῥα
γέροντα
ἐνδυκέως
κομέεσκεν
ἐπʼ
ἀγροῦ
,
νόσφι
πόληος
.
ἔνθʼ
Ὀδυσεὺς
δμώεσσι
καὶ
υἱέϊ
μῦθον
ἔειπεν
·
ὑμεῖς
μὲν
νῦν
ἔλθετʼ
ἐϋκτίμενον
δόμον
εἴσω
,
δεῖπνον
δʼ
αἶψα
συῶν
ἱερεύσατε
ὅς
τις
ἄριστος
·
215
αὐτὰρ
ἐγὼ
πατρὸς
πειρήσομαι
ἡμετέροιο
,
αἴ
κέ
μʼ
ἐπιγνώῃ
καὶ
φράσσεται
ὀφθαλμοῖσιν
,
ἦέ
κεν
ἀγνοιῇσι
,
πολὺν
χρόνον
ἀμφὶς
ἐόντα
.
ὣς
εἰπὼν
δμώεσσιν
ἀρήϊα
τεύχεʼ
ἔδωκεν
.
οἱ
μὲν
ἔπειτα
δόμονδε
θοῶς
κίον
,
αὐτὰρ
Ὀδυσσεὺς
220
ἆσσον
ἴεν
πολυκάρπου
ἀλωῆς
πειρητίζων
.
οὐδʼ
εὗρεν
Δολίον
,
μέγαν
ὄρχατον
ἐσκαταβαίνων
,
οὐδέ
τινα
δμώων
οὐδʼ
υἱῶν
·
ἀλλʼ
ἄρα
τοί
γε
αἱμασιὰς
λέξοντες
ἀλωῆς
ἔμμεναι
ἕρκος
ᾤχοντʼ
,
αὐτὰρ
ὁ
τοῖσι
γέρων
ὁδὸν
ἡγεμόνευε
.
225
τὸν
δʼ
οἶον
πατέρʼ
εὗρεν
ἐϋκτιμένῃ
ἐν
ἀλωῇ
,
λιστρεύοντα
φυτόν
·
ῥυπόωντα
δὲ
ἕστο
χιτῶνα
ῥαπτὸν
ἀεικέλιον
,
περὶ
δὲ
κνήμῃσι
βοείας
κνημῖδας
ῥαπτὰς
δέδετο
,
γραπτῦς
ἀλεείνων
,
χειρῖδάς
τʼ
ἐπὶ
χερσὶ
βάτων
ἕνεκʼ
·
αὐτὰρ
ὕπερθεν
230
αἰγείην
κυνέην
κεφαλῇ
ἔχε
,
πένθος
ἀέξων
.
τὸν
δʼ
ὡς
οὖν
ἐνόησε
πολύτλας
δῖος
Ὀδυσσεὺς
γήραϊ
τειρόμενον
,
μέγα
δὲ
φρεσὶ
πένθος
ἔχοντα
,
στὰς
ἄρʼ
ὑπὸ
βλωθρὴν
ὄγχνην
κατὰ
δάκρυον
εἶβε
.
μερμήριξε
δʼ
ἔπειτα
κατὰ
φρένα
καὶ
κατὰ
θυμὸν
235
κύσσαι
καὶ
περιφῦναι
ἑὸν
πατέρʼ
,
ἠδὲ
ἕκαστα
εἰπεῖν
,
ὡς
ἔλθοι
καὶ
ἵκοιτʼ
ἐς
πατρίδα
γαῖαν
,
ἦ
πρῶτʼ
ἐξερέοιτο
ἕκαστά
τε
πειρήσαιτο
.
ὧδε
δέ
οἱ
φρονέοντι
δοάσσατο
κέρδιον
εἶναι
,
πρῶτον
κερτομίοις
ἐπέεσσιν
πειρηθῆναι
.
240
τὰ
φρονέων
ἰθὺς
κίεν
αὐτοῦ
δῖος
Ὀδυσσεύς
.
ἦ
τοι
ὁ
μὲν
κατέχων
κεφαλὴν
φυτὸν
ἀμφελάχαινε
·
τὸν
δὲ
παριστάμενος
προσεφώνεε
φαίδιμος
υἱός
·
ὦ
γέρον
,
οὐκ
ἀδαημονίη
σʼ
ἔχει
ἀμφιπολεύειν
ὄρχατον
,
ἀλλʼ
εὖ
τοι
κομιδὴ
ἔχει
,
οὐδέ
τι
πάμπαν
,
245
οὐ
φυτόν
,
οὐ
συκέη
,
οὐκ
ἄμπελος
,
οὐ
μὲν
ἐλαίη
,
οὐκ
ὄγχνη
,
οὐ
πρασιή
τοι
ἄνευ
κομιδῆς
κατὰ
κῆπον
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δὲ
μὴ
χόλον
ἔνθεο
θυμῷ
αὐτόν
σʼ
οὐκ
ἀγαθὴ
κομιδὴ
ἔχει
,
ἀλλʼ
ἅμα
γῆρας
λυγρὸν
ἔχεις
αὐχμεῖς
τε
κακῶς
καὶ
ἀεικέα
ἕσσαι
.
250
οὐ
μὲν
ἀεργίης
γε
ἄναξ
ἕνεκʼ
οὔ
σε
κομίζει
,
οὐδέ
τί
τοι
δούλειον
ἐπιπρέπει
εἰσοράασθαι
εἶδος
καὶ
μέγεθος
·
βασιλῆϊ
γὰρ
ἀνδρὶ
ἔοικας
.
τοιούτῳ
δὲ
ἔοικας
,
ἐπεὶ
λούσαιτο
φάγοι
τε
,
εὑδέμεναι
μαλακῶς
·
ἡ
γὰρ
δίκη
ἐστὶ
γερόντων
.
255
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
τεῦ
δμὼς
εἶς
ἀνδρῶν
;
τεῦ
δʼ
ὄρχατον
ἀμφιπολεύεις
;
καὶ
μοι
τοῦτʼ
ἀγόρευσον
ἐτήτυμον
,
ὄφρʼ
ἐῢ
εἰδῶ
,
εἰ
ἐτεόν
γʼ
Ἰθάκην
τήνδʼ
ἱκόμεθʼ
,
ὥς
μοι
ἔειπεν
οὗτος
ἀνὴρ
νῦν
δὴ
ξυμβλήμενος
ἐνθάδʼ
ἰόντι
,
260
οὔ
τι
μάλʼ
ἀρτίφρων
,
ἐπεὶ
οὐ
τόλμησεν
ἕκαστα
εἰπεῖν
ἠδʼ
ἐπακοῦσαι
ἐμὸν
ἔπος
,
ὡς
ἐρέεινον
ἀμφὶ
ξείνῳ
ἐμῷ
,
ἤ
που
ζώει
τε
καὶ
ἔστιν
ἦ
ἤδη
τέθνηκε
καὶ
εἰν
Ἀΐδαο
δόμοισιν
.
ἐκ
γάρ
τοι
ἐρέω
,
σὺ
δὲ
σύνθεο
καί
μευ
ἄκουσον
·
265
ἄνδρα
ποτʼ
ἐξείνισσα
φίλῃ
ἐνὶ
πατρίδι
γαίῃ
ἡμέτερόνδʼ
ἐλθόντα
,
καὶ
οὔ
πω
τις
βροτὸς
ἄλλος
ξείνων
τηλεδαπῶν
φιλίων
ἐμὸν
ἵκετο
δῶμα
·
εὔχετο
δʼ
ἐξ
Ἰθάκης
γένος
ἔμμεναι
,
αὐτὰρ
ἔφασκε
Λαέρτην
Ἀρκεισιάδην
πατέρʼ
ἔμμεναι
αὐτῷ
.
270
τὸν
μὲν
ἐγὼ
πρὸς
δώματʼ
ἄγων
ἐῢ
ἐξείνισσα
,
ἐνδυκέως
φιλέων
,
πολλῶν
κατὰ
οἶκον
ἐόντων
,
καί
οἱ
δῶρα
πόρον
ξεινήϊα
,
οἷα
ἐῴκει
.
χρυσοῦ
μέν
οἱ
δῶκʼ
εὐεργέος
ἑπτὰ
τάλαντα
,
δῶκα
δέ
οἱ
κρητῆρα
πανάργυρον
ἀνθεμόεντα
,
275
δώδεκα
δʼ
ἁπλοΐδας
χλαίνας
,
τόσσους
δὲ
τάπητας
,
τόσσα
δὲ
φάρεα
καλά
,
τόσους
δʼ
ἐπὶ
τοῖσι
χιτῶνας
,
χωρὶς
δʼ
αὖτε
γυναῖκας
,
ἀμύμονα
ἔργα
ἰδυίας
,
τέσσαρας
εἰδαλίμας
,
ἃς
ἤθελεν
αὐτὸς
ἑλέσθαι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
πατὴρ
κατὰ
δάκρυον
εἴβων
·
280
ξεῖνʼ
,
ἦ
τοι
μὲν
γαῖαν
ἱκάνεις
,
ἣν
ἐρεείνεις
,
ὑβρισταὶ
δʼ
αὐτὴν
καὶ
ἀτάσθαλοι
ἄνδρες
ἔχουσιν
·
δῶρα
δʼ
ἐτώσια
ταῦτα
χαρίζεο
,
μυρίʼ
ὀπάζων
·
εἰ
γάρ
μιν
ζωόν
γʼ
ἐκίχεις
Ἰθάκης
ἐνὶ
δήμῳ
,
τῷ
κέν
σʼ
εὖ
δώροισιν
ἀμειψάμενος
ἀπέπεμψε
285
καὶ
ξενίῃ
ἀγαθῇ
ἡ
γὰρ
θέμις
,
ὅς
τις
ὑπάρξῃ
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
πόστον
δὴ
ἔτος
ἐστίν
,
ὅτε
ξείνισσας
ἐκεῖνον
σὸν
ξεῖνον
δύστηνον
,
ἐμὸν
παῖδʼ
,
εἴ
ποτʼ
ἔην
γε
,
δύσμορον
;
ὅν
που
τῆλε
φίλων
καὶ
πατρίδος
αἴης
290
ἠέ
που
ἐν
πόντῳ
φάγον
ἰχθύες
,
ἢ
ἐπὶ
χέρσου
θηρσὶ
καὶ
οἰωνοῖσιν
ἕλωρ
γένετʼ
·
οὐδέ
ἑ
μήτηρ
κλαῦσε
περιστείλασα
πατήρ
θʼ
,
οἵ
μιν
τεκόμεσθα
·
οὐδʼ
ἄλοχος
πολύδωρος
,
ἐχέφρων
Πηνελόπεια
,
κώκυσʼ
ἐν
λεχέεσσιν
ἑὸν
πόσιν
,
ὡς
ἐπεῴκει
,
295
ὀφθαλμοὺς
καθελοῦσα
·
τὸ
γὰρ
γέρας
ἐστὶ
θανόντων
.
καί
μοι
τοῦτʼ
ἀγόρευσον
ἐτήτυμον
,
ὄφρʼ
ἐῢ
εἰδῶ
·
τίς
πόθεν
εἶς
ἀνδρῶν
;
πόθι
τοι
πόλις
ἠδὲ
τοκῆες
;
ποῦ
δὲ
νηῦς
ἕστηκε
θοή
,
ἥ
σʼ
ἤγαγε
δεῦρο
ἀντιθέους
θʼ
ἑτάρους
;
ἦ
ἔμπορος
εἰλήλουθας
300
νηὸς
ἐπʼ
ἀλλοτρίης
,
οἱ
δʼ
ἐκβήσαντες
ἔβησαν
;
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
τοιγὰρ
ἐγώ
τοι
πάντα
μάλʼ
ἀτρεκέως
καταλέξω
.
εἰμὶ
μὲν
ἐξ
Ἀλύβαντος
,
ὅθι
κλυτὰ
δώματα
ναίω
,
υἱὸς
Ἀφείδαντος
Πολυπημονίδαο
ἄνακτος
·
305
αὐτὰρ
ἐμοί
γʼ
ὄνομʼ
ἐστὶν
Ἐπήριτος
·
ἀλλά
με
δαίμων
πλάγξʼ
ἀπὸ
Σικανίης
δεῦρʼ
ἐλθέμεν
οὐκ
ἐθέλοντα
·
νηῦς
δέ
μοι
ἥδʼ
ἕστηκεν
ἐπʼ
ἀγροῦ
νόσφι
πόληος
.
αὐτὰρ
Ὀδυσσῆϊ
τόδε
δὴ
πέμπτον
ἔτος
ἐστίν
,
ἐξ
οὗ
κεῖθεν
ἔβη
καὶ
ἐμῆς
ἀπελήλυθε
πάτρης
,
310
δύσμορος
·
ἦ
τέ
οἱ
ἐσθλοὶ
ἔσαν
ὄρνιθες
ἰόντι
,
δεξιοί
,
οἷς
χαίρων
μὲν
ἐγὼν
ἀπέπεμπον
ἐκεῖνον
,
χαῖρε
δὲ
κεῖνος
ἰών
·
θυμὸς
δʼ
ἔτι
νῶϊν
ἐώλπει
μίξεσθαι
ξενίῃ
ἠδʼ
ἀγλαὰ
δῶρα
διδώσειν
.
ὣς
φάτο
,
τὸν
δʼ
ἄχεος
νεφέλη
ἐκάλυψε
μέλαινα
·
315
ἀμφοτέρῃσι
δὲ
χερσὶν
ἑλὼν
κόνιν
αἰθαλόεσσαν
χεύατο
κὰκ
κεφαλῆς
πολιῆς
,
ἁδινὰ
στεναχίζων
.
τοῦ
δʼ
ὠρίνετο
θυμός
,
ἀνὰ
ῥῖνας
δέ
οἱ
ἤδη
δριμὺ
μένος
προὔτυψε
φίλον
πατέρʼ
εἰσορόωντι
.
κύσσε
δέ
μιν
περιφὺς
ἐπιάλμενος
,
ἠδὲ
προσηύδα
·
320
κεῖνος
μέν
τοι
ὅδʼ
αὐτὸς
ἐγώ
,
πάτερ
,
ὃν
σὺ
μεταλλᾷς
,
ἤλυθον
εἰκοστῷ
ἔτεϊ
ἐς
πατρίδα
γαῖαν
.
ἀλλʼ
ἴσχεο
κλαυθμοῖο
γόοιό
τε
δακρυόεντος
.
ἐκ
γάρ
τοι
ἐρέω
·
μάλα
δὲ
χρὴ
σπευδέμεν
ἔμπης
·
μνηστῆρας
κατέπεφνον
ἐν
ἡμετέροισι
δόμοισι
,
325
λώβην
τινύμενος
θυμαλγέα
καὶ
κακὰ
ἔργα
.
τὸν
δʼ
αὖ
Λαέρτης
ἀπαμείβετο
φώνησέν
τε
·
εἰ
μὲν
δὴ
Ὀδυσεύς
γε
ἐμὸς
πάϊς
ἐνθάδʼ
ἱκάνεις
,
σῆμά
τί
μοι
νῦν
εἰπὲ
ἀριφραδές
,
ὄφρα
πεποίθω
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
330
οὐλὴν
μὲν
πρῶτον
τήνδε
φράσαι
ὀφθαλμοῖσι
,
τὴν
ἐν
Παρνησῷ
μʼ
ἔλασεν
σῦς
λευκῷ
ὀδόντι
οἰχόμενον
·
σὺ
δέ
με
προΐεις
καὶ
πότνια
μήτηρ
ἐς
πατέρʼ
Αὐτόλυκον
μητρὸς
φίλον
,
ὄφρʼ
ἂν
ἑλοίμην
δῶρα
,
τὰ
δεῦρο
μολών
μοι
ὑπέσχετο
καὶ
κατένευσεν
.
335
εἰ
δʼ
ἄγε
τοι
καὶ
δένδρεʼ
ἐϋκτιμένην
κατʼ
ἀλωὴν
εἴπω
,
ἅ
μοί
ποτʼ
ἔδωκας
,
ἐγὼ
δʼ
ᾔτεόν
σε
ἕκαστα
παιδνὸς
ἐών
,
κατὰ
κῆπον
ἐπισπόμενος
·
διὰ
δʼ
αὐτῶν
ἱκνεύμεσθα
,
σὺ
δʼ
ὠνόμασας
καὶ
ἔειπες
ἕκαστα
.
ὄγχνας
μοι
δῶκας
τρισκαίδεκα
καὶ
δέκα
μηλέας
,
340
συκέας
τεσσαράκοντʼ
·
ὄρχους
δέ
μοι
ὧδʼ
ὀνόμηνας
δώσειν
πεντήκοντα
,
διατρύγιος
δὲ
ἕκαστος
ἤην
·
ἔνθα
δʼ
ἀνὰ
σταφυλαὶ
παντοῖαι
ἔασιν
—
ὁππότε
δὴ
Διὸς
ὧραι
ἐπιβρίσειαν
ὕπερθεν
.
ὣς
φάτο
,
τοῦ
δʼ
αὐτοῦ
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
,
345
σήματʼ
ἀναγνόντος
τά
οἱ
ἔμπεδα
πέφραδʼ
Ὀδυσσεύς
.
ἀμφὶ
δὲ
παιδὶ
φίλῳ
βάλε
πήχεε
·
τὸν
δὲ
ποτὶ
οἷ
εἷλεν
ἀποψύχοντα
πολύτλας
δῖος
Ὀδυσσεύς
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἄμπνυτο
καὶ
ἐς
φρένα
θυμὸς
ἀγέρθη
,
ἐξαῦτις
μύθοισιν
ἀμειβόμενος
προσέειπε
·
350
Ζεῦ
πάτερ
,
ἦ
ῥα
ἔτʼ
ἔστε
θεοὶ
κατὰ
μακρὸν
Ὄλυμπον
,
εἰ
ἐτεὸν
μνηστῆρες
ἀτάσθαλον
ὕβριν
ἔτισαν
.
νῦν
δʼ
αἰνῶς
δείδοικα
κατὰ
φρένα
μὴ
τάχα
πάντες
ἐνθάδʼ
ἐπέλθωσιν
Ἰθακήσιοι
,
ἀγγελίας
δὲ
πάντη
ἐποτρύνωσι
Κεφαλλήνων
πολίεσσι
.
355
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
θάρσει
,
μή
τοι
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μελόντων
.
ἀλλʼ
ἴομεν
προτὶ
οἶκον
,
ὃς
ὀρχάτου
ἐγγύθι
κεῖται
·
ἔνθα
δὲ
Τηλέμαχον
καὶ
βουκόλον
ἠδὲ
συβώτην
προὔπεμψʼ
,
ὡς
ἂν
δεῖπνον
ἐφοπλίσσωσι
τάχιστα
.
360
ὣς
ἄρα
φωνήσαντε
βάτην
πρὸς
δώματα
καλά
.
οἱ
δʼ
ὅτε
δή
ῥʼ
ἵκοντο
δόμους
εὖ
ναιετάοντας
,
εὗρον
Τηλέμαχον
καὶ
βουκόλον
ἠδὲ
συβώτην
ταμνομένους
κρέα
πολλὰ
κερῶντάς
τʼ
αἴθοπα
οἶνον
.
τόφρα
δὲ
Λαέρτην
μεγαλήτορα
ᾧ
ἐνὶ
οἴκῳ
365
ἀμφίπολος
Σικελὴ
λοῦσεν
καὶ
χρῖσεν
ἐλαίῳ
,
ἀμφὶ
δʼ
ἄρα
χλαῖναν
καλὴν
βάλεν
·
αὐτὰρ
Ἀθήνη
ἄγχι
παρισταμένη
μέλεʼ
ἤλδανε
ποιμένι
λαῶν
,
μείζονα
δʼ
ἠὲ
πάρος
καὶ
πάσσονα
θῆκεν
ἰδέσθαι
.
ἐκ
δʼ
ἀσαμίνθου
βῆ
·
θαύμαζε
δέ
μιν
φίλος
υἱός
,
370
ὡς
ἴδεν
ἀθανάτοισι
θεοῖς
ἐναλίγκιον
ἄντην
·
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ὦ
πάτερ
,
ἦ
μάλα
τίς
σε
θεῶν
αἰειγενετάων
εἶδός
τε
μέγεθός
τε
ἀμείνονα
θῆκεν
ἰδέσθαι
.
τὸν
δʼ
αὖ
Λαέρτης
πεπνυμένος
ἀντίον
ηὔδα
·
375
αἲ
γάρ
,
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
,
οἷος
Νήρικον
εἷλον
,
ἐϋκτίμενον
πτολίεθρον
,
ἀκτὴν
ἠπείροιο
,
Κεφαλλήνεσσιν
ἀνάσσων
,
τοῖος
ἐών
τοι
χθιζὸς
ἐν
ἡμετέροισι
δόμοισιν
,
τεύχεʼ
ἔχων
ὤμοισιν
,
ἐφεστάμεναι
καὶ
ἀμύνειν
380
ἄνδρας
μνηστῆρας
·
τῷ
κε
σφέων
γούνατʼ
ἔλυσα
πολλῶν
ἐν
μεγάροισι
,
σὺ
δὲ
φρένας
ἔνδον
ἐγήθεις
.
ὣς
οἷ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
.
οἱ
δʼ
ἐπεὶ
οὖν
παύσαντο
πόνου
τετύκοντό
τε
δαῖτα
,
ἑξείης
ἕζοντο
κατὰ
κλισμούς
τε
θρόνους
τε
·
385
ἔνθʼ
οἱ
μὲν
δείπνῳ
ἐπεχείρεον
,
ἀγχίμολον
δὲ
ἦλθʼ
ὁ
γέρων
Δολίος
,
σὺν
δʼ
υἱεῖς
τοῖο
γέροντος
,
ἐξ
ἔργων
μογέοντες
,
ἐπεὶ
προμολοῦσα
κάλεσσεν
μήτηρ
γρηῦς
Σικελή
,
ἥ
σφεας
τρέφε
καί
ῥα
γέροντα
ἐνδυκέως
κομέεσκεν
,
ἐπεὶ
κατὰ
γῆρας
ἔμαρψεν
.
390
οἱ
δʼ
ὡς
οὖν
Ὀδυσῆα
ἴδον
φράσσαντό
τε
θυμῷ
,
ἔσταν
ἐνὶ
μεγάροισι
τεθηπότες
·
αὐτὰρ
Ὀδυσσεὺς
μειλιχίοις
ἐπέεσσι
καθαπτόμενος
προσέειπεν
·
ὦ
γέρον
,
ἵζʼ
ἐπὶ
δεῖπνον
,
ἀπεκλελάθεσθε
δὲ
θάμβευς
·
δηρὸν
γὰρ
σίτῳ
ἐπιχειρήσειν
μεμαῶτες
395
μίμνομεν
ἐν
μεγάροις
,
ὑμέας
ποτιδέγμενοι
αἰεί
.
ὣς
ἄρ
ἔφη
,
Δολίος
δʼ
ἰθὺς
κίε
χεῖρε
πετάσσας
ἀμφοτέρας
,
Ὀδυσεῦς
δὲ
λαβὼν
κύσε
χεῖρʼ
ἐπὶ
καρπῷ
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
ὦ
φίλʼ
,
ἐπεὶ
νόστησας
ἐελδομένοισι
μάλʼ
ἡμῖν
400
οὐδʼ
ἔτʼ
ὀϊομένοισι
,
θεοὶ
δέ
σʼ
ἀνήγαγον
αὐτοί
,
οὖλέ
τε
καὶ
μάλα
χαῖρε
,
θεοὶ
δέ
τοι
ὄλβια
δοῖεν
.
καί
μοι
τοῦτʼ
ἀγόρευσον
ἐτήτυμον
,
ὄφρʼ
ἐῢ
εἰδῶ
,
ἢ
ἤδη
σάφα
οἶδε
περίφρων
Πηνελόπεια
νοστήσαντά
σε
δεῦρʼ
,
ἦ
ἄγγελον
ὀτρύνωμεν
.
405
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
ὦ
γέρον
,
ἤδη
οἶδε
·
τί
σε
χρὴ
ταῦτα
πένεσθαι
;
ὣς
φάθʼ
,
ὁ
δʼ
αὖτις
ἄρʼ
ἕζετʼ
ἐϋξέστου
ἐπὶ
δίφρου
.
ὣς
δʼ
αὔτως
παῖδες
Δολίου
κλυτὸν
ἀμφʼ
Ὀδυσῆα
δεικανόωντʼ
ἐπέεσσι
καὶ
ἐν
χείρεσσι
φύοντο
,
410
ἑξείης
δʼ
ἕζοντο
παραὶ
Δολίον
,
πατέρα
σφόν
.
ὣς
οἱ
μὲν
περὶ
δεῖπνον
ἐνὶ
μεγάροισι
πένοντο
·
Ὄσσα
δʼ
ἄρʼ
ἄγγελος
ὦκα
κατὰ
πτόλιν
ᾤχετο
πάντη
,
μνηστήρων
στυγερὸν
θάνατον
καὶ
κῆρʼ
ἐνέπουσα
.
οἱ
δʼ
ἄρʼ
ὁμῶς
ἀΐοντες
ἐφοίτων
ἄλλοθεν
ἄλλος
415
μυχμῷ
τε
στοναχῇ
τε
δόμων
προπάροιθʼ
Ὀδυσῆος
,
ἐκ
δὲ
νέκυς
οἴκων
φόρεον
καὶ
θάπτον
ἕκαστοι
,
τοὺς
δʼ
ἐξ
ἀλλάων
πολίων
οἶκόνδε
ἕκαστον
πέμπον
ἄγειν
ἁλιεῦσι
θοῇς
ἐπὶ
νηυσὶ
τιθέντες
·
αὐτοὶ
δʼ
εἰς
ἀγορὴν
κίον
ἀθρόοι
,
ἀχνύμενοι
κῆρ
.
420
αὐτὰρ
ἐπεί
ῥʼ
ἤγερθεν
ὁμηγερέες
τʼ
ἐγένοντο
,
τοῖσιν
δʼ
Εὐπείθης
ἀνά
θʼ
ἵστατο
καὶ
μετέειπε
·
παιδὸς
γάρ
οἱ
ἄλαστον
ἐνὶ
φρεσὶ
πένθος
ἔκειτο
,
Ἀντινόου
,
τὸν
πρῶτον
ἐνήρατο
δῖος
Ὀδυσσεύς
·
τοῦ
ὅ
γε
δάκρυ
χέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
425
ὦ
φίλοι
,
ἦ
μέγα
ἔργον
ἀνὴρ
ὅδʼ
ἐμήσατʼ
Ἀχαιούς
·
τοὺς
μὲν
σὺν
νήεσσιν
ἄγων
πολέας
τε
καὶ
ἐσθλοὺς
ὤλεσε
μὲν
νῆας
γλαφυράς
,
ἀπὸ
δʼ
ὤλεσε
λαούς
·
τοὺς
δʼ
ἐλθὼν
ἔκτεινε
Κεφαλλήνων
ὄχʼ
ἀρίστους
,
ἀλλʼ
ἄγετε
,
πρὶν
τοῦτον
ἢ
ἐς
Πύλον
ὦκα
ἱκέσθαι
430
ἢ
καὶ
ἐς
Ἤλιδα
δῖαν
,
ὅθι
κρατέουσιν
Ἐπειοί
,
ἴομεν
·
ἦ
καὶ
ἔπειτα
κατηφέες
ἐσσόμεθʼ
αἰεί
·
λώβη
γὰρ
τάδε
γʼ
ἐστὶ
καὶ
ἐσσομένοισι
πυθέσθαι
,
εἰ
δὴ
μὴ
παίδων
τε
κασιγνήτων
τε
φονῆας
τισόμεθʼ
.
οὐκ
ἂν
ἐμοί
γε
μετὰ
φρεσὶν
ἡδὺ
γένοιτο
435
ζωέμεν
,
ἀλλὰ
τάχιστα
θανὼν
φθιμένοισι
μετείην
.
ἀλλʼ
ἴομεν
,
μὴ
φθέωσι
περαιωθέντες
ἐκεῖνοι
.
ὣς
φάτο
δάκρυ
χέων
,
οἶκτος
δʼ
ἕλε
πάντας
Ἀχαιούς
.
ἀγχίμολον
δέ
σφʼ
ἦλθε
Μέδων
καὶ
θεῖος
ἀοιδὸς
ἐκ
μεγάρων
Ὀδυσῆος
,
ἐπεί
σφεας
ὕπνος
ἀνῆκεν
,
440
ἔσταν
δʼ
ἐν
μέσσοισι
·
τάφος
δʼ
ἕλεν
ἄνδρα
ἕκαστον
.
τοῖσι
δὲ
καὶ
μετέειπε
Μέδων
πεπνυμένα
εἰδώς
·
κέκλυτε
δὴ
νῦν
μευ
,
Ἰθακήσιοι
·
οὐ
γὰρ
Ὀδυσσεὺς
ἀθανάτων
ἀέκητι
θεῶν
τάδʼ
ἐμήσατο
ἔργα
·
αὐτὸς
ἐγὼν
εἶδον
θεὸν
ἄμβροτον
,
ὅς
ῥʼ
Ὀδυσῆϊ
445
ἐγγύθεν
ἑστήκει
καὶ
Μέντορι
πάντα
ἐῴκει
.
ἀθάνατος
δὲ
θεὸς
τοτὲ
μὲν
προπάροιθʼ
Ὀδυσῆος
φαίνετο
θαρσύνων
,
τοτὲ
δὲ
μνηστῆρας
ὀρίνων
θῦνε
κατὰ
μέγαρον
·
τοὶ
δʼ
ἀγχιστῖνοι
ἔπιπτον
.
ὣς
φάτο
,
τοὺς
δʼ
ἄρα
πάντας
ὑπὸ
χλωρὸν
δέος
ᾕρει
.
450
τοῖσι
δὲ
καὶ
μετέειπε
γέρων
ἥρως
Ἁλιθέρσης
Μαστορίδης
·
ὁ
γὰρ
οἶος
ὅρα
πρόσσω
καὶ
ὀπίσσω
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπε
·
κέκλυτε
δὴ
νῦν
μευ
,
Ἰθακήσιοι
,
ὅττι
κεν
εἴπω
·
ὑμετέρῃ
κακότητι
,
φίλοι
,
τάδε
ἔργα
γένοντο
·
455
οὐ
γὰρ
ἐμοὶ
πείθεσθʼ
,
οὐ
Μέντορι
ποιμένι
λαῶν
,
ὑμετέρους
παῖδας
καταπαυέμεν
ἀφροσυνάων
,
οἳ
μέγα
ἔργον
ἔρεξαν
ἀτασθαλίῃσι
κακῇσι
,
κτήματα
κείροντες
καὶ
ἀτιμάζοντες
ἄκοιτιν
ἀνδρὸς
ἀριστῆος
·
τὸν
δʼ
οὐκέτι
φάντο
νέεσθαι
.
460
καὶ
νῦν
ὧδε
γένοιτο
.
πίθεσθέ
μοι
ὡς
ἀγορεύω
·
μὴ
ἴομεν
,
μή
πού
τις
ἐπίσπαστον
κακὸν
εὕρῃ
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρʼ
ἀνήϊξαν
μεγάλῳ
ἀλαλητῷ
ἡμίσεων
πλείους
·
τοὶ
δʼ
ἀθρόοι
αὐτόθι
μίμνον
·
οὐ
γὰρ
σφιν
ἅδε
μῦθος
ἐνὶ
φρεσίν
,
ἀλλʼ
Εὐπείθει
465
πείθοντʼ
·
αἶψα
δʼ
ἔπειτʼ
ἐπὶ
τεύχεα
ἐσσεύοντο
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἕσσαντο
περὶ
χροῒ
νώροπα
χαλκόν
,
ἀθρόοι
ἠγερέθοντο
πρὸ
ἄστεος
εὐρυχόροιο
.
τοῖσιν
δʼ
Εὐπείθης
ἡγήσατο
νηπιέῃσι
·
φῆ
δʼ
ὅ
γε
τίσεσθαι
παιδὸς
φόνον
,
οὐδʼ
ἄρʼ
ἔμελλεν
470
ἂψ
ἀπονοστήσειν
,
ἀλλʼ
αὐτοῦ
πότμον
ἐφέψειν
.
αὐτὰρ
Ἀθηναίη
Ζῆνα
Κρονίωνα
προσηύδα
·
ὦ
πάτερ
ἡμέτερε
,
Κρονίδη
,
ὕπατε
κρειόντων
,
εἰπέ
μοι
εἰρομένῃ
,
τί
νύ
τοι
νόος
ἔνδοθι
κεύθει
;
ἢ
προτέρω
πόλεμόν
τε
κακὸν
καὶ
φύλοπιν
αἰνὴν
475
τεύξεις
,
ἦ
φιλότητα
μετʼ
ἀμφοτέροισι
τίθησθα
;
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
τέκνον
ἐμόν
,
τί
με
ταῦτα
διείρεαι
ἠδὲ
μεταλλᾷς
;
οὐ
γὰρ
δὴ
τοῦτον
μὲν
ἐβούλευσας
νόον
αὐτή
,
ὡς
ἦ
τοι
κείνους
Ὀδυσεὺς
ἀποτίσεται
ἐλθών
;
480
ἔρξον
ὅπως
ἐθέλεις
·
ἐρέω
τέ
τοι
ὡς
ἐπέοικεν
.
ἐπεὶ
δὴ
μνηστῆρας
ἐτίσατο
δῖος
Ὀδυσσεύς
,
ὅρκια
πιστὰ
ταμόντες
ὁ
μὲν
βασιλευέτω
αἰεί
,
ἡμεῖς
δʼ
αὖ
παίδων
τε
κασιγνήτων
τε
φόνοιο
ἔκλησιν
θέωμεν
·
τοὶ
δʼ
ἀλλήλους
φιλεόντων
485
ὡς
τὸ
πάρος
,
πλοῦτος
δὲ
καὶ
εἰρήνη
ἅλις
ἔστω
.
ὣς
εἰπὼν
ὤτρυνε
πάρος
μεμαυῖαν
Ἀθήνην
,
βῆ
δὲ
κατʼ
Οὐλύμποιο
καρήνων
ἀΐξασα
.
οἱ
δʼ
ἐπεὶ
οὖν
σίτοιο
μελίφρονος
ἐξ
ἔρον
ἕντο
,
τοῖς
δʼ
ἄρα
μύθων
ἦρχε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
490
ἐξελθών
τις
ἴδοι
μὴ
δὴ
σχεδὸν
ὦσι
κιόντες
.
ὣς
ἔφατʼ
·
ἐκ
δʼ
υἱὸς
Δολίου
κίεν
,
ὡς
ἐκέλευεν
·
στῆ
δʼ
ἄρʼ
ἐπʼ
οὐδὸν
ἰών
,
τοὺς
δὲ
σχεδὸν
ἔσιδε
πάντας
·
αἶψα
δʼ
Ὀδυσσῆα
ἔπεα
πτερόεντα
προσηύδα
·
οἵδε
δὴ
ἐγγὺς
ἔασʼ
·
ἀλλʼ
ὁπλιζώμεθα
θᾶσσον
.
495
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ὤρνυντο
καὶ
ἐν
τεύχεσσι
δύοντο
,
τέσσαρες
ἀμφʼ
Ὀδυσῆʼ
,
ἓξ
δʼ
υἱεῖς
οἱ
Δολίοιο
·
ἐν
δʼ
ἄρα
Λαέρτης
Δολίος
τʼ
ἐς
τεύχεʼ
ἔδυνον
,
καὶ
πολιοί
περ
ἐόντες
,
ἀναγκαῖοι
πολεμισταί
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἕσσαντο
περὶ
χροῒ
νώροπα
χαλκόν
,
500
ὤϊξάν
ῥα
θύρας
,
ἐκ
δʼ
ἤϊον
,
ἄρχε
δʼ
Ὀδυσσεύς
.
τοῖσι
δʼ
ἐπʼ
ἀγχίμολον
θυγάτηρ
Διὸς
ἦλθεν
Ἀθήνη
Μέντορι
εἰδομένη
ἠμὲν
δέμας
ἠδὲ
καὶ
αὐδήν
.
τὴν
μὲν
ἰδὼν
γήθησε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
αἶψα
δὲ
Τηλέμαχον
προσεφώνεεν
ὃν
φίλον
υἱόν
·
505
Τηλέμαχʼ
,
ἤδη
μὲν
τόδε
γʼ
εἴσεαι
αὐτὸς
ἐπελθών
,
ἀνδρῶν
μαρναμένων
ἵνα
τε
κρίνονται
ἄριστοι
,
μή
τι
καταισχύνειν
πατέρων
γένος
,
οἳ
τὸ
πάρος
περ
ἀλκῇ
τʼ
ἠνορέῃ
τε
κεκάσμεθα
πᾶσαν
ἐπʼ
αἶαν
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
510
ὄψεαι
,
αἴ
κʼ
ἐθέλῃσθα
,
πάτερ
φίλε
,
τῷδʼ
ἐπὶ
θυμῷ
οὔ
τι
καταισχύνοντα
τεὸν
γένος
,
ὡς
ἀγορεύεις
.
ὣς
φάτο
,
Λαέρτης
δʼ
ἐχάρη
καὶ
μῦθον
ἔειπε
·
τίς
νύ
μοι
ἡμέρη
ἥδε
,
θεοὶ
φίλοι
;
ἦ
μάλα
χαίρω
·
υἱός
θʼ
υἱωνός
τʼ
ἀρετῆς
πέρι
δῆριν
ἔχουσιν
.
515
τὸν
δὲ
παρισταμένη
προσέφη
γλαυκῶπις
Ἀθήνη
·
ὦ
Ἀρκεισιάδη
,
πάντων
πολὺ
φίλταθʼ
ἑταίρων
,
εὐξάμενος
κούρῃ
γλαυκώπιδι
καὶ
Διὶ
πατρί
,
αἶψα
μαλʼ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
.
ὣς
φάτο
,
καί
ῥʼ
ἔμπνευσε
μένος
μέγα
Παλλὰς
Ἀθήνη
520
εὐξάμενος
δʼ
ἄρʼ
ἔπειτα
Διὸς
κούρῃ
μεγάλοιο
,
αἶψα
μάλʼ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
,
καὶ
βάλεν
Εὐπείθεα
κόρυθος
διὰ
χαλκοπαρῄου
.
ἡ
δʼ
οὐκ
ἔγχος
ἔρυτο
,
διαπρὸ
δὲ
εἴσατο
χαλκός
,
δούπησεν
δὲ
πεσών
,
ἀράβησε
δὲ
τεύχεʼ
ἐπʼ
αὐτῷ
.
525
ἐν
δʼ
ἔπεσον
προμάχοις
Ὀδυσεὺς
καὶ
φαίδιμος
υἱός
,
τύπτον
δὲ
ξίφεσίν
τε
καὶ
ἔγχεσιν
ἀμφιγύοισι
.
καί
νύ
κε
δὴ
πάντας
ὄλεσαν
καὶ
ἔθηκαν
ἀνόστους
,
εἰ
μὴ
Ἀθηναίη
,
κούρη
Διὸς
αἰγιόχοιο
,
ἤϋσεν
φωνῇ
,
κατὰ
ἔσχεθε
λαὸν
ἅπαντα
.
530
ἴσχεσθε
πτολέμου
,
Ἰθακήσιοι
,
ἀργαλέοιο
,
ὥς
κεν
ἀναιμωτί
γε
διακρινθῆτε
τάχιστα
.
ὣς
φάτʼ
Ἀθηναίη
,
τοὺς
δὲ
χλωρὸν
δέος
εἷλεν
·
τῶν
δʼ
ἄρα
δεισάντων
ἐκ
χειρῶν
ἔπτατο
τεύχεα
,
πάντα
δʼ
ἐπὶ
χθονὶ
πῖπτε
,
θεᾶς
ὄπα
φωνησάσης
·
535
πρὸς
δὲ
πόλιν
τρωπῶντο
λιλαιόμενοι
βιότοιο
.
σμερδαλέον
δʼ
ἐβόησε
πολύτλας
δῖος
Ὀδυσσεύς
,
οἴμησεν
δὲ
ἀλεὶς
ὥς
τʼ
αἰετὸς
ὑψιπετήεις
.
καὶ
τότε
δὴ
Κρονίδης
ἀφίει
ψολόεντα
κεραυνόν
,
κὰδ
δʼ
ἔπεσε
πρόσθε
γλαυκώπιδος
ὀβριμοπάτρης
.
540
δὴ
τότʼ
Ὀδυσσῆα
προσέφη
γλαυκῶπις
Ἀθήνη
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
ἴσχεο
,
παῦε
δὲ
νεῖκος
ὁμοιΐου
πολέμοιο
,
μή
πως
τοι
Κρονίδης
κεχολώσεται
εὐρύοπα
Ζεύς
.
ὣς
φάτʼ
Ἀθηναίη
,
ὁ
δʼ
ἐπείθετο
,
χαῖρε
δὲ
θυμῷ
.
545
ὅρκια
δʼ
αὖ
κατόπισθε
μετʼ
ἀμφοτέροισιν
ἔθηκεν
Παλλὰς
Ἀθηναίη
,
κούρη
Διὸς
αἰγιόχοιο
,
Μέντορι
εἰδομένη
ἠμὲν
δέμας
ἠδὲ
καὶ
αὐδήν
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.