αὐτὰρ
ὁ
ἐν
προδόμῳ
εὐνάζετο
δῖος
Ὀδυσσεύς
·
1
κὰμ
μὲν
ἀδέψητον
βοέην
στόρεσʼ
,
αὐτὰρ
ὕπερθε
κώεα
πόλλʼ
ὀΐων
,
τοὺς
ἱρεύεσκον
Ἀχαιοί
·
Εὐρυνόμη
δʼ
ἄρʼ
ἐπὶ
χλαῖναν
βάλε
κοιμηθέντι
.
ἔνθʼ
Ὀδυσεὺς
μνηστῆρσι
κακὰ
φρονέων
ἐνὶ
θυμῷ
5
κεῖτʼ
ἐγρηγορόων
·
ταὶ
δʼ
ἐκ
μεγάροιο
γυναῖκες
ἤϊσαν
,
αἳ
μνηστῆρσιν
ἐμισγέσκοντο
πάρος
περ
,
ἀλλήλῃσι
γέλω
τε
καὶ
εὐφροσύνην
παρέχουσαι
.
τοῦ
δʼ
ὠρίνετο
θυμὸς
ἐνὶ
στήθεσσι
φίλοισι
·
πολλὰ
δὲ
μερμήριζε
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
10
ἠὲ
μεταΐξας
θάνατον
τεύξειεν
ἑκάστῃ
,
ἦ
ἔτʼ
ἐῷ
μνηστῆρσιν
ὑπερφιάλοισι
μιγῆναι
ὕστατα
καὶ
πύματα
,
κραδίη
δέ
οἱ
ἔνδον
ὑλάκτει
.
ὡς
δὲ
κύων
ἀμαλῇσι
περὶ
σκυλάκεσσι
βεβῶσα
ἄνδρʼ
ἀγνοιήσασʼ
ὑλάει
μέμονέν
τε
μάχεσθαι
,
15
ὥς
ῥα
τοῦ
ἔνδον
ὑλάκτει
ἀγαιομένου
κακὰ
ἔργα
·
στῆθος
δὲ
πλήξας
κραδίην
ἠνίπαπε
μύθῳ
·
τέτλαθι
δή
,
κραδίη
·
καὶ
κύντερον
ἄλλο
ποτʼ
ἔτλης
.
ἤματι
τῷ
ὅτε
μοι
μένος
ἄσχετος
ἤσθιε
Κύκλωψ
ἰφθίμους
ἑτάρους
·
σὺ
δʼ
ἐτόλμας
,
ὄφρα
σε
μῆτις
20
ἐξάγαγʼ
ἐξ
ἄντροιο
ὀϊόμενον
θανέεσθαι
.
ὣς
ἔφατʼ
,
ἐν
στήθεσσι
καθαπτόμενος
φίλον
ἦτορ
·
τῷ
δὲ
μάλʼ
ἐν
πείσῃ
κραδίη
μένε
τετληυῖα
νωλεμέως
·
ἀτὰρ
αὐτὸς
ἑλίσσετο
ἔνθα
καὶ
ἔνθα
.
ὡς
δʼ
ὅτε
γαστέρʼ
ἀνὴρ
πολέος
πυρὸς
αἰθομένοιο
,
25
ἐμπλείην
κνίσης
τε
καὶ
αἵματος
,
ἔνθα
καὶ
ἔνθα
αἰόλλῃ
,
μάλα
δʼ
ὦκα
λιλαίεται
ὀπτηθῆναι
,
ὣς
ἄρʼ
ὅ
γʼ
ἔνθα
καὶ
ἔνθα
ἑλίσσετο
,
μερμηρίζων
ὅππως
δὴ
μνηστῆρσιν
ἀναιδέσι
χεῖρας
ἐφήσει
μοῦνος
ἐὼν
πολέσι
.
σχεδόθεν
δέ
οἱ
ἦλθεν
Ἀθήνη
30
οὐρανόθεν
καταβᾶσα
·
δέμας
δʼ
ἤϊκτο
γυναικί
·
στῆ
δʼ
ἄρʼ
ὑπὲρ
κεφαλῆς
καί
μιν
πρὸς
μῦθον
ἔειπε
·
τίπτʼ
αὖτʼ
ἐγρήσσεις
,
πάντων
περὶ
κάμμορε
φωτῶν
;
οἶκος
μέν
τοι
ὅδʼ
ἐστί
,
γυνὴ
δέ
τοι
ἥδʼ
ἐνὶ
οἴκῳ
καὶ
,
πάϊς
,
οἷόν
πού
τις
ἐέλδεται
ἔμμεναι
υἷα
.
35
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ναὶ
δὴ
ταῦτά
γε
πάντα
,
θεά
,
κατὰ
μοῖραν
ἔειπες
·
ἀλλά
τί
μοι
τόδε
θυμὸς
ἐνὶ
φρεσὶ
μερμηρίζει
,
ὅππως
δὴ
μνηστῆρσιν
ἀναιδέσι
χεῖρας
ἐφήσω
,
μοῦνος
ἐών
·
οἱ
δʼ
αἰὲν
ἀολλέες
ἔνδον
ἔασι
.
40
πρὸς
δʼ
ἔτι
καὶ
τόδε
μεῖζον
ἐνὶ
φρεσὶ
μερμηρίζω
·
εἴ
περ
γὰρ
κτείναιμι
Διός
τε
σέθεν
τε
ἕκητι
,
πῆ
κεν
ὑπεκπροφύγοιμι
;
τά
σε
φράζεσθαι
ἄνωγα
.
τὸν
δʼ
αὖτε
προσέειπε
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
σχέτλιε
,
καὶ
μέν
τίς
τε
χερείονι
πείθεθʼ
ἑταίρῳ
,
45
ὅς
περ
θνητός
τʼ
ἐστὶ
καὶ
οὐ
τόσα
μήδεα
οἶδεν
·
αὐτὰρ
ἐγὼ
θεός
εἰμι
,
διαμπερὲς
ἥ
σε
φυλάσσω
ἐν
πάντεσσι
πόνοις
.
ἐρέω
δέ
τοι
ἐξαναφανδόν
·
εἴ
περ
πεντήκοντα
λόχοι
μερόπων
ἀνθρώπων
νῶϊ
περισταῖεν
,
κτεῖναι
μεμαῶτες
Ἄρηϊ
,
50
καί
κεν
τῶν
ἐλάσαιο
βόας
καὶ
ἴφια
μῆλα
.
ἀλλʼ
ἑλέτω
σε
καὶ
ὕπνος
·
ἀνίη
καὶ
τὸ
φυλάσσειν
πάννυχον
ἐγρήσσοντα
,
κακῶν
δʼ
ὑποδύσεαι
ἤδη
.
ὣς
φάτο
,
καί
ῥά
οἱ
ὕπνον
ἐπὶ
βλεφάροισιν
ἔχευεν
,
αὐτὴ
δʼ
ἂψ
ἐς
Ὄλυμπον
ἀφίκετο
δῖα
θεάων
.
55
εὖτε
τὸν
ὕπνος
ἔμαρπτε
,
λύων
μελεδήματα
θυμοῦ
,
λυσιμελής
,
ἄλοχος
δʼ
ἄρʼ
ἐπέγρετο
κεδνὰ
ἰδυῖα
·
κλαῖε
δʼ
ἄρʼ
ἐν
λέκτροισι
καθεζομένη
μαλακοῖσιν
.
αὐτὰρ
ἐπεὶ
κλαίουσα
κορέσσατο
ὃν
κατὰ
θυμόν
,
Ἀρτέμιδι
πρώτιστον
ἐπεύξατο
δῖα
γυναικῶν
·
60
Ἄρτεμι
,
πότνα
θεά
,
θύγατερ
Διός
,
αἴθε
μοι
ἤδη
ἰὸν
ἐνὶ
στήθεσσι
βαλοῦσʼ
ἐκ
θυμὸν
ἕλοιο
αὐτίκα
νῦν
,
ἢ
ἔπειτα
μʼ
ἀναρπάξασα
θύελλα
οἴχοιτο
προφέρουσα
κατʼ
ἠερόεντα
κέλευθα
,
ἐν
προχοῇς
δὲ
βάλοι
ἀψορρόου
Ὠκεανοῖο
.
65
ὡς
δʼ
ὅτε
Πανδαρέου
κούρας
ἀνέλοντο
θύελλαι
·
τῇσι
τοκῆας
μὲν
φθῖσαν
θεοί
,
αἱ
δʼ
ἐλίποντο
ὀρφαναὶ
ἐν
μεγάροισι
,
κόμισσε
δὲ
δῖʼ
Ἀφροδίτη
τυρῷ
καὶ
μέλιτι
γλυκερῷ
καὶ
ἡδέϊ
οἴνῳ
·
Ἥρη
δʼ
αὐτῇσιν
περὶ
πασέων
δῶκε
γυναικῶν
70
εἶδος
καὶ
πινυτήν
,
μῆκος
δʼ
ἔπορʼ
Ἄρτεμις
ἁγνή
,
ἔργα
δʼ
Ἀθηναίη
δέδαε
κλυτὰ
ἐργάζεσθαι
.
εὖτʼ
Ἀφροδίτη
δῖα
προσέστιχε
μακρὸν
Ὄλυμπον
,
κούρῃς
αἰτήσουσα
τέλος
θαλεροῖο
γάμοιο—
ἐς
Δία
τερπικέραυνον
,
ὁ
γάρ
τʼ
εὖ
οἶδεν
ἅπαντα
,
75
μοῖράν
τʼ
ἀμμορίην
τε
καταθνητῶν
ἀνθρώπων
—
τόφρα
δὲ
τὰς
κούρας
ἅρπυιαι
ἀνηρείψαντο
καί
ῥʼ
ἔδοσαν
στυγερῇσιν
ἐρινύσιν
ἀμφιπολεύειν
·
ὣς
ἔμʼ
ἀϊστώσειαν
Ὀλύμπια
δώματʼ
ἔχοντες
,
ἠέ
μʼ
ἐϋπλόκαμος
βάλοι
Ἄρτεμις
,
ὄφρʼ
Ὀδυσῆα
80
ὀσσομένη
καὶ
γαῖαν
ὕπο
στυγερὴν
ἀφικοίμην
,
μηδέ
τι
χείρονος
ἀνδρὸς
ἐϋφραίνοιμι
νόημα
.
ἀλλὰ
τὸ
μὲν
καὶ
ἀνεκτὸν
ἔχει
κακόν
,
ὁππότε
κέν
τις
ἤματα
μὲν
κλαίῃ
,
πυκινῶς
ἀκαχήμενος
ἦτορ
,
νύκτας
δʼ
ὕπνος
ἔχῃσιν
—ὁ
γάρ
τʼ
ἐπέλησεν
ἁπάντων
,
85
ἐσθλῶν
ἠδὲ
κακῶν
,
ἐπεὶ
ἄρ
βλέφαρʼ
ἀμφικαλύψῃ
—
αὐτὰρ
ἐμοὶ
καὶ
ὀνείρατʼ
ἐπέσσευεν
κακὰ
δαίμων
.
τῇδε
γὰρ
αὖ
μοι
νυκτὶ
παρέδραθεν
εἴκελος
αὐτῷ
,
τοῖος
ἐὼν
οἷος
ᾖεν
ἅμα
στρατῷ
·
αὐτὰρ
ἐμὸν
κῆρ
χαῖρʼ
,
ἐπεὶ
οὐκ
ἐφάμην
ὄναρ
ἔμμεναι
,
ἀλλʼ
ὕπαρ
ἤδη
.
90
ὣς
ἔφατʼ
,
αὐτίκα
δὲ
χρυσόθρονος
ἤλυθεν
Ἠώς
.
τῆς
δʼ
ἄρα
κλαιούσης
ὄπα
σύνθετο
δῖος
Ὀδυσσεύς
·
μερμήριζε
δʼ
ἔπειτα
,
δόκησε
δέ
οἱ
κατὰ
θυμὸν
ἤδη
γιγνώσκουσα
παρεστάμεναι
κεφαλῆφι
.
χλαῖναν
μὲν
συνελὼν
καὶ
κώεα
,
τοῖσιν
ἐνεῦδεν
,
95
ἐς
μέγαρον
κατέθηκεν
ἐπὶ
θρόνου
,
ἐκ
δὲ
βοείην
θῆκε
θύραζε
φέρων
,
Διὶ
δʼ
εὔξατο
χεῖρας
ἀνασχών
·
Ζεῦ
πάτερ
,
εἴ
μʼ
ἐθέλοντες
ἐπὶ
τραφερήν
τε
καὶ
ὑγρὴν
ἤγετʼ
ἐμὴν
ἐς
γαῖαν
,
ἐπεί
μʼ
ἐκακώσατε
λίην
,
φήμην
τίς
μοι
φάσθω
ἐγειρομένων
ἀνθρώπων
100
ἔνδοθεν
,
ἔκτοσθεν
δὲ
Διὸς
τέρας
ἄλλο
φανήτω
.
ὣς
ἔφατʼ
εὐχόμενος
·
τοῦ
δʼ
ἔκλυε
μητίετα
Ζεύς
,
αὐτίκα
δʼ
ἐβρόντησεν
ἀπʼ
αἰγλήεντος
Ὀλύμπου
,
ὑψόθεν
ἐκ
νεφέων
·
γήθησε
δὲ
δῖος
Ὀδυσσεύς
.
φήμην
δʼ
ἐξ
οἴκοιο
γυνὴ
προέηκεν
ἀλετρὶς
105
πλησίον
,
ἔνθʼ
ἄρα
οἱ
μύλαι
ἥατο
ποιμένι
λαῶν
,
τῇσιν
δώδεκα
πᾶσαι
ἐπερρώοντο
γυναῖκες
ἄλφιτα
τεύχουσαι
καὶ
ἀλείατα
,
μυελὸν
ἀνδρῶν
.
αἱ
μὲν
ἄρʼ
ἄλλαι
εὗδον
,
ἐπεὶ
κατὰ
πυρὸν
ἄλεσσαν
,
ἡ
δὲ
μίʼ
οὔπω
παύετʼ
,
ἀφαυροτάτη
δʼ
ἐτέτυκτο
·
110
ἥ
ῥα
μύλην
στήσασα
ἔπος
φάτο
,
σῆμα
ἄνακτι
·
Ζεῦ
πάτερ
,
ὅς
τε
θεοῖσι
καὶ
ἀνθρώποισιν
ἀνάσσεις
,
ἦ
μεγάλʼ
ἐβρόντησας
ἀπʼ
οὐρανοῦ
ἀστερόεντος
,
οὐδέ
ποθι
νέφος
ἐστί
·
τέρας
νύ
τεῳ
τόδε
φαίνεις
.
κρῆνον
νῦν
καὶ
ἐμοὶ
δειλῇ
ἔπος
,
ὅττι
κεν
εἴπω
·
115
μνηστῆρες
πύματόν
τε
καὶ
ὕστατον
ἤματι
τῷδε
ἐν
μεγάροις
Ὀδυσῆος
ἑλοίατο
δαῖτʼ
ἐρατεινήν
,
οἳ
δή
μοι
καμάτῳ
θυμαλγέι
·
γούνατʼ
ἔλυσαν
ἄλφιτα
τευχούσῃ
·
νῦν
ὕστατα
δειπνήσειαν
.
ὣς
ἄρʼ
ἔφη
,
χαῖρεν
δὲ
κλεηδόνι
δῖος
Ὀδυσσεὺς
120
Ζηνός
τε
βροντῇ
·
φάτο
γὰρ
τίσασθαι
ἀλείτας
.
αἱ
δʼ
ἄλλαι
δμῳαὶ
κατὰ
δώματα
κάλʼ
Ὀδυσῆος
ἀγρόμεναι
ἀνέκαιον
ἐπʼ
ἐσχάρῃ
ἀκάματον
πῦρ
.
Τηλέμαχος
δʼ
εὐνῆθεν
ἀνίστατο
,
ἰσόθεος
φώς
,
εἵματα
ἑσσάμενος
·
περὶ
δὲ
ξίφος
ὀξὺ
θέτʼ
ὤμῳ
·
125
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
,
εἵλετο
δʼ
ἄλκιμον
ἔγχος
,
ἀκαχμένον
ὀξέι
·
χαλκῷ
·
στῆ
δʼ
ἄρʼ
ἐπʼ
οὐδὸν
ἰών
,
πρὸς
δʼ
Εὐρύκλειαν
ἔειπε
·
μαῖα
φίλη
,
τὸν
ξεῖνον
ἐτιμήσασθʼ
ἐνὶ
οἴκῳ
εὐνῇ
καὶ
σίτῳ
,
ἦ
αὔτως
κεῖται
ἀκηδής
;
130
τοιαύτη
γὰρ
ἐμὴ
μήτηρ
,
πινυτή
περ
ἐοῦσα
·
ἐμπλήγδην
ἕτερόν
γε
τίει
μερόπων
ἀνθρώπων
χείρονα
,
τὸν
δέ
τʼ
ἀρείονʼ
ἀτιμήσασʼ
ἀποπέμπει
.
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Εὐρύκλεια
·
οὐκ
ἄν
μιν
νῦν
,
τέκνον
,
ἀναίτιον
αἰτιόῳο
.
135
οἶνον
μὲν
γὰρ
πῖνε
καθήμενος
,
ὄφρʼ
ἔθελʼ
αὐτός
,
σίτου
δʼ
οὐκέτʼ
ἔφη
πεινήμεναι
·
εἴρετο
γάρ
μιν
.
ἀλλʼ
ὅτε
δὴ
κοίτοιο
καὶ
ὕπνου
μιμνήσκοιτο
,
ἡ
μὲν
δέμνιʼ
ἄνωγεν
ὑποστορέσαι
δμῳῇσιν
,
αὐτὰρ
ὅ
γʼ
,
ὥς
τις
πάμπαν
ὀϊζυρὸς
καὶ
ἄποτμος
,
140
οὐκ
ἔθελʼ
ἐν
λέκτροισι
καὶ
ἐν
ῥήγεσσι
καθεύδειν
,
ἀλλʼ
ἐν
ἀδεψήτῳ
βοέῃ
καὶ
κώεσιν
οἰῶν
ἔδραθʼ
ἐνὶ
προδόμῳ
·
χλαῖναν
δʼ
ἐπιέσσαμεν
ἡμεῖς
.
ὣς
φάτο
,
Τηλέμαχος
δὲ
διὲκ
μεγάροιο
βεβήκει
ἔγχος
ἔχων
,
ἅμα
τῷ
γε
δύω
κύνες
ἀργοὶ
ἕποντο
.
145
βῆ
δʼ
ἴμεν
εἰς
ἀγορὴν
μετʼ
ἐϋκνήμιδας
Ἀχαιούς
.
ἡ
δʼ
αὖτε
δμῳῇσιν
ἐκέκλετο
δῖα
γυναικῶν
,
Εὐρύκλειʼ
,
Ὦπος
θυγάτηρ
Πεισηνορίδαο
·
ἀγρεῖθʼ
,
αἱ
μὲν
δῶμα
κορήσατε
ποιπνύσασαι
,
ῥάσσατέ
τʼ
,
ἔν
τε
θρόνοις
εὐποιήτοισι
τάπητας
150
βάλλετε
πορφυρέους
·
αἱ
δὲ
σπόγγοισι
τραπέζας
πάσας
ἀμφιμάσασθε
,
καθήρατε
δὲ
κρητῆρας
καὶ
δέπα
ἀμφικύπελλα
τετυγμένα
·
ταὶ
δὲ
μεθʼ
ὕδωρ
ἔρχεσθε
κρήνηνδε
,
καὶ
οἴσετε
θᾶσσον
ἰοῦσαι
.
οὐ
γὰρ
δὴν
μνηστῆρες
ἀπέσσονται
μεγάροιο
,
155
ἀλλὰ
μάλʼ
ἦρι
νέονται
,
ἐπεὶ
καὶ
πᾶσιν
ἑορτή
.
ὣς
ἔφαθʼ
,
αἱ
δʼ
ἄρα
τῆς
μάλα
μὲν
κλύον
ἠδʼ
ἐπίθοντο
.
αἱ
μὲν
ἐείκοσι
βῆσαν
ἐπὶ
κρήνην
μελάνυδρον
,
αἱ
δʼ
αὐτοῦ
κατὰ
δώματʼ
ἐπισταμένως
πονέοντο
.
ἐς
δʼ
ἦλθον
δρηστῆρες
Ἀχαιῶν
.
οἱ
μὲν
ἔπειτα
160
εὖ
καὶ
ἐπισταμένως
κέασαν
ξύλα
,
ταὶ
δὲ
γυναῖκες
ἦλθον
ἀπὸ
κρήνης
·
ἐπὶ
δέ
σφισιν
ἦλθε
συβώτης
τρεῖς
σιάλους
κατάγων
,
οἳ
ἔσαν
μετὰ
πᾶσιν
ἄριστοι
.
καὶ
τοὺς
μέν
ῥʼ
εἴασε
καθʼ
ἕρκεα
καλὰ
νέμεσθαι
,
αὐτὸς
δʼ
αὖτʼ
Ὀδυσῆα
προσηύδα
μειλιχίοισι
·
165
ξεῖνʼ
,
ἦ
ἄρ
τί
σε
μᾶλλον
Ἀχαιοὶ
εἰσορόωσιν
,
ἦέ
σʼ
ἀτιμάζουσι
κατὰ
μέγαρʼ
,
ὡς
τὸ
πάρος
περ
;
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολυμήτις
Ὀδυσσεύς
·
αἲ
γὰρ
δή
,
Εὔμαιε
,
θεοὶ
τισαίατο
λώβην
,
ἣν
οἵδʼ
ὑβρίζοντες
ἀτάσθαλα
μηχανόωνται
170
οἴκῳ
ἐν
ἀλλοτρίῳ
,
οὐδʼ
αἰδοῦς
μοῖραν
ἔχουσιν
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
ἀγχίμολον
δέ
σφʼ
ἦλθε
Μελάνθιος
,
αἰπόλος
αἰγῶν
.
αἶγας
ἄγων
αἳ
πᾶσι
μετέρεπον
αἰπολίοισι
,
δεῖπνον
μνηστήρεσσι
.
δύω
δʼ
ἅμʼ
ἕποντο
νομῆες
.
175
καὶ
τὰς
μὲν
κατέδησεν
ὑπʼ
αἰθούσῃ
ἐριδούπῳ
,
αὐτὸς
δʼ
αὖτʼ
Ὀδυσῆα
προσηύδα
κερτομίοισι
·
ξεῖνʼ
,
ἔτι
καὶ
νῦν
ἐνθάδʼ
ἀνιήσεις
κατὰ
δῶμα
ἀνέρας
αἰτίζων
,
ἀτὰρ
οὐκ
ἔξεισθα
θύραζε
;
πάντως
οὐκέτι
νῶϊ
διακρινέεσθαι
ὀΐω
180
πρὶν
χειρῶν
γεύσασθαι
,
ἐπεὶ
σύ
περ
οὐ
κατὰ
κόσμον
αἰτίζεις
·
εἰσὶν
δὲ
καὶ
ἄλλαι
δαῖτες
Ἀχαιῶν
.
ὣς
φάτο
,
τὸν
δʼ
οὔ
τι
προσέφη
πολύμητις
Ὀδυσσεύς
,
ἀλλʼ
ἀκέων
κίνησε
κάρη
,
κακὰ
βυσσοδομεύων
.
τοῖσι
δʼ
ἐπὶ
τρίτος
ἦλθε
Φιλοίτιος
,
ὄρχαμος
ἀνδρῶν
,
185
βοῦν
στεῖραν
μνηστῆρσιν
ἄγων
καὶ
πίονας
αἶγας
.
πορθμῆες
δʼ
ἄρα
τούς
γε
διήγαγον
,
οἵ
τε
καὶ
ἄλλους
ἀνθρώπους
πέμπουσιν
,
ὅτις
σφέας
εἰσαφίκηται
.
καὶ
τὰ
μὲν
εὖ
κατέδησεν
ὑπʼ
αἰθούσῃ
ἐριδούπῳ
,
αὐτὸς
δʼ
αὖτʼ
ἐρέεινε
συβώτην
ἄγχι
παραστάς
·
190
τίς
δὴ
ὅδε
ξεῖνος
νέον
εἰλήλουθε
,
συβῶτα
,
ἡμέτερον
πρὸς
δῶμα
;
τέων
δʼ
ἐξ
εὔχεται
εἶναι
ἀνδρῶν
;
ποῦ
δέ
νύ
οἱ
γενεὴ
καὶ
πατρὶς
ἄρουρα
;
δύσμορος
,
ἦ
τε
ἔοικε
δέμας
βασιλῆϊ
ἄνακτι
·
ἀλλὰ
θεοὶ
δυόωσι
πολυπλάγκτους
ἀνθρώπους
,
195
ὁππότε
καὶ
βασιλεῦσιν
ἐπικλώσωνται
ὀϊζύν
.
ἦ
καὶ
δεξιτερῇ
δειδίσκετο
χειρὶ
παραστάς
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
χαῖρε
,
πάτερ
ὦ
ξεῖνε
·
γένοιτό
τοι
ἔς
περ
ὀπίσσω
ὄλβος
·
ἀτὰρ
μὲν
νῦν
γε
κακοῖς
ἔχεαι
πολέεσσι
.
200
Ζεῦ
πάτερ
,
οὔ
τις
σεῖο
θεῶν
ὀλοώτερος
ἄλλος
·
οὐκ
ἐλεαίρεις
ἄνδρας
,
ἐπὴν
δὴ
γείνεαι
αὐτός
,
μισγέμεναι
κακότητι
καὶ
ἄλγεσι
λευγαλέοισιν
.
ἴδιον
,
ὡς
ἐνόησα
,
δεδάκρυνται
δέ
μοι
ὄσσε
μνησαμένῳ
Ὀδυσῆος
,
ἐπεὶ
καὶ
κεῖνον
ὀΐω
205
τοιάδε
λαίφεʼ
ἔχοντα
κατʼ
ἀνθρώπους
ἀλάλησθαι
,
εἴ
που
ἔτι
ζώει
καὶ
ὁρᾷ
φάος
ἠελίοιο
.
εἰ
δʼ
ἤδη
τέθνηκε
καὶ
εἰν
Ἀΐδαο
δόμοισιν
,
ὤ
μοι
ἔπειτʼ
Ὀδυσῆος
ἀμύμονος
,
ὅς
μʼ
ἐπὶ
βουσὶν
εἷσʼ
ἔτι
τυτθὸν
ἐόντα
Κεφαλλήνων
ἐνὶ
δήμῳ
.
210
νῦν
δʼ
αἱ
μὲν
γίγνονται
ἀθέσφατοι
,
οὐδέ
κεν
ἄλλως
ἀνδρί
γʼ
ὑποσταχύοιτο
βοῶν
γένος
εὐρυμετώπων
·
τὰς
δʼ
ἄλλοι
με
κέλονται
ἀγινέμεναί
σφισιν
αὐτοῖς
ἔδμεναι
·
οὐδέ
τι
παιδὸς
ἐνὶ
μεγάροις
ἀλέγουσιν
,
οὐδʼ
ὄπιδα
τρομέουσι
θεῶν
·
μεμάασι
γὰρ
ἤδη
215
κτήματα
δάσσασθαι
δὴν
οἰχομένοιο
ἄνακτος
.
αὐτὰρ
ἐμοὶ
τόδε
θυμὸς
ἐνὶ
στήθεσσι
φίλοισι
πόλλʼ
ἐπιδινεῖται
·
μάλα
μὲν
κακὸν
υἷος
ἐόντος
ἄλλων
δῆμον
ἱκέσθαι
ἰόντʼ
αὐτῇσι
βόεσσιν
,
ἄνδρας
ἐς
ἀλλοδαπούς
·
τὸ
δὲ
ῥίγιον
,
αὖθι
μένοντα
220
βουσὶν
ἐπʼ
ἀλλοτρίῃσι
καθήμενον
ἄλγεα
πάσχειν
.
καί
κεν
δὴ
πάλαι
ἄλλον
ὑπερμενέων
βασιλήων
ἐξικόμην
φεύγων
,
ἐπεὶ
οὐκέτʼ
ἀνεκτὰ
πέλονται
·
ἀλλʼ
ἔτι
τὸν
δύστηνον
ὀΐομαι
,
εἴ
ποθεν
ἐλθὼν
ἀνδρῶν
μνηστήρων
σκέδασιν
κατὰ
δώματα
θείῃ
.
225
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
βουκόλʼ
,
ἐπεὶ
οὔτε
κακῷ
οὔτʼ
ἄφρονι
φωτὶ
ἔοικας
,
γιγνώσκω
δὲ
καὶ
αὐτὸς
ὅ
τοι
πινυτὴ
φρένας
ἵκει
,
τοὔνεκά
τοι
ἐρέω
καὶ
ἐπὶ
μέγαν
ὅρκον
ὀμοῦμαι
·
ἴστω
νῦν
Ζεὺς
πρῶτα
θεῶν
ξενίη
τε
τράπεζα
230
ἱστίη
τʼ
Ὀδυσῆος
ἀμύμονος
,
ἣν
ἀφικάνω
,
ἦ
σέθεν
ἐνθάδʼ
ἐόντος
ἐλεύσεται
οἴκαδʼ
Ὀδυσσεύς
·
σοῖσιν
δʼ
ὀφθαλμοῖσιν
ἐπόψεαι
,
αἴ
κʼ
ἐθέλῃσθα
,
κτεινομένους
μνηστῆρας
,
οἳ
ἐνθάδε
κοιρανέουσιν
.
τὸν
δʼ
αὖτε
προσέειπε
βοῶν
ἐπιβουκόλος
ἀνήρ
·
235
αἲ
γὰρ
τοῦτο
,
ξεῖνε
,
ἔπος
τελέσειε
Κρονίων
·
γνοίης
χʼ
οἵη
ἐμὴ
δύναμις
καὶ
χεῖρες
ἕπονται
.
ὣς
δʼ
αὔτως
Εὔμαιος
ἐπεύξατο
πᾶσι
θεοῖσι
νοστῆσαι
Ὀδυσῆα
πολύφρονα
ὅνδε
δόμονδε
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
240
μνηστῆρες
δʼ
ἄρα
Τηλεμάχῳ
θάνατόν
τε
μόρον
τε
ἤρτυον
·
αὐτὰρ
ὁ
τοῖσιν
ἀριστερὸς
ἤλυθεν
ὄρνις
,
αἰετὸς
ὑψιπέτης
,
ἔχε
δὲ
τρήρωνα
πέλειαν
.
τοῖσιν
δʼ
Ἀμφίνομος
ἀγορήσατο
καὶ
μετέειπεν
·
ὦ
φίλοι
,
οὐχ
ἡμῖν
συνθεύσεται
ἥδε
γε
βουλή
,
245
Τηλεμάχοιο
φόνος
·
ἀλλὰ
μνησώμεθα
δαιτός
.
ὣς
ἔφατʼ
Ἀμφίνομος
,
τοῖσιν
δʼ
ἐπιήνδανε
μῦθος
.
ἐλθόντες
δʼ
ἐς
δώματʼ
Ὀδυσσῆος
θείοιο
χλαίνας
μὲν
κατέθεντο
κατὰ
κλισμούς
τε
θρόνους
τε
,
οἱ
δʼ
ἱέρευον
ὄϊς
μεγάλους
καὶ
πίονας
αἶγας
,
250
ἵρευον
δὲ
σύας
σιάλους
καὶ
βοῦν
ἀγελαίην
·
σπλάγχνα
δʼ
ἄρʼ
ὀπτήσαντες
ἐνώμων
,
ἐν
δέ
τε
οἶνον
κρητῆρσιν
κερόωντο
·
κύπελλα
δὲ
νεῖμε
συβώτης
.
σῖτον
δέ
σφʼ
ἐπένειμε
Φιλοίτιος
,
ὄρχαμος
ἀνδρῶν
,
καλοῖς
ἐν
κανέοισιν
,
ἐῳνοχόει
δὲ
Μελανθεύς
.
255
οἱ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
Τηλέμαχος
δʼ
Ὀδυσῆα
καθίδρυε
,
κέρδεα
νωμῶν
,
ἐντὸς
ἐϋσταθέος
μεγάρου
,
παρὰ
λάϊνον
οὐδόν
,
δίφρον
ἀεικέλιον
καταθεὶς
ὀλίγην
τε
τράπεζαν
·
πὰρ
δʼ
ἐτίθει
σπλάγχνων
μοίρας
,
ἐν
δʼ
οἶνον
ἔχευεν
260
ἐν
δέπαϊ
χρυσέῳ
,
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
·
ἐνταυθοῖ
νῦν
ἧσο
μετʼ
ἀνδράσιν
οἰνοποτάζων
·
κερτομίας
δέ
τοι
αὐτὸς
ἐγὼ
καὶ
χεῖρας
ἀφέξω
πάντων
μνηστήρων
,
ἐπεὶ
οὔ
τοι
δήμιός
ἐστιν
οἶκος
ὅδʼ
,
ἀλλʼ
Ὀδυσῆος
,
ἐμοὶ
δʼ
ἐκτήσατο
κεῖνος
.
265
ὑμεῖς
δέ
,
μνηστῆρες
,
ἐπίσχετε
θυμὸν
ἐνιπῆς
καὶ
χειρῶν
,
ἵνα
μή
τις
ἔρις
καὶ
νεῖκος
ὄρηται
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ὀδὰξ
ἐν
χείλεσι
φύντες
Τηλέμαχον
θαύμαζον
,
ὃ
θαρσαλέως
ἀγόρευε
.
τοῖσιν
δʼ
Ἀντίνοος
μετέφη
,
Εὐπείθεος
υἱός
·
270
καὶ
χαλεπόν
περ
ἐόντα
δεχώμεθα
μῦθον
,
Ἀχαιοί
,
Τηλεμάχου
·
μάλα
δʼ
ἧμιν
ἀπειλήσας
ἀγορεύει
.
οὐ
γὰρ
Ζεὺς
εἴασε
Κρονίων
·
τῷ
κέ
μιν
ἤδη
παύσαμεν
ἐν
μεγάροισι
,
λιγύν
περ
ἐόντʼ
ἀγορητήν
.
ὣς
ἔφατʼ
Ἀντίνοος
·
ὁ
δʼ
ἄρʼ
οὐκ
ἐμπάζετο
μύθων
.
275
κήρυκες
δʼ
ἀνὰ
ἄστυ
θεῶν
ἱερὴν
ἑκατόμβην
ἦγον
·
τοὶ
δʼ
ἀγέροντο
κάρη
κομόωντες
Ἀχαιοὶ
ἄλσος
ὕπο
σκιερὸν
ἑκατηβόλου
Ἀπόλλωνος
.
οἱ
δʼ
ἐπεὶ
ὤπτησαν
κρέʼ
ὑπέρτερα
καὶ
ἐρύσαντο
,
μοίρας
δασσάμενοι
δαίνυντʼ
ἐρικυδέα
δαῖτα
·
280
πὰρ
δʼ
ἄρʼ
Ὀδυσσῆϊ
μοῖραν
θέσαν
οἳ
πονέοντο
ἴσην
,
ὡς
αὐτοί
περ
ἐλάγχανον
·
ὣς
γὰρ
ἀνώγει
Τηλέμαχος
,
φίλος
υἱὸς
Ὀδυσσῆος
θείοιο
.
μνηστῆρας
δʼ
οὐ
πάμπαν
ἀγήνορας
εἴα
Ἀθήνη
λώβης
ἴσχεσθαι
θυμαλγέος
,
ὄφρʼ
ἔτι
μᾶλλον
285
δύη
ἄχος
κραδίην
Λαερτιάδην
Ὀδυσῆα
.
ἦν
δέ
τις
ἐν
μνηστῆρσιν
ἀνὴρ
ἀθεμίστια
εἰδώς
,
Κτήσιππος
δʼ
ὄνομʼ
ἔσκε
,
Σάμῃ
δʼ
ἐνὶ
οἰκία
ναῖεν
·
ὃς
δή
τοι
κτεάτεσσι
πεποιθὼς
θεσπεσίοισι
μνάσκετʼ
Ὀδυσσῆος
δὴν
οἰχομένοιο
δάμαρτα
.
290
ὅς
ῥα
τότε
μνηστῆρσιν
ὑπερφιάλοισι
μετηύδα
·
κέκλυτέ
μευ
,
μνηστῆρες
ἀγήνορες
,
ὄφρα
τι
εἴπω
·
μοῖραν
μὲν
δὴ
ξεῖνος
ἔχει
πάλαι
,
ὡς
ἐπέοικεν
,
ἴσην
·
οὐ
γὰρ
καλὸν
ἀτέμβειν
οὐδὲ
δίκαιον
ξείνους
Τηλεμάχου
,
ὅς
κεν
τάδε
δώμαθʼ
ἵκηται
.
295
ἀλλʼ
ἄγε
οἱ
καὶ
ἐγὼ
δῶ
ξείνιον
,
ὄφρα
καὶ
αὐτὸς
ἠὲ
λοετροχόῳ
δώῃ
γέρας
ἠέ
τῳ
ἄλλῳ
δμώων
,
οἳ
κατὰ
δώματʼ
Ὀδυσσῆος
θείοιο
.
ὣς
εἰπὼν
ἔρριψε
βοὸς
πόδα
χειρὶ
παχείῃ
.
κείμενον
ἐκ
κανέοιο
λαβών
·
ὁ
δʼ
ἀλεύατʼ
Ὀδυσσεὺς
300
ἦκα
παρακλίνας
κεφαλήν
,
μείδησε
δὲ
θυμῷ
σαρδάνιον
μάλα
τοῖον
·
ὁ
δʼ
εὔδμητον
βάλε
τοῖχον
.
Κτήσιππον
δʼ
ἄρα
Τηλέμαχος
ἠνίπαπε
μύθῳ
·
Κτήσιππʼ
,
ἦ
μάλα
τοι
τόδε
κέρδιον
ἔπλετο
θυμῷ
·
οὐκ
ἔβαλες
τὸν
ξεῖνον
·
ἀλεύατο
γὰρ
βέλος
αὐτός
.
305
ἦ
γάρ
κέν
σε
μέσον
βάλον
ἔγχεϊ
ὀξυόεντι
,
καί
κέ
τοι
ἀντὶ
γάμοιο
πατὴρ
τάφον
ἀμφεπονεῖτο
ἐνθάδε
.
τῷ
μή
τίς
μοι
ἀεικείας
ἐνὶ
οἴκῳ
φαινέτω
·
ἤδη
γὰρ
νοέω
καὶ
οἶδα
ἕκαστα
,
ἐσθλά
τε
καὶ
τὰ
χέρηα
·
πάρος
δʼ
ἔτι
νήπιος
ἦα
.
310
ἀλλʼ
ἔμπης
τάδε
μὲν
καὶ
τέτλαμεν
εἰσορόωντες
,
μήλων
σφαζομένων
οἴνοιό
τε
πινομένοιο
καὶ
σίτου
·
χαλεπὸν
γὰρ
ἐρυκακέειν
ἕνα
πολλούς
.
ἀλλʼ
ἄγε
μηκέτι
μοι
κακὰ
ῥέζετε
δυσμενέοντες
·
εἰ
δʼ
ἤδη
μʼ
αὐτὸν
κτεῖναι
μενεαίνετε
χαλκῷ
,
315
καί
κε
τὸ
βουλοίμην
,
καί
κεν
πολὺ
κέρδιον
εἴη
τεθνάμεν
ἢ
τάδε
γʼ
αἰὲν
ἀεικέα
ἔργʼ
ὁράασθαι
,
ξείνους
τε
στυφελιζομένους
δμῳάς
τε
γυναῖκας
ῥυστάζοντας
ἀεικελίως
κατὰ
δώματα
καλά
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
·
320
ὀψὲ
δὲ
δὴ
μετέειπε
Δαμαστορίδης
Ἀγέλαος
·
ὦ
φίλοι
,
οὐκ
ἂν
δή
τις
ἐπὶ
ῥηθέντι
δικαίῳ
ἀντιβίοις
ἐπέεσσι
καθαπτόμενος
χαλεπαίνοι
·
μήτε
τι
τὸν
ξεῖνον
στυφελίζετε
μήτε
τινʼ
ἄλλον
δμώων
,
οἳ
κατὰ
δώματʼ
Ὀδυσσῆος
θείοιο
.
325
Τηλεμάχῳ
δέ
κε
μῦθον
ἐγὼ
καὶ
μητέρι
φαίην
ἤπιον
,
εἴ
σφωϊν
κραδίῃ
ἅδοι
ἀμφοτέροιϊν
.
ὄφρα
μὲν
ὑμῖν
θυμὸς
ἐνὶ
στήθεσσιν
ἐώλπει
νοστήσειν
Ὀδυσῆα
πολύφρονα
ὅνδε
δόμονδε
,
τόφρʼ
οὔ
τις
νέμεσις
μενέμεν
τʼ
ἦν
ἰσχέμεναί
τε
330
μνηστῆρας
κατὰ
δώματʼ
,
ἐπεὶ
τόδε
κέρδιον
ἦεν
,
εἰ
νόστησʼ
Ὀδυσεὺς
καὶ
ὑπότροπος
ἵκετο
δῶμα
·
νῦν
δʼ
ἤδη
τόδε
δῆλον
,
ὅ
τʼ
οὐκέτι
νόστιμός
ἐστιν
.
ἀλλʼ
ἄγε
,
σῇ
τάδε
μητρὶ
παρεζόμενος
κατάλεξον
,
γήμασθʼ
ὅς
τις
ἄριστος
ἀνὴρ
καὶ
πλεῖστα
πόρῃσιν
,
335
ὄφρα
σὺ
μὲν
χαίρων
πατρώϊα
πάντα
νέμηαι
,
ἔσθων
καὶ
πίνων
,
ἡ
δʼ
ἄλλου
δῶμα
κομίζῃ
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
οὐ
μὰ
Ζῆνʼ
,
Ἀγέλαε
,
καὶ
ἄλγεα
πατρὸς
ἐμοῖο
,
ὅς
που
τῆλʼ
Ἰθάκης
ἢ
ἔφθιται
ἢ
ἀλάληται
,
340
οὔ
τι
διατρίβω
μητρὸς
γάμον
,
ἀλλὰ
κελεύω
γήμασθʼ
ᾧ
κʼ
ἐθέλῃ
,
ποτὶ
δʼ
ἄσπετα
δῶρα
δίδωμι
.
αἰδέομαι
δʼ
ἀέκουσαν
ἀπὸ
μεγάροιο
δίεσθαι
μύθῳ
ἀναγκαίῳ
·
μὴ
τοῦτο
θεὸς
τελέσειεν
.
ὣς
φάτο
Τηλέμαχος
·
μνηστῆρσι
δὲ
Παλλὰς
Ἀθήνη
345
ἄσβεστον
γέλω
ὦρσε
,
παρέπλαγξεν
δὲ
νόημα
.
οἱ
δʼ
ἤδη
γναθμοῖσι
γελοίων
ἀλλοτρίοισιν
,
αἱμοφόρυκτα
δὲ
δὴ
κρέα
ἤσθιον
·
ὄσσε
δʼ
ἄρα
σφέων
δακρυόφιν
πίμπλαντο
,
γόον
δʼ
ὠΐετο
θυμός
.
τοῖσι
δὲ
καὶ
μετέειπε
Θεοκλύμενος
θεοειδής
·
350
ἆ
δειλοί
,
τί
κακὸν
τόδε
πάσχετε
;
νυκτὶ
μὲν
ὑμέων
εἰλύαται
κεφαλαί
τε
πρόσωπά
τε
νέρθε
τε
γοῦνα
.
οἰμωγὴ
δὲ
δέδηε
,
δεδάκρυνται
δὲ
παρειαί
,
αἵματι
δʼ
ἐρράδαται
τοῖχοι
καλαί
τε
μεσόδμαι
·
εἰδώλων
δὲ
πλέον
πρόθυρον
,
πλείη
δὲ
καὶ
αὐλή
,
355
ἱεμένων
Ἔρεβόσδε
ὑπὸ
ζόφον
·
ἠέλιος
δὲ
οὐρανοῦ
ἐξαπόλωλε
,
κακὴ
δʼ
ἐπιδέδρομεν
ἀχλύς
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἐπʼ
αὐτῷ
ἡδὺ
γέλασσαν
.
τοῖσιν
δʼ
Εὐρύμαχος
,
Πολύβου
πάϊς
,
ἦρχʼ
ἀγορεύειν
·
ἀφραίνει
ξεῖνος
νέον
ἄλλοθεν
εἰληλουθώς
.
360
ἀλλά
μιν
αἶψα
,
νέοι
,
δόμου
ἐκπέμψασθε
θύραζε
εἰς
ἀγορὴν
ἔρχεσθαι
,
ἐπεὶ
τάδε
νυκτὶ
ἐΐσκει
.
τὸν
δʼ
αὖτε
προσέειπε
Θεοκλύμενος
θεοειδής
·
Εὐρύμαχʼ
,
οὔ
τί
σʼ
ἄνωγα
ἐμοὶ
πομπῆας
ὀπάζειν
·
εἰσί
μοι
ὀφθαλμοί
τε
καὶ
οὔατα
καὶ
πόδες
ἄμφω
365
καὶ
νόος
ἐν
στήθεσσι
τετυγμένος
οὐδὲν
ἀεικής
.
τοῖς
ἔξειμι
θύραζε
,
ἐπεὶ
νοέω
κακὸν
ὔμμιν
ἐρχόμενον
,
τό
κεν
οὔ
τις
ὑπεκφύγοι
οὐδʼ
ἀλέαιτο
μνηστήρων
,
οἳ
δῶμα
κάτʼ
ἀντιθέου
Ὀδυσῆος
ἀνέρας
ὑβρίζοντες
ἀτάσθαλα
μηχανάασθε
.
370
ὣς
εἰπὼν
ἐξῆλθε
δόμων
εὖ
ναιεταόντων
,
ἵκετο
δʼ
ἐς
Πείραιον
,
ὅ
μιν
πρόφρων
ὑπέδεκτο
.
μνηστῆρες
δʼ
ἄρα
πάντες
ἐς
ἀλλήλους
ὁρόωντες
Τηλέμαχον
ἐρέθιζον
,
ἐπὶ
ξείνοις
γελόωντες
·
ὧδε
δέ
τις
εἴπεσκε
νέων
ὑπερηνορεόντων
·
375
Τηλέμαχʼ
,
οὔ
τις
σεῖο
κακοξεινώτερος
ἄλλος
·
οἷον
μέν
τινα
τοῦτον
ἔχεις
ἐπίμαστον
ἀλήτην
,
σίτου
καὶ
οἴνου
κεχρημένον
,
οὐδέ
τι
ἔργων
ἔμπαιον
οὐδὲ
βίης
,
ἀλλʼ
αὔτως
ἄχθος
ἀρούρης
.
ἄλλος
δʼ
αὖτέ
τις
οὗτος
ἀνέστη
μαντεύεσθαι
.
380
ἀλλʼ
εἴ
μοί
τι
πίθοιο
,
τό
κεν
πολὺ
κέρδιον
εἴη
·
τοὺς
ξείνους
ἐν
νηῒ
πολυκληῗδι
βαλόντες
ἐς
Σικελοὺς
πέμψωμεν
,
ὅθεν
κέ
τοι
ἄξιον
ἄλφοι
.
ὣς
ἔφασαν
μνηστῆρες
·
ὁ
δʼ
οὐκ
ἐμπάζετο
μύθων
,
ἀλλʼ
ἀκέων
πατέρα
προσεδέρκετο
,
δέγμενος
αἰεί
,
385
ὁππότε
δὴ
μνηστῆρσιν
ἀναιδέσι
χεῖρας
ἐφήσει
.
ἡ
δὲ
κατʼ
ἄντηστιν
θεμένη
περικαλλέα
δίφρον
κούρη
Ἰκαρίοιο
,
περίφρων
Πηνελόπεια
,
ἀνδρῶν
ἐν
μεγάροισιν
ἑκάστου
μῦθον
ἄκουεν
.
δεῖπνον
μὲν
γάρ
τοί
γε
γελοίωντες
τετύκοντο
390
ἡδὺ
τε
καὶ
μενοεικές
,
ἐπεὶ
μάλα
πόλλʼ
ἱέρευσαν
·
δόρπου
δʼ
οὐκ
ἄν
πως
ἀχαρίστερον
ἄλλο
γένοιτο
,
οἷον
δὴ
τάχʼ
ἔμελλε
θεὰ
καὶ
καρτερὸς
ἀνὴρ
θησέμεναι
·
πρότεροι
γὰρ
ἀεικέα
μηχανόωντο
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.