οἱ
δʼ
ἷξον
κοίλην
Λακεδαίμονα
κητώεσσαν
,
1
πρὸς
δʼ
ἄρα
δώματʼ
ἔλων
Μενελάου
κυδαλίμοιο
.
τὸν
δʼ
εὗρον
δαινύντα
γάμον
πολλοῖσιν
ἔτῃσιν
υἱέος
ἠδὲ
θυγατρὸς
ἀμύμονος
ᾧ
ἐνὶ
οἴκῳ
.
τὴν
μὲν
Ἀχιλλῆος
ῥηξήνορος
υἱέι
πέμπεν
·
5
ἐν
Τροίῃ
γὰρ
πρῶτον
ὑπέσχετο
καὶ
κατένευσε
δωσέμεναι
,
τοῖσιν
δὲ
θεοὶ
γάμον
ἐξετέλειον
.
τὴν
ἄρʼ
ὅ
γʼ
ἔνθʼ
ἵπποισι
καὶ
ἅρμασι
πέμπε
νέεσθαι
Μυρμιδόνων
προτὶ
ἄστυ
περικλυτόν
,
οἷσιν
ἄνασσεν
.
υἱέι
δὲ
Σπάρτηθεν
Ἀλέκτορος
ἤγετο
κούρην
,
10
ὅς
οἱ
τηλύγετος
γένετο
κρατερὸς
Μεγαπένθης
ἐκ
δούλης
·
Ἑλένῃ
δὲ
θεοὶ
γόνον
οὐκέτʼ
ἔφαινον
,
ἐπεὶ
δὴ
τὸ
πρῶτον
ἐγείνατο
παῖδʼ
ἐρατεινήν
,
Ἑρμιόνην
,
ἣ
εἶδος
ἔχε
χρυσέης
Ἀφροδίτης
.
ὣς
οἱ
μὲν
δαίνυντο
καθʼ
ὑψερεφὲς
μέγα
δῶμα
15
γείτονες
ἠδὲ
ἔται
Μενελάου
κυδαλίμοιο
,
τερπόμενοι
·
μετὰ
δέ
σφιν
ἐμέλπετο
θεῖος
ἀοιδὸς
φορμίζων
,
δοιὼ
δὲ
κυβιστητῆρε
κατʼ
αὐτούς
,
μολπῆς
ἐξάρχοντος
,
ἐδίνευον
κατὰ
μέσσους
.
τὼ
δʼ
αὖτʼ
ἐν
προθύροισι
δόμων
αὐτώ
τε
καὶ
ἵππω
,
20
Τηλέμαχός
θʼ
ἥρως
καὶ
Νέστορος
ἀγλαὸς
υἱός
,
στῆσαν
·
ὁ
δὲ
προμολὼν
ἴδετο
κρείων
Ἐτεωνεύς
,
ὀτρηρὸς
θεράπων
Μενελάου
κυδαλίμοιο
,
βῆ
δʼ
ἴμεν
ἀγγελέων
διὰ
δώματα
ποιμένι
λαῶν
,
ἀγχοῦ
δʼ
ἱστάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
25
ξείνω
δή
τινε
τώδε
,
διοτρεφὲς
ὦ
Μενέλαε
,
ἄνδρε
δύω
,
γενεῇ
δὲ
Διὸς
μεγάλοιο
ἔικτον
.
ἀλλʼ
εἴπʼ
,
ἤ
σφωιν
καταλύσομεν
ὠκέας
ἵππους
,
ἦ
ἄλλον
πέμπωμεν
ἱκανέμεν
,
ὅς
κε
φιλήσῃ
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
ξανθὸς
Μενέλαος
·
30
οὐ
μὲν
νήπιος
ἦσθα
,
Βοηθοΐδη
Ἐτεωνεῦ
,
τὸ
πρίν
·
ἀτὰρ
μὲν
νῦν
γε
πάϊς
ὣς
νήπια
βάζεις
.
ἦ
μὲν
δὴ
νῶι
ξεινήια
πολλὰ
φαγόντε
ἄλλων
ἀνθρώπων
δεῦρʼ
ἱκόμεθʼ
,
αἴ
κέ
ποθι
Ζεὺς
ἐξοπίσω
περ
παύσῃ
ὀιζύος
.
ἀλλὰ
λύʼ
ἵππους
35
ξείνων
,
ἐς
δʼ
αὐτοὺς
προτέρω
ἄγε
θοινηθῆναι
.
ὣς
φάθʼ
,
ὁ
δὲ
μεγάροιο
διέσσυτο
,
κέκλετο
δʼ
ἄλλους
ὀτρηροὺς
θεράποντας
ἅμα
σπέσθαι
ἑοῖ
αὐτῷ
.
οἱ
δʼ
ἵππους
μὲν
λῦσαν
ὑπὸ
ζυγοῦ
ἱδρώοντας
,
καὶ
τοὺς
μὲν
κατέδησαν
ἐφʼ
ἱππείῃσι
κάπῃσι
,
40
πὰρ
δʼ
ἔβαλον
ζειάς
,
ἀνὰ
δὲ
κρῖ
λευκὸν
ἔμιξαν
,
ἅρματα
δʼ
ἔκλιναν
πρὸς
ἐνώπια
παμφανόωντα
,
αὐτοὺς
δʼ
εἰσῆγον
θεῖον
δόμον
.
οἱ
δὲ
ἰδόντες
θαύμαζον
κατὰ
δῶμα
διοτρεφέος
βασιλῆος
·
ὥς
τε
γὰρ
ἠελίου
αἴγλη
πέλεν
ἠὲ
σελήνης
45
δῶμα
καθʼ
ὑψερεφὲς
Μενελάου
κυδαλίμοιο
.
αὐτὰρ
ἐπεὶ
τάρπησαν
ὁρώμενοι
ὀφθαλμοῖσιν
,
ἔς
ῥʼ
ἀσαμίνθους
βάντες
ἐυξέστας
λούσαντο
.
τοὺς
δʼ
ἐπεὶ
οὖν
δμῳαὶ
λοῦσαν
καὶ
χρῖσαν
ἐλαίῳ
,
ἀμφὶ
δʼ
ἄρα
χλαίνας
οὔλας
βάλον
ἠδὲ
χιτῶνας
,
50
ἔς
ῥα
θρόνους
ἕζοντο
παρʼ
Ἀτρεΐδην
Μενέλαον
.
χέρνιβα
δʼ
ἀμφίπολος
προχόῳ
ἐπέχευε
φέρουσα
καλῇ
χρυσείῃ
ὑπὲρ
ἀργυρέοιο
λέβητος
,
νίψασθαι
·
παρὰ
δὲ
ξεστὴν
ἐτάνυσσε
τράπεζαν
.
σῖτον
δʼ
αἰδοίη
ταμίη
παρέθηκε
φέρουσα
,
55
εἴδατα
πόλλʼ
ἐπιθεῖσα
,
χαριζομένη
παρεόντων
.
δαιτρὸς
δὲ
κρειῶν
πίνακας
παρέθηκεν
ἀείρας
παντοίων
,
παρὰ
δέ
σφι
τίθει
χρύσεια
κύπελλα
.
τὼ
καὶ
δεικνύμενος
προσέφη
ξανθὸς
Μενέλαος
·
σίτου
θʼ
ἅπτεσθον
καὶ
χαίρετον
.
αὐτὰρ
ἔπειτα
60
δείπνου
πασσαμένω
εἰρησόμεθʼ
,
οἵ
τινές
ἐστον
ἀνδρῶν
·
οὐ
γὰρ
σφῷν
γε
γένος
ἀπόλωλε
τοκήων
,
ἀλλʼ
ἀνδρῶν
γένος
ἐστὲ
διοτρεφέων
βασιλήων
σκηπτούχων
,
ἐπεὶ
οὔ
κε
κακοὶ
τοιούσδε
τέκοιεν
.
ὣς
φάτο
,
καί
σφιν
νῶτα
βοὸς
παρὰ
πίονα
θῆκεν
65
ὄπτʼ
ἐν
χερσὶν
ἑλών
,
τά
ῥά
οἱ
γέρα
πάρθεσαν
αὐτῷ
.
οἱ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
δὴ
τότε
Τηλέμαχος
προσεφώνεε
Νέστορος
υἱόν
,
ἄγχι
σχὼν
κεφαλήν
,
ἵνα
μὴ
πευθοίαθʼ
οἱ
ἄλλοι
·
70
φράζεο
,
Νεστορίδη
,
τῷ
ἐμῷ
κεχαρισμένε
θυμῷ
,
χαλκοῦ
τε
στεροπὴν
κὰδ
δώματα
ἠχήεντα
χρυσοῦ
τʼ
ἠλέκτρου
τε
καὶ
ἀργύρου
ἠδʼ
ἐλέφαντος
.
Ζηνός
που
τοιήδε
γʼ
Ὀλυμπίου
ἔνδοθεν
αὐλή
,
ὅσσα
τάδʼ
ἄσπετα
πολλά
·
σέβας
μʼ
ἔχει
εἰσορόωντα
.
75
τοῦ
δʼ
ἀγορεύοντος
ξύνετο
ξανθὸς
Μενέλαος
,
καί
σφεας
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
τέκνα
φίλʼ
,
ἦ
τοι
Ζηνὶ
βροτῶν
οὐκ
ἄν
τις
ἐρίζοι
·
ἀθάνατοι
γὰρ
τοῦ
γε
δόμοι
καὶ
κτήματʼ
ἔασιν
·
ἀνδρῶν
δʼ
ἤ
κέν
τίς
μοι
ἐρίσσεται
,
ἠὲ
καὶ
οὐκί
,
80
κτήμασιν
.
ἦ
γὰρ
πολλὰ
παθὼν
καὶ
πόλλʼ
ἐπαληθεὶς
ἠγαγόμην
ἐν
νηυσὶ
καὶ
ὀγδοάτῳ
ἔτει
ἦλθον
,
Κύπρον
Φοινίκην
τε
καὶ
Αἰγυπτίους
ἐπαληθείς
,
Αἰθίοπάς
θʼ
ἱκόμην
καὶ
Σιδονίους
καὶ
Ἐρεμβοὺς
καὶ
Λιβύην
,
ἵνα
τʼ
ἄρνες
ἄφαρ
κεραοὶ
τελέθουσι
.
85
τρὶς
γὰρ
τίκτει
μῆλα
τελεσφόρον
εἰς
ἐνιαυτόν
.
ἔνθα
μὲν
οὔτε
ἄναξ
ἐπιδευὴς
οὔτε
τι
ποιμὴν
τυροῦ
καὶ
κρειῶν
οὐδὲ
γλυκεροῖο
γάλακτος
,
ἀλλʼ
αἰεὶ
παρέχουσιν
ἐπηετανὸν
γάλα
θῆσθαι
.
ἧος
ἐγὼ
περὶ
κεῖνα
πολὺν
βίοτον
συναγείρων
90
ἠλώμην
,
τῆός
μοι
ἀδελφεὸν
ἄλλος
ἔπεφνεν
λάθρῃ
,
ἀνωιστί
,
δόλῳ
οὐλομένης
ἀλόχοιο
·
ὣς
οὔ
τοι
χαίρων
τοῖσδε
κτεάτεσσιν
ἀνάσσω
.
καὶ
πατέρων
τάδε
μέλλετʼ
ἀκουέμεν
,
οἵ
τινες
ὑμῖν
εἰσίν
,
ἐπεὶ
μάλα
πολλὰ
πάθον
,
καὶ
ἀπώλεσα
οἶκον
95
εὖ
μάλα
ναιετάοντα
,
κεχανδότα
πολλὰ
καὶ
ἐσθλά
.
ὧν
ὄφελον
τριτάτην
περ
ἔχων
ἐν
δώμασι
μοῖραν
ναίειν
,
οἱ
δʼ
ἄνδρες
σόοι
ἔμμεναι
,
οἳ
τότʼ
ὄλοντο
Τροίῃ
ἐν
εὐρείῃ
ἑκὰς
Ἄργεος
ἱπποβότοιο
.
ἀλλʼ
ἔμπης
πάντας
μὲν
ὀδυρόμενος
καὶ
ἀχεύων
100
πολλάκις
ἐν
μεγάροισι
καθήμενος
ἡμετέροισιν
ἄλλοτε
μέν
τε
γόῳ
φρένα
τέρπομαι
,
ἄλλοτε
δʼ
αὖτε
παύομαι
·
αἰψηρὸς
δὲ
κόρος
κρυεροῖο
γόοιο
.
τῶν
πάντων
οὐ
τόσσον
ὀδύρομαι
,
ἀχνύμενός
περ
,
ὡς
ἑνός
,
ὅς
τέ
μοι
ὕπνον
ἀπεχθαίρει
καὶ
ἐδωδὴν
105
μνωομένῳ
,
ἐπεὶ
οὔ
τις
Ἀχαιῶν
τόσσʼ
ἐμόγησεν
,
ὅσσʼ
Ὀδυσεὺς
ἐμόγησε
καὶ
ἤρατο
.
τῷ
δʼ
ἄρʼ
ἔμελλεν
αὐτῷ
κήδεʼ
ἔσεσθαι
,
ἐμοὶ
δʼ
ἄχος
αἰὲν
ἄλαστον
κείνου
,
ὅπως
δὴ
δηρὸν
ἀποίχεται
,
οὐδέ
τι
ἴδμεν
,
ζώει
ὅ
γʼ
ἦ
τέθνηκεν
.
ὀδύρονταί
νύ
που
αὐτὸν
110
Λαέρτης
θʼ
ὁ
γέρων
καὶ
ἐχέφρων
Πηνελόπεια
Τηλέμαχός
θʼ
,
ὃν
ἔλειπε
νέον
γεγαῶτʼ
ἐνὶ
οἴκῳ
.
ὣς
φάτο
,
τῷ
δʼ
ἄρα
πατρὸς
ὑφʼ
ἵμερον
ὦρσε
γόοιο
.
δάκρυ
δʼ
ἀπὸ
βλεφάρων
χαμάδις
βάλε
πατρὸς
ἀκούσας
,
χλαῖναν
πορφυρέην
ἄντʼ
ὀφθαλμοῖιν
ἀνασχὼν
115
ἀμφοτέρῃσιν
χερσί
.
νόησε
δέ
μιν
Μενέλαος
,
μερμήριξε
δʼ
ἔπειτα
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
ἠέ
μιν
αὐτὸν
πατρὸς
ἐάσειε
μνησθῆναι
ἦ
πρῶτʼ
ἐξερέοιτο
ἕκαστά
τε
πειρήσαιτο
.
ἧος
ὁ
ταῦθʼ
ὥρμαινε
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
120
ἐκ
δʼ
Ἑλένη
θαλάμοιο
θυώδεος
ὑψορόφοιο
ἤλυθεν
Ἀρτέμιδι
χρυσηλακάτῳ
ἐικυῖα
.
τῇ
δʼ
ἄρʼ
ἅμʼ
Ἀδρήστη
κλισίην
εὔτυκτον
ἔθηκεν
,
Ἀλκίππη
δὲ
τάπητα
φέρεν
μαλακοῦ
ἐρίοιο
,
Φυλὼ
δʼ
ἀργύρεον
τάλαρον
φέρε
,
τόν
οἱ
ἔθηκεν
125
Ἀλκάνδρη
,
Πολύβοιο
δάμαρ
,
ὃς
ἔναιʼ
ἐνὶ
Θήβῃς
Αἰγυπτίῃς
,
ὅθι
πλεῖστα
δόμοις
ἐν
κτήματα
κεῖται
·
ὃς
Μενελάῳ
δῶκε
δύʼ
ἀργυρέας
ἀσαμίνθους
,
δοιοὺς
δὲ
τρίποδας
,
δέκα
δὲ
χρυσοῖο
τάλαντα
.
χωρὶς
δʼ
αὖθʼ
Ἑλένῃ
ἄλοχος
πόρε
κάλλιμα
δῶρα
·
130
χρυσέην
τʼ
ἠλακάτην
τάλαρόν
θʼ
ὑπόκυκλον
ὄπασσεν
ἀργύρεον
,
χρυσῷ
δʼ
ἐπὶ
χείλεα
κεκράαντο
.
τόν
ῥά
οἱ
ἀμφίπολος
Φυλὼ
παρέθηκε
φέρουσα
νήματος
ἀσκητοῖο
βεβυσμένον
·
αὐτὰρ
ἐπʼ
αὐτῷ
ἠλακάτη
τετάνυστο
ἰοδνεφὲς
εἶρος
ἔχουσα
.
135
ἕζετο
δʼ
ἐν
κλισμῷ
,
ὑπὸ
δὲ
θρῆνυς
ποσὶν
ἦεν
.
αὐτίκα
δʼ
ἥ
γʼ
ἐπέεσσι
πόσιν
ἐρέεινεν
ἕκαστα
·
ἴδμεν
δή
,
Μενέλαε
διοτρεφές
,
οἵ
τινες
οἵδε
ἀνδρῶν
εὐχετόωνται
ἱκανέμεν
ἡμέτερον
δῶ
;
ψεύσομαι
ἦ
ἔτυμον
ἐρέω
;
κέλεται
δέ
με
θυμός
.
140
οὐ
γάρ
πώ
τινά
φημι
ἐοικότα
ὧδε
ἰδέσθαι
οὔτʼ
ἄνδρʼ
οὔτε
γυναῖκα
,
σέβας
μʼ
ἔχει
εἰσορόωσαν
,
ὡς
ὅδʼ
Ὀδυσσῆος
μεγαλήτορος
υἷι
ἔοικε
,
Τηλεμάχῳ
,
τὸν
ἔλειπε
νέον
γεγαῶτʼ
ἐνὶ
οἴκῳ
κεῖνος
ἀνήρ
,
ὅτʼ
ἐμεῖο
κυνώπιδος
εἵνεκʼ
Ἀχαιοὶ
145
ἤλθεθʼ
ὑπὸ
Τροίην
πόλεμον
θρασὺν
ὁρμαίνοντες
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
ξανθὸς
Μενέλαος
·
οὕτω
νῦν
καὶ
ἐγὼ
νοέω
,
γύναι
,
ὡς
σὺ
ἐίσκεις
·
κείνου
γὰρ
τοιοίδε
πόδες
τοιαίδε
τε
χεῖρες
ὀφθαλμῶν
τε
βολαὶ
κεφαλή
τʼ
ἐφύπερθέ
τε
χαῖται
.
150
καὶ
νῦν
ἦ
τοι
ἐγὼ
μεμνημένος
ἀμφʼ
Ὀδυσῆι
μυθεόμην
,
ὅσα
κεῖνος
ὀιζύσας
ἐμόγησεν
ἀμφʼ
ἐμοί
,
αὐτὰρ
ὁ
πικρὸν
ὑπʼ
ὀφρύσι
δάκρυον
εἶβε
,
χλαῖναν
πορφυρέην
ἄντʼ
ὀφθαλμοῖιν
ἀνασχών
.
τὸν
δʼ
αὖ
Νεστορίδης
Πεισίστρατος
ἀντίον
ηὔδα
·
155
Ἀτρεΐδη
Μενέλαε
διοτρεφές
,
ὄρχαμε
λαῶν
,
κείνου
μέν
τοι
ὅδʼ
υἱὸς
ἐτήτυμον
,
ὡς
ἀγορεύεις
·
ἀλλὰ
σαόφρων
ἐστί
,
νεμεσσᾶται
δʼ
ἐνὶ
θυμῷ
ὧδʼ
ἐλθὼν
τὸ
πρῶτον
ἐπεσβολίας
ἀναφαίνειν
ἄντα
σέθεν
,
τοῦ
νῶι
θεοῦ
ὣς
τερπόμεθʼ
αὐδῇ
.
160
αὐτὰρ
ἐμὲ
προέηκε
Γερήνιος
ἱππότα
Νέστωρ
τῷ
ἅμα
πομπὸν
ἕπεσθαι
·
ἐέλδετο
γάρ
σε
ἰδέσθαι
,
ὄφρα
οἱ
ἤ
τι
ἔπος
ὑποθήσεαι
ἠέ
τι
ἔργον
.
πολλὰ
γὰρ
ἄλγεʼ
ἔχει
πατρὸς
πάϊς
οἰχομένοιο
ἐν
μεγάροις
,
ᾧ
μὴ
ἄλλοι
ἀοσσητῆρες
ἔωσιν
,
165
ὡς
νῦν
Τηλεμάχῳ
ὁ
μὲν
οἴχεται
,
οὐδέ
οἱ
ἄλλοι
εἴσʼ
οἵ
κεν
κατὰ
δῆμον
ἀλάλκοιεν
κακότητα
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
ξανθὸς
Μενέλαος
·
ὢ
πόποι
,
ἦ
μάλα
δὴ
φίλου
ἀνέρος
υἱὸς
ἐμὸν
δῶ
ἵκεθʼ
,
ὃς
εἵνεκʼ
ἐμεῖο
πολέας
ἐμόγησεν
ἀέθλους
·
170
καί
μιν
ἔφην
ἐλθόντα
φιλησέμεν
ἔξοχον
ἄλλων
Ἀργείων
,
εἰ
νῶιν
ὑπεὶρ
ἅλα
νόστον
ἔδωκε
νηυσὶ
θοῇσι
γενέσθαι
Ὀλύμπιος
εὐρύοπα
Ζεύς
.
καί
κέ
οἱ
Ἄργεϊ
νάσσα
πόλιν
καὶ
δώματʼ
ἔτευξα
,
ἐξ
Ἰθάκης
ἀγαγὼν
σὺν
κτήμασι
καὶ
τέκεϊ
ᾧ
175
καὶ
πᾶσιν
λαοῖσι
,
μίαν
πόλιν
ἐξαλαπάξας
,
αἳ
περιναιετάουσιν
,
ἀνάσσονται
δʼ
ἐμοὶ
αὐτῷ
.
καί
κε
θάμʼ
ἐνθάδʼ
ἐόντες
ἐμισγόμεθʼ
·
οὐδέ
κεν
ἡμέας
ἄλλο
διέκρινεν
φιλέοντέ
τε
τερπομένω
τε
,
πρίν
γʼ
ὅτε
δὴ
θανάτοιο
μέλαν
νέφος
ἀμφεκάλυψεν
.
180
ἀλλὰ
τὰ
μέν
που
μέλλεν
ἀγάσσεσθαι
θεὸς
αὐτός
,
ὃς
κεῖνον
δύστηνον
ἀνόστιμον
οἶον
ἔθηκεν
.
ὣς
φάτο
,
τοῖσι
δὲ
πᾶσιν
ὑφʼ
ἵμερον
ὦρσε
γόοιο
.
κλαῖε
μὲν
Ἀργείη
Ἑλένη
,
Διὸς
ἐκγεγαυῖα
,
κλαῖε
δὲ
Τηλέμαχός
τε
καὶ
Ἀτρεΐδης
Μενέλαος
,
185
οὐδʼ
ἄρα
Νέστορος
υἱὸς
ἀδακρύτω
ἔχεν
ὄσσε
·
μνήσατο
γὰρ
κατὰ
θυμὸν
ἀμύμονος
Ἀντιλόχοιο
,
τόν
ῥʼ
Ἠοῦς
ἔκτεινε
φαεινῆς
ἀγλαὸς
υἱός
·
τοῦ
ὅ
γʼ
ἐπιμνησθεὶς
ἔπεα
πτερόεντʼ
ἀγόρευεν
·
Ἀτρεΐδη
,
περὶ
μέν
σε
βροτῶν
πεπνυμένον
εἶναι
190
Νέστωρ
φάσχʼ
ὁ
γέρων
,
ὅτʼ
ἐπιμνησαίμεθα
σεῖο
οἷσιν
ἐνὶ
μεγάροισι
,
καὶ
ἀλλήλους
ἐρέοιμεν
.
καὶ
νῦν
,
εἴ
τί
που
ἔστι
,
πίθοιό
μοι
·
οὐ
γὰρ
ἐγώ
γε
τέρπομʼ
ὀδυρόμενος
μεταδόρπιος
,
ἀλλὰ
καὶ
ἠὼς
ἔσσεται
ἠριγένεια
·
νεμεσσῶμαί
γε
μὲν
οὐδὲν
195
κλαίειν
ὅς
κε
θάνῃσι
βροτῶν
καὶ
πότμον
ἐπίσπῃ
.
τοῦτό
νυ
καὶ
γέρας
οἶον
ὀιζυροῖσι
βροτοῖσιν
,
κείρασθαί
τε
κόμην
βαλέειν
τʼ
ἀπὸ
δάκρυ
παρειῶν
.
καὶ
γὰρ
ἐμὸς
τέθνηκεν
ἀδελφεός
,
οὔ
τι
κάκιστος
Ἀργείων
·
μέλλεις
δὲ
σὺ
ἴδμεναι
·
οὐ
γὰρ
ἐγώ
γε
200
ἤντησʼ
οὐδὲ
ἴδον
·
περὶ
δʼ
ἄλλων
φασὶ
γενέσθαι
Ἀντίλοχον
,
πέρι
μὲν
θείειν
ταχὺν
ἠδὲ
μαχητήν
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
ξανθὸς
Μενέλαος
·
ὦ
φίλʼ
,
ἐπεὶ
τόσα
εἶπες
,
ὅσʼ
ἂν
πεπνυμένος
ἀνὴρ
εἴποι
καὶ
ῥέξειε
,
καὶ
ὃς
προγενέστερος
εἴη
·
205
τοίου
γὰρ
καὶ
πατρός
,
ὃ
καὶ
πεπνυμένα
βάζεις
,
ῥεῖα
δʼ
ἀρίγνωτος
γόνος
ἀνέρος
ᾧ
τε
Κρονίων
ὄλβον
ἐπικλώσῃ
γαμέοντί
τε
γεινομένῳ
τε
,
ὡς
νῦν
Νέστορι
δῶκε
διαμπερὲς
ἤματα
πάντα
αὐτὸν
μὲν
λιπαρῶς
γηρασκέμεν
ἐν
μεγάροισιν
,
210
υἱέας
αὖ
πινυτούς
τε
καὶ
ἔγχεσιν
εἶναι
ἀρίστους
.
ἡμεῖς
δὲ
κλαυθμὸν
μὲν
ἐάσομεν
,
ὃς
πρὶν
ἐτύχθη
,
δόρπου
δʼ
ἐξαῦτις
μνησώμεθα
,
χερσὶ
δʼ
ἐφʼ
ὕδωρ
χευάντων
.
μῦθοι
δὲ
καὶ
ἠῶθέν
περ
ἔσονται
Τηλεμάχῳ
καὶ
ἐμοὶ
διαειπέμεν
ἀλλήλοισιν
.
215
ὣς
ἔφατʼ
,
Ἀσφαλίων
δʼ
ἄρʼ
ὕδωρ
ἐπὶ
χεῖρας
ἔχευεν
,
ὀτρηρὸς
θεράπων
Μενελάου
κυδαλίμοιο
.
οἱ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
ἔνθʼ
αὖτʼ
ἄλλʼ
ἐνόησʼ
Ἑλένη
Διὸς
ἐκγεγαυῖα
·
αὐτίκʼ
ἄρʼ
εἰς
οἶνον
βάλε
φάρμακον
,
ἔνθεν
ἔπινον
,
220
νηπενθές
τʼ
ἄχολόν
τε
,
κακῶν
ἐπίληθον
ἁπάντων
.
ὃς
τὸ
καταβρόξειεν
,
ἐπὴν
κρητῆρι
μιγείη
,
οὔ
κεν
ἐφημέριός
γε
βάλοι
κατὰ
δάκρυ
παρειῶν
,
οὐδʼ
εἴ
οἱ
κατατεθναίη
μήτηρ
τε
πατήρ
τε
,
οὐδʼ
εἴ
οἱ
προπάροιθεν
ἀδελφεὸν
ἢ
φίλον
υἱὸν
225
χαλκῷ
δηιόῳεν
,
ὁ
δʼ
ὀφθαλμοῖσιν
ὁρῷτο
.
τοῖα
Διὸς
θυγάτηρ
ἔχε
φάρμακα
μητιόεντα
,
ἐσθλά
,
τά
οἱ
Πολύδαμνα
πόρεν
,
Θῶνος
παράκοιτις
Αἰγυπτίη
,
τῇ
πλεῖστα
φέρει
ζείδωρος
ἄρουρα
φάρμακα
,
πολλὰ
μὲν
ἐσθλὰ
μεμιγμένα
πολλὰ
δὲ
λυγρά
·
230
ἰητρὸς
δὲ
ἕκαστος
ἐπιστάμενος
περὶ
πάντων
ἀνθρώπων
·
ἦ
γὰρ
Παιήονός
εἰσι
γενέθλης
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἐνέηκε
κέλευσέ
τε
οἰνοχοῆσαι
,
ἐξαῦτις
μύθοισιν
ἀμειβομένη
προσέειπεν
·
Ἀτρεΐδη
Μενέλαε
διοτρεφὲς
ἠδὲ
καὶ
οἵδε
235
ἀνδρῶν
ἐσθλῶν
παῖδες
·
ἀτὰρ
θεὸς
ἄλλοτε
ἄλλῳ
Ζεὺς
ἀγαθόν
τε
κακόν
τε
διδοῖ
·
δύναται
γὰρ
ἅπαντα
·
ἦ
τοι
νῦν
δαίνυσθε
καθήμενοι
ἐν
μεγάροισι
καὶ
μύθοις
τέρπεσθε
·
ἐοικότα
γὰρ
καταλέξω
.
πάντα
μὲν
οὐκ
ἂν
ἐγὼ
μυθήσομαι
οὐδʼ
ὀνομήνω
,
240
ὅσσοι
Ὀδυσσῆος
ταλασίφρονός
εἰσιν
ἄεθλοι
·
ἀλλʼ
οἷον
τόδʼ
ἔρεξε
καὶ
ἔτλη
καρτερὸς
ἀνὴρ
δήμῳ
ἔνι
Τρώων
,
ὅθι
πάσχετε
πήματʼ
Ἀχαιοί
.
αὐτόν
μιν
πληγῇσιν
ἀεικελίῃσι
δαμάσσας
,
σπεῖρα
κάκʼ
ἀμφʼ
ὤμοισι
βαλών
,
οἰκῆι
ἐοικώς
,
245
ἀνδρῶν
δυσμενέων
κατέδυ
πόλιν
εὐρυάγυιαν
·
ἄλλῳ
δʼ
αὐτὸν
φωτὶ
κατακρύπτων
ἤισκε
,
δέκτῃ
,
ὃς
οὐδὲν
τοῖος
ἔην
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
τῷ
ἴκελος
κατέδυ
Τρώων
πόλιν
,
οἱ
δʼ
ἀβάκησαν
πάντες
·
ἐγὼ
δέ
μιν
οἴη
ἀνέγνων
τοῖον
ἐόντα
,
250
καί
μιν
ἀνηρώτων
·
ὁ
δὲ
κερδοσύνῃ
ἀλέεινεν
.
ἀλλʼ
ὅτε
δή
μιν
ἐγὼ
λόεον
καὶ
χρῖον
ἐλαίῳ
,
ἀμφὶ
δὲ
εἵματα
ἕσσα
καὶ
ὤμοσα
καρτερὸν
ὅρκον
μὴ
μὲν
πρὶν
Ὀδυσῆα
μετὰ
Τρώεσσʼ
ἀναφῆναι
,
πρίν
γε
τὸν
ἐς
νῆάς
τε
θοὰς
κλισίας
τʼ
ἀφικέσθαι
,
255
καὶ
τότε
δή
μοι
πάντα
νόον
κατέλεξεν
Ἀχαιῶν
.
πολλοὺς
δὲ
Τρώων
κτείνας
ταναήκεϊ
χαλκῷ
ἦλθε
μετʼ
Ἀργείους
,
κατὰ
δὲ
φρόνιν
ἤγαγε
πολλήν
.
ἔνθʼ
ἄλλαι
Τρῳαὶ
λίγʼ
ἐκώκυον
·
αὐτὰρ
ἐμὸν
κῆρ
χαῖρʼ
,
ἐπεὶ
ἤδη
μοι
κραδίη
τέτραπτο
νέεσθαι
260
ἂψ
οἶκόνδʼ
,
ἄτην
δὲ
μετέστενον
,
ἣν
Ἀφροδίτη
δῶχʼ
,
ὅτε
μʼ
ἤγαγε
κεῖσε
φίλης
ἀπὸ
πατρίδος
αἴης
,
παῖδά
τʼ
ἐμὴν
νοσφισσαμένην
θάλαμόν
τε
πόσιν
τε
οὔ
τευ
δευόμενον
,
οὔτʼ
ἂρ
φρένας
οὔτε
τι
εἶδος
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
ξανθὸς
Μενέλαος
·
265
ναὶ
δὴ
ταῦτά
γε
πάντα
,
γύναι
,
κατὰ
μοῖραν
ἔειπες
.
ἤδη
μὲν
πολέων
ἐδάην
βουλήν
τε
νόον
τε
ἀνδρῶν
ἡρώων
,
πολλὴν
δʼ
ἐπελήλυθα
γαῖαν
·
ἀλλʼ
οὔ
πω
τοιοῦτον
ἐγὼν
ἴδον
ὀφθαλμοῖσιν
,
οἷον
Ὀδυσσῆος
ταλασίφρονος
ἔσκε
φίλον
κῆρ
.
270
οἷον
καὶ
τόδʼ
ἔρεξε
καὶ
ἔτλη
καρτερὸς
ἀνὴρ
ἵππῳ
ἔνι
ξεστῷ
,
ἵνʼ
ἐνήμεθα
πάντες
ἄριστοι
Ἀργείων
Τρώεσσι
φόνον
καὶ
κῆρα
φέροντες
.
ἦλθες
ἔπειτα
σὺ
κεῖσε
·
κελευσέμεναι
δέ
σʼ
ἔμελλε
δαίμων
,
ὃς
Τρώεσσιν
ἐβούλετο
κῦδος
ὀρέξαι
·
275
καί
τοι
Δηΐφοβος
θεοείκελος
ἕσπετʼ
ἰούσῃ
.
τρὶς
δὲ
περίστειξας
κοῖλον
λόχον
ἀμφαφόωσα
,
ἐκ
δʼ
ὀνομακλήδην
Δαναῶν
ὀνόμαζες
ἀρίστους
,
πάντων
Ἀργείων
φωνὴν
ἴσκουσʼ
ἀλόχοισιν
.
αὐτὰρ
ἐγὼ
καὶ
Τυδεΐδης
καὶ
δῖος
Ὀδυσσεὺς
280
ἥμενοι
ἐν
μέσσοισιν
ἀκούσαμεν
ὡς
ἐβόησας
.
νῶι
μὲν
ἀμφοτέρω
μενεήναμεν
ὁρμηθέντε
ἢ
ἐξελθέμεναι
,
ἢ
ἔνδοθεν
αἶψʼ
ὑπακοῦσαι
·
ἀλλʼ
Ὀδυσεὺς
κατέρυκε
καὶ
ἔσχεθεν
ἱεμένω
περ
.
ἔνθʼ
ἄλλοι
μὲν
πάντες
ἀκὴν
ἔσαν
υἷες
Ἀχαιῶν
,
285
Ἄντικλος
δὲ
σέ
γʼ
οἶος
ἀμείψασθαι
ἐπέεσσιν
ἤθελεν
.
ἀλλʼ
Ὀδυσεὺς
ἐπὶ
μάστακα
χερσὶ
πίεζεν
νωλεμέως
κρατερῇσι
,
σάωσε
δὲ
πάντας
Ἀχαιούς
·
τόφρα
δʼ
ἔχʼ
,
ὄφρα
σε
νόσφιν
ἀπήγαγε
Παλλὰς
Ἀθήνη
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
290
Ἀτρεΐδη
Μενέλαε
διοτρεφές
,
ὄρχαμε
λαῶν
,
ἄλγιον
·
οὐ
γάρ
οἵ
τι
τάδʼ
ἤρκεσε
λυγρὸν
ὄλεθρον
,
οὐδʼ
εἴ
οἱ
κραδίη
γε
σιδηρέη
ἔνδοθεν
ἦεν
.
ἀλλʼ
ἄγετʼ
εἰς
εὐνὴν
τράπεθʼ
ἡμέας
,
ὄφρα
καὶ
ἤδη
ὕπνῳ
ὕπο
γλυκερῷ
ταρπώμεθα
κοιμηθέντες
.
295
ὣς
ἔφατʼ
,
Ἀργείη
δʼ
Ἑλένη
δμῳῇσι
κέλευσεν
δέμνιʼ
ὑπʼ
αἰθούσῃ
θέμεναι
καὶ
ῥήγεα
καλὰ
πορφύρεʼ
ἐμβαλέειν
στορέσαι
τʼ
ἐφύπερθε
τάπητας
,
χλαίνας
τʼ
ἐνθέμεναι
οὔλας
καθύπερθεν
ἕσασθαι
.
αἱ
δʼ
ἴσαν
ἐκ
μεγάροιο
δάος
μετὰ
χερσὶν
ἔχουσαι
,
300
δέμνια
δὲ
στόρεσαν
·
ἐκ
δὲ
ξείνους
ἄγε
κῆρυξ
.
οἱ
μὲν
ἄρʼ
ἐν
προδόμῳ
δόμου
αὐτόθι
κοιμήσαντο
,
Τηλέμαχός
θʼ
ἥρως
καὶ
Νέστορος
ἀγλαὸς
υἱός
·
Ἀτρεΐδης
δὲ
καθεῦδε
μυχῷ
δόμου
ὑψηλοῖο
,
πὰρ
δʼ
Ἑλένη
τανύπεπλος
ἐλέξατο
,
δῖα
γυναικῶν
.
305
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
ὤρνυτʼ
ἄρʼ
ἐξ
εὐνῆφι
βοὴν
ἀγαθὸς
Μενέλαος
εἵματα
ἑσσάμενος
,
περὶ
δὲ
ξίφος
ὀξὺ
θέτʼ
ὤμῳ
,
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
,
βῆ
δʼ
ἴμεν
ἐκ
θαλάμοιο
θεῷ
ἐναλίγκιος
ἄντην
,
310
Τηλεμάχῳ
δὲ
παρῖζεν
,
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
τίπτε
δέ
σε
χρειὼ
δεῦρʼ
ἤγαγε
,
Τηλέμαχʼ
ἥρως
,
ἐς
Λακεδαίμονα
δῖαν
,
ἐπʼ
εὐρέα
νῶτα
θαλάσσης
;
δήμιον
ἦ
ἴδιον
;
τόδε
μοι
νημερτὲς
ἐνίσπες
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
315
Ἀτρεΐδη
Μενέλαε
διοτρεφές
,
ὄρχαμε
λαῶν
,
ἤλυθον
,
εἴ
τινά
μοι
κληηδόνα
πατρὸς
ἐνίσποις
.
ἐσθίεταί
μοι
οἶκος
,
ὄλωλε
δὲ
πίονα
ἔργα
,
δυσμενέων
δʼ
ἀνδρῶν
πλεῖος
δόμος
,
οἵ
τέ
μοι
αἰεὶ
μῆλʼ
ἁδινὰ
σφάζουσι
καὶ
εἰλίποδας
ἕλικας
βοῦς
,
320
μητρὸς
ἐμῆς
μνηστῆρες
ὑπέρβιον
ὕβριν
ἔχοντες
.
τοὔνεκα
νῦν
τὰ
σὰ
γούναθʼ
ἱκάνομαι
,
αἴ
κʼ
ἐθέλῃσθα
κείνου
λυγρὸν
ὄλεθρον
ἐνισπεῖν
,
εἴ
που
ὄπωπας
ὀφθαλμοῖσι
τεοῖσιν
ἢ
ἄλλου
μῦθον
ἄκουσας
πλαζομένου
·
περὶ
γάρ
μιν
ὀιζυρὸν
τέκε
μήτηρ
.
325
μηδέ
τί
μʼ
αἰδόμενος
μειλίσσεο
μηδʼ
ἐλεαίρων
,
ἀλλʼ
εὖ
μοι
κατάλεξον
ὅπως
ἤντησας
ὀπωπῆς
.
λίσσομαι
,
εἴ
ποτέ
τοί
τι
πατὴρ
ἐμός
,
ἐσθλὸς
Ὀδυσσεὺς
ἢ
ἔπος
ἠέ
τι
ἔργον
ὑποστὰς
ἐξετέλεσσε
δήμῳ
ἔνι
Τρώων
,
ὅθι
πάσχετε
πήματʼ
Ἀχαιοί
,
330
τῶν
νῦν
μοι
μνῆσαι
,
καί
μοι
νημερτὲς
ἐνίσπες
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέθη
ξανθὸς
Μενέλαος
·
ὢ
πόποι
,
ἦ
μάλα
δὴ
κρατερόφρονος
ἀνδρὸς
ἐν
εὐνῇ
ἤθελον
εὐνηθῆναι
ἀνάλκιδες
αὐτοὶ
ἐόντες
.
ὡς
δʼ
ὁπότʼ
ἐν
ξυλόχῳ
ἔλαφος
κρατεροῖο
λέοντος
335
νεβροὺς
κοιμήσασα
νεηγενέας
γαλαθηνοὺς
κνημοὺς
ἐξερέῃσι
καὶ
ἄγκεα
ποιήεντα
βοσκομένη
,
ὁ
δʼ
ἔπειτα
ἑὴν
εἰσήλυθεν
εὐνήν
,
ἀμφοτέροισι
δὲ
τοῖσιν
ἀεικέα
πότμον
ἐφῆκεν
,
ὣς
Ὀδυσεὺς
κείνοισιν
ἀεικέα
πότμον
ἐφήσει
.
340
αἲ
γάρ
,
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
,
τοῖος
ἐών
,
οἷός
ποτʼ
ἐυκτιμένῃ
ἐνὶ
Λέσβῳ
ἐξ
ἔριδος
Φιλομηλεΐδῃ
ἐπάλαισεν
ἀναστάς
,
κὰδ
δʼ
ἔβαλε
κρατερῶς
,
κεχάροντο
δὲ
πάντες
Ἀχαιοί
,
τοῖος
ἐὼν
μνηστῆρσιν
ὁμιλήσειεν
Ὀδυσσεύς
·
345
πάντες
κʼ
ὠκύμοροί
τε
γενοίατο
πικρόγαμοί
τε
.
ταῦτα
δʼ
ἅ
μʼ
εἰρωτᾷς
καὶ
λίσσεαι
,
οὐκ
ἂν
ἐγώ
γε
ἄλλα
παρὲξ
εἴποιμι
παρακλιδόν
,
οὐδʼ
ἀπατήσω
,
ἀλλὰ
τὰ
μέν
μοι
ἔειπε
γέρων
ἅλιος
νημερτής
,
τῶν
οὐδέν
τοι
ἐγὼ
κρύψω
ἔπος
οὐδʼ
ἐπικεύσω
.
350
Αἰγύπτῳ
μʼ
ἔτι
δεῦρο
θεοὶ
μεμαῶτα
νέεσθαι
ἔσχον
,
ἐπεὶ
οὔ
σφιν
ἔρεξα
τεληέσσας
ἑκατόμβας
.
οἱ
δʼ
αἰεὶ
βούλοντο
θεοὶ
μεμνῆσθαι
ἐφετμέων
.
νῆσος
ἔπειτά
τις
ἔστι
πολυκλύστῳ
ἐνὶ
πόντῳ
Αἰγύπτου
προπάροιθε
,
Φάρον
δέ
ἑ
κικλήσκουσι
,
355
τόσσον
ἄνευθʼ
ὅσσον
τε
πανημερίη
γλαφυρὴ
νηῦς
ἤνυσεν
,
ᾗ
λιγὺς
οὖρος
ἐπιπνείῃσιν
ὄπισθεν
·
ἐν
δὲ
λιμὴν
ἐύορμος
,
ὅθεν
τʼ
ἀπὸ
νῆας
ἐίσας
ἐς
πόντον
βάλλουσιν
,
ἀφυσσάμενοι
μέλαν
ὕδωρ
.
ἔνθα
μʼ
ἐείκοσιν
ἤματʼ
ἔχον
θεοί
,
οὐδέ
ποτʼ
οὖροι
360
πνείοντες
φαίνονθʼ
ἁλιαέες
,
οἵ
ῥά
τε
νηῶν
πομπῆες
γίγνονται
ἐπʼ
εὐρέα
νῶτα
θαλάσσης
.
καί
νύ
κεν
ἤια
πάντα
κατέφθιτο
καὶ
μένεʼ
ἀνδρῶν
,
εἰ
μή
τίς
με
θεῶν
ὀλοφύρατο
καί
μʼ
ἐσάωσε
,
Πρωτέος
ἰφθίμου
θυγάτηρ
ἁλίοιο
γέροντος
,
365
Εἰδοθέη
·
τῇ
γάρ
ῥα
μάλιστά
γε
θυμὸν
ὄρινα
.
ἥ
μʼ
οἴῳ
ἔρροντι
συνήντετο
νόσφιν
ἑταίρων
·
αἰεὶ
γὰρ
περὶ
νῆσον
ἀλώμενοι
ἰχθυάασκον
γναμπτοῖς
ἀγκίστροισιν
,
ἔτειρε
δὲ
γαστέρα
λιμός
.
ἡ
δέ
μευ
ἄγχι
στᾶσα
ἔπος
φάτο
φώνησέν
τε
·
370
νήπιός
εἰς
,
ὦ
ξεῖνε
,
λίην
τόσον
ἠδὲ
χαλίφρων
,
ἦε
ἑκὼν
μεθίεις
καὶ
τέρπεαι
ἄλγεα
πάσχων
;
ὡς
δὴ
δήθʼ
ἐνὶ
νήσῳ
ἐρύκεαι
,
οὐδέ
τι
τέκμωρ
εὑρέμεναι
δύνασαι
,
μινύθει
δέ
τοι
ἦτορ
ἑταίρων
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
375
ἐκ
μέν
τοι
ἐρέω
,
ἥ
τις
σύ
πέρ
ἐσσι
θεάων
,
ὡς
ἐγὼ
οὔ
τι
ἑκὼν
κατερύκομαι
,
ἀλλά
νυ
μέλλω
ἀθανάτους
ἀλιτέσθαι
,
οἳ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
.
ἀλλὰ
σύ
πέρ
μοι
εἰπέ
,
θεοὶ
δέ
τε
πάντα
ἴσασιν
,
ὅς
τίς
μʼ
ἀθανάτων
πεδάᾳ
καὶ
ἔδησε
κελεύθου
,
380
νόστον
θʼ
,
ὡς
ἐπὶ
πόντον
ἐλεύσομαι
ἰχθυόεντα
.
ὣς
ἐφάμην
,
ἡ
δʼ
αὐτίκʼ
ἀμείβετο
δῖα
θεάων
·
τοιγὰρ
ἐγώ
τοι
,
ξεῖνε
,
μάλʼ
ἀτρεκέως
ἀγορεύσω
.
πωλεῖταί
τις
δεῦρο
γέρων
ἅλιος
νημερτὴς
ἀθάνατος
Πρωτεὺς
Αἰγύπτιος
,
ὅς
τε
θαλάσσης
385
πάσης
βένθεα
οἶδε
,
Ποσειδάωνος
ὑποδμώς
·
τὸν
δέ
τʼ
ἐμόν
φασιν
πατέρʼ
ἔμμεναι
ἠδὲ
τεκέσθαι
.
τόν
γʼ
εἴ
πως
σὺ
δύναιο
λοχησάμενος
λελαβέσθαι
,
ὅς
κέν
τοι
εἴπῃσιν
ὁδὸν
καὶ
μέτρα
κελεύθου
νόστον
θʼ
,
ὡς
ἐπὶ
πόντον
ἐλεύσεαι
ἰχθυόεντα
.
390
καὶ
δέ
κέ
τοι
εἴπῃσι
,
διοτρεφές
,
αἴ
κʼ
ἐθέλῃσθα
,
ὅττι
τοι
ἐν
μεγάροισι
κακόν
τʼ
ἀγαθόν
τε
τέτυκται
οἰχομένοιο
σέθεν
δολιχὴν
ὁδὸν
ἀργαλέην
τε
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
αὐτὴ
νῦν
φράζευ
σὺ
λόχον
θείοιο
γέροντος
,
395
μή
πώς
με
προϊδὼν
ἠὲ
προδαεὶς
ἀλέηται
·
ἀργαλέος
γάρ
τʼ
ἐστὶ
θεὸς
βροτῷ
ἀνδρὶ
δαμῆναι
.
ὣς
ἐφάμην
,
ἡ
δʼ
αὐτίκʼ
ἀμείβετο
δῖα
θεάων
·
τοιγὰρ
ἐγώ
τοι
,
ξεῖνε
,
μάλʼ
ἀτρεκέως
ἀγορεύσω
.
ἦμος
δʼ
ἠέλιος
μέσον
οὐρανὸν
ἀμφιβεβήκῃ
,
400
τῆμος
ἄρʼ
ἐξ
ἁλὸς
εἶσι
γέρων
ἅλιος
νημερτὴς
πνοιῇ
ὕπο
Ζεφύροιο
μελαίνῃ
φρικὶ
καλυφθείς
,
ἐκ
δʼ
ἐλθὼν
κοιμᾶται
ὑπὸ
σπέσσι
γλαφυροῖσιν
·
ἀμφὶ
δέ
μιν
φῶκαι
νέποδες
καλῆς
ἁλοσύδνης
ἁθρόαι
εὕδουσιν
,
πολιῆς
ἁλὸς
ἐξαναδῦσαι
,
405
πικρὸν
ἀποπνείουσαι
ἁλὸς
πολυβενθέος
ὀδμήν
.
ἔνθα
σʼ
ἐγὼν
ἀγαγοῦσα
ἅμʼ
ἠοῖ
φαινομένηφιν
εὐνάσω
ἑξείης
·
σὺ
δʼ
ἐὺ
κρίνασθαι
ἑταίρους
τρεῖς
,
οἵ
τοι
παρὰ
νηυσὶν
ἐυσσέλμοισιν
ἄριστοι
.
πάντα
δέ
τοι
ἐρέω
ὀλοφώια
τοῖο
γέροντος
.
410
φώκας
μέν
τοι
πρῶτον
ἀριθμήσει
καὶ
ἔπεισιν
·
αὐτὰρ
ἐπὴν
πάσας
πεμπάσσεται
ἠδὲ
ἴδηται
,
λέξεται
ἐν
μέσσῃσι
νομεὺς
ὣς
πώεσι
μήλων
.
τὸν
μὲν
ἐπὴν
δὴ
πρῶτα
κατευνηθέντα
ἴδησθε
,
καὶ
τότʼ
ἔπειθʼ
ὑμῖν
μελέτω
κάρτος
τε
βίη
τε
,
415
αὖθι
δʼ
ἔχειν
μεμαῶτα
καὶ
ἐσσύμενόν
περ
ἀλύξαι
.
πάντα
δὲ
γιγνόμενος
πειρήσεται
,
ὅσσʼ
ἐπὶ
γαῖαν
ἑρπετὰ
γίγνονται
,
καὶ
ὕδωρ
καὶ
θεσπιδαὲς
πῦρ
·
ὑμεῖς
δʼ
ἀστεμφέως
ἐχέμεν
μᾶλλόν
τε
πιέζειν
.
ἀλλʼ
ὅτε
κεν
δή
σʼ
αὐτὸς
ἀνείρηται
ἐπέεσσι
,
420
τοῖος
ἐὼν
οἷόν
κε
κατευνηθέντα
ἴδησθε
,
καὶ
τότε
δὴ
σχέσθαι
τε
βίης
λῦσαί
τε
γέροντα
,
ἥρως
,
εἴρεσθαι
δέ
,
θεῶν
ὅς
τίς
σε
χαλέπτει
,
νόστον
θʼ
,
ὡς
ἐπὶ
πόντον
ἐλεύσεαι
ἰχθυόεντα
.
ὣς
εἰποῦσʼ
ὑπὸ
πόντον
ἐδύσετο
κυμαίνοντα
.
425
αὐτὰρ
ἐγὼν
ἐπὶ
νῆας
,
ὅθʼ
ἕστασαν
ἐν
ψαμάθοισιν
,
ἤια
·
πολλὰ
δέ
μοι
κραδίη
πόρφυρε
κιόντι
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἐπὶ
νῆα
κατήλυθον
ἠδὲ
θάλασσαν
,
δόρπον
θʼ
ὁπλισάμεσθʼ
,
ἐπί
τʼ
ἤλυθεν
ἀμβροσίη
νύξ
·
δὴ
τότε
κοιμήθημεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
430
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
καὶ
τότε
δὴ
παρὰ
θῖνα
θαλάσσης
εὐρυπόροιο
ἤια
πολλὰ
θεοὺς
γουνούμενος
·
αὐτὰρ
ἑταίρους
τρεῖς
ἄγον
,
οἷσι
μάλιστα
πεποίθεα
πᾶσαν
ἐπʼ
ἰθύν
.
τόφρα
δʼ
ἄρʼ
ἥ
γʼ
ὑποδῦσα
θαλάσσης
εὐρέα
κόλπον
435
τέσσαρα
φωκάων
ἐκ
πόντου
δέρματʼ
ἔνεικε
·
πάντα
δʼ
ἔσαν
νεόδαρτα
·
δόλον
δʼ
ἐπεμήδετο
πατρί
.
εὐνὰς
δʼ
ἐν
ψαμάθοισι
διαγλάψασʼ
ἁλίῃσιν
ἧστο
μένουσʼ
·
ἡμεῖς
δὲ
μάλα
σχεδὸν
ἤλθομεν
αὐτῆς
·
ἑξείης
δʼ
εὔνησε
,
βάλεν
δʼ
ἐπὶ
δέρμα
ἑκάστῳ
.
440
ἔνθα
κεν
αἰνότατος
λόχος
ἔπλετο
·
τεῖρε
γὰρ
αἰνῶς
φωκάων
ἁλιοτρεφέων
ὀλοώτατος
ὀδμή
·
τίς
γάρ
κʼ
εἰναλίῳ
παρὰ
κήτεϊ
κοιμηθείη
;
ἀλλʼ
αὐτὴ
ἐσάωσε
καὶ
ἐφράσατο
μέγʼ
ὄνειαρ
·
ἀμβροσίην
ὑπὸ
ῥῖνα
ἑκάστῳ
θῆκε
φέρουσα
445
ἡδὺ
μάλα
πνείουσαν
,
ὄλεσσε
δὲ
κήτεος
ὀδμήν
.
πᾶσαν
δʼ
ἠοίην
μένομεν
τετληότι
θυμῷ
·
φῶκαι
δʼ
ἐξ
ἁλὸς
ἦλθον
ἀολλέες
.
αἱ
μὲν
ἔπειτα
ἑξῆς
εὐνάζοντο
παρὰ
ῥηγμῖνι
θαλάσσης
·
ἔνδιος
δʼ
ὁ
γέρων
ἦλθʼ
ἐξ
ἁλός
,
εὗρε
δὲ
φώκας
450
ζατρεφέας
,
πάσας
δʼ
ἄρʼ
ἐπῴχετο
,
λέκτο
δʼ
ἀριθμόν
·
ἐν
δʼ
ἡμέας
πρώτους
λέγε
κήτεσιν
,
οὐδέ
τι
θυμῷ
ὠΐσθη
δόλον
εἶναι
·
ἔπειτα
δὲ
λέκτο
καὶ
αὐτός
.
ἡμεῖς
δὲ
ἰάχοντες
ἐπεσσύμεθʼ
,
ἀμφὶ
δὲ
χεῖρας
βάλλομεν
·
οὐδʼ
ὁ
γέρων
δολίης
ἐπελήθετο
τέχνης
,
455
ἀλλʼ
ἦ
τοι
πρώτιστα
λέων
γένετʼ
ἠυγένειος
,
αὐτὰρ
ἔπειτα
δράκων
καὶ
πάρδαλις
ἠδὲ
μέγας
σῦς
·
γίγνετο
δʼ
ὑγρὸν
ὕδωρ
καὶ
δένδρεον
ὑψιπέτηλον
·
ἡμεῖς
δʼ
ἀστεμφέως
ἔχομεν
τετληότι
θυμῷ
.
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἀνίαζʼ
ὁ
γέρων
ὀλοφώια
εἰδώς
,
460
καὶ
τότε
δή
μʼ
ἐπέεσσιν
ἀνειρόμενος
προσέειπε
·
τίς
νύ
τοι
,
Ἀτρέος
υἱέ
,
θεῶν
συμφράσσατο
βουλάς
,
ὄφρα
μʼ
ἕλοις
ἀέκοντα
λοχησάμενος
;
τέο
σε
χρή
;
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
οἶσθα
,
γέρον
,
τί
με
ταῦτα
παρατροπέων
ἐρεείνεις
;
465
ὡς
δὴ
δήθʼ
ἐνὶ
νήσῳ
ἐρύκομαι
,
οὐδέ
τι
τέκμωρ
εὑρέμεναι
δύναμαι
,
μινύθει
δέ
μοι
ἔνδοθεν
ἦτορ
.
ἀλλὰ
σύ
πέρ
μοι
εἰπέ
,
θεοὶ
δέ
τε
πάντα
ἴσασιν
,
ὅς
τίς
μʼ
ἀθανάτων
πεδάᾳ
καὶ
ἔδησε
κελεύθου
,
νόστον
θʼ
,
ὡς
ἐπὶ
πόντον
ἐλεύσομαι
ἰχθυόεντα
.
470
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπεν
·
ἀλλὰ
μάλʼ
ὤφελλες
Διί
τʼ
ἄλλοισίν
τε
θεοῖσι
ῥέξας
ἱερὰ
κάλʼ
ἀναβαινέμεν
,
ὄφρα
τάχιστα
σὴν
ἐς
πατρίδʼ
ἵκοιο
πλέων
ἐπὶ
οἴνοπα
πόντον
.
οὐ
γάρ
τοι
πρὶν
μοῖρα
φίλους
τʼ
ἰδέειν
καὶ
ἱκέσθαι
475
οἶκον
ἐυκτίμενον
καὶ
σὴν
ἐς
πατρίδα
γαῖαν
,
πρίν
γʼ
ὅτʼ
ἂν
Αἰγύπτοιο
,
διιπετέος
ποταμοῖο
,
αὖτις
ὕδωρ
ἔλθῃς
ῥέξῃς
θʼ
ἱερὰς
ἑκατόμβας
ἀθανάτοισι
θεοῖσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσι
·
καὶ
τότε
τοι
δώσουσιν
ὁδὸν
θεοί
,
ἣν
σὺ
μενοινᾷς
.
480
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐμοί
γε
κατεκλάσθη
φίλον
ἦτορ
,
οὕνεκά
μʼ
αὖτις
ἄνωγεν
ἐπʼ
ἠεροειδέα
πόντον
Αἴγυπτόνδʼ
ἰέναι
,
δολιχὴν
ὁδὸν
ἀργαλέην
τε
.
ἀλλὰ
καὶ
ὣς
μύθοισιν
ἀμειβόμενος
προσέειπον
·
ταῦτα
μὲν
οὕτω
δὴ
τελέω
,
γέρον
,
ὡς
σὺ
κελεύεις
.
485
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
ἢ
πάντες
σὺν
νηυσὶν
ἀπήμονες
ἦλθον
Ἀχαιοί
,
οὓς
Νέστωρ
καὶ
ἐγὼ
λίπομεν
Τροίηθεν
ἰόντες
,
ἦέ
τις
ὤλετʼ
ὀλέθρῳ
ἀδευκέι
ἧς
ἐπὶ
νηὸς
ἠὲ
φίλων
ἐν
χερσίν
,
ἐπεὶ
πόλεμον
τολύπευσεν
.
490
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπεν
·
Ἀτρεΐδη
,
τί
με
ταῦτα
διείρεαι
;
οὐδέ
τί
σε
χρὴ
ἴδμεναι
,
οὐδὲ
δαῆναι
ἐμὸν
νόον
·
οὐδέ
σέ
φημι
δὴν
ἄκλαυτον
ἔσεσθαι
,
ἐπὴν
ἐὺ
πάντα
πύθηαι
.
πολλοὶ
μὲν
γὰρ
τῶν
γε
δάμεν
,
πολλοὶ
δὲ
λίποντο
·
495
ἀρχοὶ
δʼ
αὖ
δύο
μοῦνοι
Ἀχαιῶν
χαλκοχιτώνων
ἐν
νόστῳ
ἀπόλοντο
·
μάχῃ
δέ
τε
καὶ
σὺ
παρῆσθα
.
εἷς
δʼ
ἔτι
που
ζωὸς
κατερύκεται
εὐρέι
πόντῳ
.
Αἴας
μὲν
μετὰ
νηυσὶ
δάμη
δολιχηρέτμοισι
.
Γυρῇσίν
μιν
πρῶτα
Ποσειδάων
ἐπέλασσεν
500
πέτρῃσιν
μεγάλῃσι
καὶ
ἐξεσάωσε
θαλάσσης
·
καί
νύ
κεν
ἔκφυγε
κῆρα
καὶ
ἐχθόμενός
περ
Ἀθήνῃ
,
εἰ
μὴ
ὑπερφίαλον
ἔπος
ἔκβαλε
καὶ
μέγʼ
ἀάσθη
·
φῆ
ῥʼ
ἀέκητι
θεῶν
φυγέειν
μέγα
λαῖτμα
θαλάσσης
.
τοῦ
δὲ
Ποσειδάων
μεγάλʼ
ἔκλυεν
αὐδήσαντος
·
505
αὐτίκʼ
ἔπειτα
τρίαιναν
ἑλὼν
χερσὶ
στιβαρῇσιν
ἤλασε
Γυραίην
πέτρην
,
ἀπὸ
δʼ
ἔσχισεν
αὐτήν
·
καὶ
τὸ
μὲν
αὐτόθι
μεῖνε
,
τὸ
δὲ
τρύφος
ἔμπεσε
πόντῳ
,
τῷ
ῥʼ
Αἴας
τὸ
πρῶτον
ἐφεζόμενος
μέγʼ
ἀάσθη
·
τὸν
δʼ
ἐφόρει
κατὰ
πόντον
ἀπείρονα
κυμαίνοντα
.
510
ὣς
ὁ
μὲν
ἔνθʼ
ἀπόλωλεν
,
ἐπεὶ
πίεν
ἁλμυρὸν
ὕδωρ
.
σὸς
δέ
που
ἔκφυγε
κῆρας
ἀδελφεὸς
ἠδʼ
ὑπάλυξεν
ἐν
νηυσὶ
γλαφυρῇσι
·
σάωσε
δὲ
πότνια
Ἥρη
.
ἀλλʼ
ὅτε
δὴ
τάχʼ
ἔμελλε
Μαλειάων
ὄρος
αἰπὺ
ἵξεσθαι
,
τότε
δή
μιν
ἀναρπάξασα
θύελλα
515
πόντον
ἐπʼ
ἰχθυόεντα
φέρεν
βαρέα
στενάχοντα
,
ἀγροῦ
ἐπʼ
ἐσχατιήν
,
ὅθι
δώματα
ναῖε
Θυέστης
τὸ
πρίν
,
ἀτὰρ
τότʼ
ἔναιε
Θυεστιάδης
Αἴγισθος
.
ἀλλʼ
ὅτε
δὴ
καὶ
κεῖθεν
ἐφαίνετο
νόστος
ἀπήμων
,
ἂψ
δὲ
θεοὶ
οὖρον
στρέψαν
,
καὶ
οἴκαδʼ
ἵκοντο
,
520
ἦ
τοι
ὁ
μὲν
χαίρων
ἐπεβήσετο
πατρίδος
αἴης
καὶ
κύνει
ἁπτόμενος
ἣν
πατρίδα
·
πολλὰ
δʼ
ἀπʼ
αὐτοῦ
δάκρυα
θερμὰ
χέοντʼ
,
ἐπεὶ
ἀσπασίως
ἴδε
γαῖαν
.
τὸν
δʼ
ἄρʼ
ἀπὸ
σκοπιῆς
εἶδε
σκοπός
,
ὅν
ῥα
καθεῖσεν
Αἴγισθος
δολόμητις
ἄγων
,
ὑπὸ
δʼ
ἔσχετο
μισθὸν
525
χρυσοῦ
δοιὰ
τάλαντα
·
φύλασσε
δʼ
ὅ
γʼ
εἰς
ἐνιαυτόν
,
μή
ἑ
λάθοι
παριών
,
μνήσαιτο
δὲ
θούριδος
ἀλκῆς
.
βῆ
δʼ
ἴμεν
ἀγγελέων
πρὸς
δώματα
ποιμένι
λαῶν
.
αὐτίκα
δʼ
Αἴγισθος
δολίην
ἐφράσσατο
τέχνην
·
κρινάμενος
κατὰ
δῆμον
ἐείκοσι
φῶτας
ἀρίστους
530
εἷσε
λόχον
,
ἑτέρωθι
δʼ
ἀνώγει
δαῖτα
πένεσθαι
.
αὐτὰρ
ὁ
βῆ
καλέων
Ἀγαμέμνονα
,
ποιμένα
λαῶν
ἵπποισιν
καὶ
ὄχεσφιν
,
ἀεικέα
μερμηρίζων
.
τὸν
δʼ
οὐκ
εἰδότʼ
ὄλεθρον
ἀνήγαγε
καὶ
κατέπεφνεν
δειπνίσσας
,
ὥς
τίς
τε
κατέκτανε
βοῦν
ἐπὶ
φάτνῃ
.
535
οὐδέ
τις
Ἀτρεΐδεω
ἑτάρων
λίπεθʼ
οἵ
οἱ
ἕποντο
,
οὐδέ
τις
Αἰγίσθου
,
ἀλλʼ
ἔκταθεν
ἐν
μεγάροισιν
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐμοί
γε
κατεκλάσθη
φίλον
ἦτορ
,
κλαῖον
δʼ
ἐν
ψαμάθοισι
καθήμενος
,
οὐδέ
νύ
μοι
κῆρ
ἤθελʼ
ἔτι
ζώειν
καὶ
ὁρᾶν
φάος
ἠελίοιο
.
540
αὐτὰρ
ἐπεὶ
κλαίων
τε
κυλινδόμενός
τε
κορέσθην
,
δὴ
τότε
με
προσέειπε
γέρων
ἅλιος
νημερτής
·
μηκέτι
,
Ἀτρέος
υἱέ
,
πολὺν
χρόνον
ἀσκελὲς
οὕτω
κλαῖʼ
,
ἐπεὶ
οὐκ
ἄνυσίν
τινα
δήομεν
·
ἀλλὰ
τάχιστα
πείρα
ὅπως
κεν
δὴ
σὴν
πατρίδα
γαῖαν
ἵκηαι
.
545
ἢ
γάρ
μιν
ζωόν
γε
κιχήσεαι
,
ἤ
κεν
Ὀρέστης
κτεῖνεν
ὑποφθάμενος
,
σὺ
δέ
κεν
τάφου
ἀντιβολήσαις
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐμοὶ
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
αὖτις
ἐνὶ
στήθεσσι
καὶ
ἀχνυμένῳ
περ
ἰάνθη
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδων
·
550
τούτους
μὲν
δὴ
οἶδα
·
σὺ
δὲ
τρίτον
ἄνδρʼ
ὀνόμαζε
,
ὅς
τις
ἔτι
ζωὸς
κατερύκεται
εὐρέι
πόντῳ
ἠὲ
θανών
·
ἐθέλω
δὲ
καὶ
ἀχνύμενός
περ
ἀκοῦσαι
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμειβόμενος
προσέειπεν
·
υἱὸς
Λαέρτεω
,
Ἰθάκῃ
ἔνι
οἰκία
ναίων
·
555
τὸν
δʼ
ἴδον
ἐν
νήσῳ
θαλερὸν
κατὰ
δάκρυ
χέοντα
,
νύμφης
ἐν
μεγάροισι
Καλυψοῦς
,
ἥ
μιν
ἀνάγκῃ
ἴσχει
·
ὁ
δʼ
οὐ
δύναται
ἣν
πατρίδα
γαῖαν
ἱκέσθαι
·
οὐ
γάρ
οἱ
πάρα
νῆες
ἐπήρετμοι
καὶ
ἑταῖροι
,
οἵ
κέν
μιν
πέμποιεν
ἐπʼ
εὐρέα
νῶτα
θαλάσσης
.
560
σοὶ
δʼ
οὐ
θέσφατόν
ἐστι
,
διοτρεφὲς
ὦ
Μενέλαε
,
Ἄργει
ἐν
ἱπποβότῳ
θανέειν
καὶ
πότμον
ἐπισπεῖν
,
ἀλλά
σʼ
ἐς
Ἠλύσιον
πεδίον
καὶ
πείρατα
γαίης
ἀθάνατοι
πέμψουσιν
,
ὅθι
ξανθὸς
Ῥαδάμανθυς
,
τῇ
περ
ῥηίστη
βιοτὴ
πέλει
ἀνθρώποισιν
·
565
οὐ
νιφετός
,
οὔτʼ
ἂρ
χειμὼν
πολὺς
οὔτε
ποτʼ
ὄμβρος
,
ἀλλʼ
αἰεὶ
Ζεφύροιο
λιγὺ
πνείοντος
ἀήτας
Ὠκεανὸς
ἀνίησιν
ἀναψύχειν
ἀνθρώπους
·
οὕνεκʼ
ἔχεις
Ἑλένην
καί
σφιν
γαμβρὸς
Διός
ἐσσι
.
ὣς
εἰπὼν
ὑπὸ
πόντον
ἐδύσετο
κυμαίνοντα
.
570
αὐτὰρ
ἐγὼν
ἐπὶ
νῆας
ἅμʼ
ἀντιθέοις
ἑτάροισιν
ἤια
,
πολλὰ
δέ
μοι
κραδίη
πόρφυρε
κιόντι
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἐπὶ
νῆα
κατήλθομεν
ἠδὲ
θάλασσαν
,
δόρπον
θʼ
ὁπλισάμεσθʼ
,
ἐπί
τʼ
ἤλυθεν
ἀμβροσίη
νύξ
,
δὴ
τότε
κοιμήθημεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
575
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
νῆας
μὲν
πάμπρωτον
ἐρύσσαμεν
εἰς
ἅλα
δῖαν
,
ἐν
δʼ
ἱστοὺς
τιθέμεσθα
καὶ
ἱστία
νηυσὶν
ἐίσῃς
,
ἂν
δὲ
καὶ
αὐτοὶ
βάντες
ἐπὶ
κληῖσι
καθῖζον
·
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
580
ἂψ
δʼ
εἰς
Αἰγύπτοιο
διιπετέος
ποταμοῖο
στῆσα
νέας
,
καὶ
ἔρεξα
τεληέσσας
ἑκατόμβας
.
αὐτὰρ
ἐπεὶ
κατέπαυσα
θεῶν
χόλον
αἰὲν
ἐόντων
,
χεῦʼ
Ἀγαμέμνονι
τύμβον
,
ἵνʼ
ἄσβεστον
κλέος
εἴη
.
ταῦτα
τελευτήσας
νεόμην
,
ἔδοσαν
δέ
μοι
οὖρον
585
ἀθάνατοι
,
τοί
μʼ
ὦκα
φίλην
ἐς
πατρίδʼ
ἔπεμψαν
.
ἀλλʼ
ἄγε
νῦν
ἐπίμεινον
ἐνὶ
μεγάροισιν
ἐμοῖσιν
,
ὄφρα
κεν
ἑνδεκάτη
τε
δυωδεκάτη
τε
γένηται
·
καὶ
τότε
σʼ
εὖ
πέμψω
,
δώσω
δέ
τοι
ἀγλαὰ
δῶρα
,
τρεῖς
ἵππους
καὶ
δίφρον
ἐύξοον
·
αὐτὰρ
ἔπειτα
590
δώσω
καλὸν
ἄλεισον
,
ἵνα
σπένδῃσθα
θεοῖσιν
ἀθανάτοις
ἐμέθεν
μεμνημένος
ἤματα
πάντα
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Ἀτρεΐδη
,
μὴ
δή
με
πολὺν
χρόνον
ἐνθάδʼ
ἔρυκε
.
καὶ
γάρ
κʼ
εἰς
ἐνιαυτὸν
ἐγὼ
παρὰ
σοί
γʼ
ἀνεχοίμην
595
ἥμενος
,
οὐδέ
κέ
μʼ
οἴκου
ἕλοι
πόθος
οὐδὲ
τοκήων
·
αἰνῶς
γὰρ
μύθοισιν
ἔπεσσί
τε
σοῖσιν
ἀκούων
τέρπομαι
.
ἀλλʼ
ἤδη
μοι
ἀνιάζουσιν
ἑταῖροι
ἐν
Πύλῳ
ἠγαθέῃ
·
σὺ
δέ
με
χρόνον
ἐνθάδʼ
ἐρύκεις
.
δῶρον
δʼ
ὅττι
κέ
μοι
δοίης
,
κειμήλιον
ἔστω
·
600
ἵππους
δʼ
εἰς
Ἰθάκην
οὐκ
ἄξομαι
,
ἀλλὰ
σοὶ
αὐτῷ
ἐνθάδε
λείψω
ἄγαλμα
·
σὺ
γὰρ
πεδίοιο
ἀνάσσεις
εὐρέος
,
ᾧ
ἔνι
μὲν
λωτὸς
πολύς
,
ἐν
δὲ
κύπειρον
πυροί
τε
ζειαί
τε
ἰδʼ
εὐρυφυὲς
κρῖ
λευκόν
.
ἐν
δʼ
Ἰθάκῃ
οὔτʼ
ἂρ
δρόμοι
εὐρέες
οὔτε
τι
λειμών
·
605
αἰγίβοτος
,
καὶ
μᾶλλον
ἐπήρατος
ἱπποβότοιο
.
οὐ
γάρ
τις
νήσων
ἱππήλατος
οὐδʼ
ἐυλείμων
,
αἵ
θʼ
ἁλὶ
κεκλίαται
·
Ἰθάκη
δέ
τε
καὶ
περὶ
πασέων
.
ὣς
φάτο
,
μείδησεν
δὲ
βοὴν
ἀγαθὸς
Μενέλαος
,
χειρί
τέ
μιν
κατέρεξεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
610
αἵματός
εἰς
ἀγαθοῖο
,
φίλον
τέκος
,
οἷʼ
ἀγορεύεις
·
τοιγὰρ
ἐγώ
τοι
ταῦτα
μεταστήσω
·
δύναμαι
γάρ
.
δώρων
δʼ
ὅσσʼ
ἐν
ἐμῷ
οἴκῳ
κειμήλια
κεῖται
,
δώσω
ὃ
κάλλιστον
καὶ
τιμηέστατόν
ἐστιν
·
δώσω
τοι
κρητῆρα
τετυγμένον
·
ἀργύρεος
δὲ
615
ἔστιν
ἅπας
,
χρυσῷ
δʼ
ἐπὶ
χείλεα
κεκράανται
,
ἔργον
δʼ
Ἡφαίστοιο
.
πόρεν
δέ
ἑ
Φαίδιμος
ἥρως
,
Σιδονίων
βασιλεύς
,
ὅθʼ
ἑὸς
δόμος
ἀμφεκάλυψε
κεῖσέ
με
νοστήσαντα
·
τεῒν
δʼ
ἐθέλω
τόδʼ
ὀπάσσαι
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
620
δαιτυμόνες
δʼ
ἐς
δώματʼ
ἴσαν
θείου
βασιλῆος
.
οἱ
δʼ
ἦγον
μὲν
μῆλα
,
φέρον
δʼ
ἐυήνορα
οἶνον
·
σῖτον
δέ
σφʼ
ἄλοχοι
καλλικρήδεμνοι
ἔπεμπον
.
ὣς
οἱ
μὲν
περὶ
δεῖπνον
ἐνὶ
μεγάροισι
πένοντο
.
μνηστῆρες
δὲ
πάροιθεν
Ὀδυσσῆος
μεγάροιο
625
δίσκοισιν
τέρποντο
καὶ
αἰγανέῃσιν
ἱέντες
ἐν
τυκτῷ
δαπέδῳ
,
ὅθι
περ
πάρος
,
ὕβριν
ἔχοντες
.
Ἀντίνοος
δὲ
καθῆστο
καὶ
Εὐρύμαχος
θεοειδής
,
ἀρχοὶ
μνηστήρων
,
ἀρετῇ
δʼ
ἔσαν
ἔξοχʼ
ἄριστοι
.
τοῖς
δʼ
υἱὸς
Φρονίοιο
Νοήμων
ἐγγύθεν
ἐλθὼν
630
Ἀντίνοον
μύθοισιν
ἀνειρόμενος
προσέειπεν
·
Ἀντίνοʼ
,
ἦ
ῥά
τι
ἴδμεν
ἐνὶ
φρεσίν
,
ἦε
καὶ
οὐκί
,
ὁππότε
Τηλέμαχος
νεῖτʼ
ἐκ
Πύλου
ἠμαθόεντος
;
νῆά
μοι
οἴχετʼ
ἄγων
·
ἐμὲ
δὲ
χρεὼ
γίγνεται
αὐτῆς
Ἤλιδʼ
ἐς
εὐρύχορον
διαβήμεναι
,
ἔνθα
μοι
ἵπποι
635
δώδεκα
θήλειαι
,
ὑπὸ
δʼ
ἡμίονοι
ταλαεργοὶ
ἀδμῆτες
·
τῶν
κέν
τινʼ
ἐλασσάμενος
δαμασαίμην
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἀνὰ
θυμὸν
ἐθάμβεον
·
οὐ
γὰρ
ἔφαντο
ἐς
Πύλον
οἴχεσθαι
Νηλήιον
,
ἀλλά
που
αὐτοῦ
ἀγρῶν
ἢ
μήλοισι
παρέμμεναι
ἠὲ
συβώτῃ
.
640
τὸν
δʼ
αὖτʼ
Ἀντίνοος
προσέφη
Εὐπείθεος
υἱός
·
νημερτές
μοι
ἔνισπε
,
πότʼ
ᾤχετο
καὶ
τίνες
αὐτῷ
κοῦροι
ἕποντʼ
;
Ἰθάκης
ἐξαίρετοι
,
ἦ
ἑοὶ
αὐτοῦ
θῆτές
τε
δμῶές
τε
;
δύναιτό
κε
καὶ
τὸ
τελέσσαι
.
καί
μοι
τοῦτʼ
ἀγόρευσον
ἐτήτυμον
,
ὄφρʼ
ἐὺ
εἰδῶ
,
645
ἤ
σε
βίῃ
ἀέκοντος
ἀπηύρα
νῆα
μέλαιναν
,
ἦε
ἑκών
οἱ
δῶκας
,
ἐπεὶ
προσπτύξατο
μύθῳ
.
τὸν
δʼ
υἱὸς
Φρονίοιο
Νοήμων
ἀντίον
ηὔδα
·
αὐτὸς
ἑκών
οἱ
δῶκα
·
τί
κεν
ῥέξειε
καὶ
ἄλλος
,
ὁππότʼ
ἀνὴρ
τοιοῦτος
ἔχων
μελεδήματα
θυμῷ
650
αἰτίζῃ
;
χαλεπόν
κεν
ἀνήνασθαι
δόσιν
εἴη
.
κοῦροι
δʼ
,
οἳ
κατὰ
δῆμον
ἀριστεύουσι
μεθʼ
ἡμέας
,
οἵ
οἱ
ἕποντʼ
·
ἐν
δʼ
ἀρχὸν
ἐγὼ
βαίνοντʼ
ἐνόησα
Μέντορα
,
ἠὲ
θεόν
,
τῷ
δʼ
αὐτῷ
πάντα
ἐῴκει
.
ἀλλὰ
τὸ
θαυμάζω
·
ἴδον
ἐνθάδε
Μέντορα
δῖον
655
χθιζὸν
ὑπηοῖον
,
τότε
δʼ
ἔμβη
νηὶ
Πύλονδε
.
ὣς
ἄρα
φωνήσας
ἀπέβη
πρὸς
δώματα
πατρός
,
τοῖσιν
δʼ
ἀμφοτέροισιν
ἀγάσσατο
θυμὸς
ἀγήνωρ
.
μνηστῆρας
δʼ
ἄμυδις
κάθισαν
καὶ
παῦσαν
ἀέθλων
.
τοῖσιν
δʼ
Ἀντίνοος
μετέφη
Εὐπείθεος
υἱός
,
660
ἀχνύμενος
·
μένεος
δὲ
μέγα
φρένες
ἀμφιμέλαιναι
πίμπλαντʼ
,
ὄσσε
δέ
οἱ
πυρὶ
λαμπετόωντι
ἐίκτην
·
ὢ
πόποι
,
ἦ
μέγα
ἔργον
ὑπερφιάλως
ἐτελέσθη
Τηλεμάχῳ
ὁδὸς
ἥδε
·
φάμεν
δέ
οἱ
οὐ
τελέεσθαι
.
ἐκ
τοσσῶνδʼ
ἀέκητι
νέος
πάϊς
οἴχεται
αὔτως
665
νῆα
ἐρυσσάμενος
,
κρίνας
τʼ
ἀνὰ
δῆμον
ἀρίστους
.
ἄρξει
καὶ
προτέρω
κακὸν
ἔμμεναι
·
ἀλλά
οἱ
αὐτῷ
Ζεὺς
ὀλέσειε
βίην
,
πρὶν
ἥβης
μέτρον
ἱκέσθαι
.
ἀλλʼ
ἄγε
μοι
δότε
νῆα
θοὴν
καὶ
εἴκοσʼ
ἑταίρους
,
ὄφρα
μιν
αὐτὸν
ἰόντα
λοχήσομαι
ἠδὲ
φυλάξω
670
ἐν
πορθμῷ
Ἰθάκης
τε
Σάμοιό
τε
παιπαλοέσσης
,
ὡς
ἂν
ἐπισμυγερῶς
ναυτίλλεται
εἵνεκα
πατρός
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἐπῄνεον
ἠδʼ
ἐκέλευον
.
αὐτίκʼ
ἔπειτʼ
ἀνστάντες
ἔβαν
δόμον
εἰς
Ὀδυσῆος
.
οὐδʼ
ἄρα
Πηνελόπεια
πολὺν
χρόνον
ἦεν
ἄπυστος
675
μύθων
,
οὓς
μνηστῆρες
ἐνὶ
φρεσὶ
βυσσοδόμευον
·
κῆρυξ
γάρ
οἱ
ἔειπε
Μέδων
,
ὃς
ἐπεύθετο
βουλὰς
αὐλῆς
ἐκτὸς
ἐών
·
οἱ
δʼ
ἔνδοθι
μῆτιν
ὕφαινον
.
βῆ
δʼ
ἴμεν
ἀγγελέων
διὰ
δώματα
Πηνελοπείῃ
·
τὸν
δὲ
κατʼ
οὐδοῦ
βάντα
προσηύδα
Πηνελόπεια
·
680
κῆρυξ
,
τίπτε
δέ
σε
πρόεσαν
μνηστῆρες
ἀγαυοί
;
ἦ
εἰπέμεναι
δμῳῇσιν
Ὀδυσσῆος
θείοιο
ἔργων
παύσασθαι
,
σφίσι
δʼ
αὐτοῖς
δαῖτα
πένεσθαι
;
μὴ
μνηστεύσαντες
μηδʼ
ἄλλοθʼ
ὁμιλήσαντες
ὕστατα
καὶ
πύματα
νῦν
ἐνθάδε
δειπνήσειαν
·
685
οἳ
θάμʼ
ἀγειρόμενοι
βίοτον
κατακείρετε
πολλόν
,
κτῆσιν
Τηλεμάχοιο
δαΐφρονος
·
οὐδέ
τι
πατρῶν
ὑμετέρων
τὸ
πρόσθεν
ἀκούετε
,
παῖδες
ἐόντες
,
οἷος
Ὀδυσσεὺς
ἔσκε
μεθʼ
ὑμετέροισι
τοκεῦσιν
,
οὔτε
τινὰ
ῥέξας
ἐξαίσιον
οὔτε
τι
εἰπὼν
690
ἐν
δήμῳ
,
ἥ
τʼ
ἐστὶ
δίκη
θείων
βασιλήων
·
ἄλλον
κʼ
ἐχθαίρῃσι
βροτῶν
,
ἄλλον
κε
φιλοίη
.
κεῖνος
δʼ
οὔ
ποτε
πάμπαν
ἀτάσθαλον
ἄνδρα
ἐώργει
.
ἀλλʼ
ὁ
μὲν
ὑμέτερος
θυμὸς
καὶ
ἀεικέα
ἔργα
φαίνεται
,
οὐδέ
τίς
ἐστι
χάρις
μετόπισθʼ
ἐυεργέων
.
695
τὴν
δʼ
αὖτε
προσέειπε
Μέδων
πεπνυμένα
εἰδώς
·
αἲ
γὰρ
δή
,
βασίλεια
,
τόδε
πλεῖστον
κακὸν
εἴη
.
ἀλλὰ
πολὺ
μεῖζόν
τε
καὶ
ἀργαλεώτερον
ἄλλο
μνηστῆρες
φράζονται
,
ὃ
μὴ
τελέσειε
Κρονίων
·
Τηλέμαχον
μεμάασι
κατακτάμεν
ὀξέι
χαλκῷ
700
οἴκαδε
νισόμενον
·
ὁ
δʼ
ἔβη
μετὰ
πατρὸς
ἀκουὴν
ἐς
Πύλον
ἠγαθέην
ἠδʼ
ἐς
Λακεδαίμονα
δῖαν
.
ὣς
φάτο
,
τῆς
δʼ
αὐτοῦ
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
,
δὴν
δέ
μιν
ἀμφασίη
ἐπέων
λάβε
·
τὼ
δέ
οἱ
ὄσσε
δακρυόφι
πλῆσθεν
,
θαλερὴ
δέ
οἱ
ἔσχετο
φωνή
.
705
ὀψὲ
δὲ
δή
μιν
ἔπεσσιν
ἀμειβομένη
προσέειπε
·
κῆρυξ
,
τίπτε
δέ
μοι
πάϊς
οἴχεται
;
οὐδέ
τί
μιν
χρεὼ
νηῶν
ὠκυπόρων
ἐπιβαινέμεν
,
αἵ
θʼ
ἁλὸς
ἵπποι
ἀνδράσι
γίγνονται
,
περόωσι
δὲ
πουλὺν
ἐφʼ
ὑγρήν
.
ἦ
ἵνα
μηδʼ
ὄνομʼ
αὐτοῦ
ἐν
ἀνθρώποισι
λίπηται
;
710
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
Μέδων
πεπνυμένα
εἰδώς
·
οὐκ
οἶδʼ
ἤ
τίς
μιν
θεὸς
ὤρορεν
,
ἦε
καὶ
αὐτοῦ
θυμὸς
ἐφωρμήθη
ἴμεν
ἐς
Πύλον
,
ὄφρα
πύθηται
πατρὸς
ἑοῦ
ἢ
νόστον
ἢ
ὅν
τινα
πότμον
ἐπέσπεν
.
ὣς
ἄρα
φωνήσας
ἀπέβη
κατὰ
δῶμʼ
Ὀδυσῆος
.
715
τὴν
δʼ
ἄχος
ἀμφεχύθη
θυμοφθόρον
,
οὐδʼ
ἄρʼ
ἔτʼ
ἔτλη
δίφρῳ
ἐφέζεσθαι
πολλῶν
κατὰ
οἶκον
ἐόντων
,
ἀλλʼ
ἄρʼ
ἐπʼ
οὐδοῦ
ἷζε
πολυκμήτου
θαλάμοιο
οἴκτρʼ
ὀλοφυρομένη
·
περὶ
δὲ
δμῳαὶ
μινύριζον
πᾶσαι
,
ὅσαι
κατὰ
δώματʼ
ἔσαν
νέαι
ἠδὲ
παλαιαί
.
720
τῇς
δʼ
ἁδινὸν
γοόωσα
μετηύδα
Πηνελόπεια
·
κλῦτε
,
φίλαι
·
πέρι
γάρ
μοι
Ὀλύμπιος
ἄλγεʼ
ἔδωκεν
ἐκ
πασέων
,
ὅσσαι
μοι
ὁμοῦ
τράφεν
ἠδʼ
ἐγένοντο
·
ἣ
πρὶν
μὲν
πόσιν
ἐσθλὸν
ἀπώλεσα
θυμολέοντα
,
παντοίῃς
ἀρετῇσι
κεκασμένον
ἐν
Δαναοῖσιν
,
725
ἐσθλόν
,
τοῦ
κλέος
εὐρὺ
καθʼ
Ἑλλάδα
καὶ
μέσον
Ἄργος
.
νῦν
αὖ
παῖδʼ
ἀγαπητὸν
ἀνηρείψαντο
θύελλαι
ἀκλέα
ἐκ
μεγάρων
,
οὐδʼ
ὁρμηθέντος
ἄκουσα
.
σχέτλιαι
,
οὐδʼ
ὑμεῖς
περ
ἐνὶ
φρεσὶ
θέσθε
ἑκάστη
ἐκ
λεχέων
μʼ
ἀνεγεῖραι
,
ἐπιστάμεναι
σάφα
θυμῷ
,
730
ὁππότʼ
ἐκεῖνος
ἔβη
κοίλην
ἐπὶ
νῆα
μέλαιναν
.
εἰ
γὰρ
ἐγὼ
πυθόμην
ταύτην
ὁδὸν
ὁρμαίνοντα
,
τῷ
κε
μάλʼ
ἤ
κεν
ἔμεινε
καὶ
ἐσσύμενός
περ
ὁδοῖο
,
ἤ
κέ
με
τεθνηκυῖαν
ἐνὶ
μεγάροισιν
ἔλειπεν
.
ἀλλά
τις
ὀτρηρῶς
Δολίον
καλέσειε
γέροντα
,
735
δμῶʼ
ἐμόν
,
ὅν
μοι
δῶκε
πατὴρ
ἔτι
δεῦρο
κιούσῃ
,
καί
μοι
κῆπον
ἔχει
πολυδένδρεον
,
ὄφρα
τάχιστα
Λαέρτῃ
τάδε
πάντα
παρεζόμενος
καταλέξῃ
,
εἰ
δή
πού
τινα
κεῖνος
ἐνὶ
φρεσὶ
μῆτιν
ὑφήνας
ἐξελθὼν
λαοῖσιν
ὀδύρεται
,
οἳ
μεμάασιν
740
ὃν
καὶ
Ὀδυσσῆος
φθῖσαι
γόνον
ἀντιθέοιο
.
τὴν
δʼ
αὖτε
προσέειπε
φίλη
τροφὸς
Εὐρύκλεια
·
νύμφα
φίλη
,
σὺ
μὲν
ἄρ
με
κατάκτανε
νηλέι
χαλκῷ
ἢ
ἔα
ἐν
μεγάρῳ
·
μῦθον
δέ
τοι
οὐκ
ἐπικεύσω
.
ᾔδεʼ
ἐγὼ
τάδε
πάντα
,
πόρον
δέ
οἱ
ὅσσʼ
ἐκέλευε
,
745
σῖτον
καὶ
μέθυ
ἡδύ
·
ἐμεῦ
δʼ
ἕλετο
μέγαν
ὅρκον
μὴ
πρὶν
σοὶ
ἐρέειν
,
πρὶν
δωδεκάτην
γε
γενέσθαι
ἢ
σʼ
αὐτὴν
ποθέσαι
καὶ
ἀφορμηθέντος
ἀκοῦσαι
,
ὡς
ἂν
μὴ
κλαίουσα
κατὰ
χρόα
καλὸν
ἰάπτῃς
.
ἀλλʼ
ὑδρηναμένη
,
καθαρὰ
χροῒ
εἵμαθʼ
ἑλοῦσα
,
750
εἰς
ὑπερῷ
ʼ
ἀναβᾶσα
σὺν
ἀμφιπόλοισι
γυναιξὶν
εὔχεʼ
Ἀθηναίῃ
κούρῃ
Διὸς
αἰγιόχοιο
·
ἡ
γάρ
κέν
μιν
ἔπειτα
καὶ
ἐκ
θανάτοιο
σαώσαι
.
μηδὲ
γέροντα
κάκου
κεκακωμένον
·
οὐ
γὰρ
ὀίω
πάγχυ
θεοῖς
μακάρεσσι
γονὴν
Ἀρκεισιάδαο
755
ἔχθεσθʼ
,
ἀλλʼ
ἔτι
πού
τις
ἐπέσσεται
ὅς
κεν
ἔχῃσι
δώματά
θʼ
ὑψερεφέα
καὶ
ἀπόπροθι
πίονας
ἀγρούς
.
ὣς
φάτο
,
τῆς
δʼ
εὔνησε
γόον
,
σχέθε
δʼ
ὄσσε
γόοιο
.
ἡ
δʼ
ὑδρηναμένη
,
καθαρὰ
χροῒ
εἵμαθʼ
ἑλοῦσα
εἰς
ὑπερῷ
ʼ
ἀνέβαινε
σὺν
ἀμφιπόλοισι
γυναιξίν
,
760
ἐν
δʼ
ἔθετʼ
οὐλοχύτας
κανέῳ
,
ἠρᾶτο
δʼ
Ἀθήνῃ
·
κλῦθί
μευ
,
αἰγιόχοιο
Διὸς
τέκος
,
Ἀτρυτώνη
,
εἴ
ποτέ
τοι
πολύμητις
ἐνὶ
μεγάροισιν
Ὀδυσσεὺς
ἢ
βοὸς
ἢ
ὄϊος
κατὰ
πίονα
μηρίʼ
ἔκηε
,
τῶν
νῦν
μοι
μνῆσαι
,
καί
μοι
φίλον
υἷα
σάωσον
,
765
μνηστῆρας
δʼ
ἀπάλαλκε
κακῶς
ὑπερηνορέοντας
.
ὣς
εἰποῦσʼ
ὀλόλυξε
,
θεὰ
δέ
οἱ
ἔκλυεν
ἀρῆς
.
μνηστῆρες
δʼ
ὁμάδησαν
ἀνὰ
μέγαρα
σκιόεντα
·
ὧδε
δέ
τις
εἴπεσκε
νέων
ὑπερηνορεόντων
·
ἦ
μάλα
δὴ
γάμον
ἄμμι
πολυμνήστη
βασίλεια
770
ἀρτύει
,
οὐδέ
τι
οἶδεν
ὅ
οἱ
φόνος
υἷι
τέτυκται
.
ὣς
ἄρα
τις
εἴπεσκε
,
τὰ
δʼ
οὐκ
ἴσαν
ὡς
ἐτέτυκτο
.
τοῖσιν
δʼ
Ἀντίνοος
ἀγορήσατο
καὶ
μετέειπε
·
δαιμόνιοι
,
μύθους
μὲν
ὑπερφιάλους
ἀλέασθε
πάντας
ὁμῶς
,
μή
πού
τις
ἀπαγγείλῃσι
καὶ
εἴσω
.
775
ἀλλʼ
ἄγε
σιγῇ
τοῖον
ἀναστάντες
τελέωμεν
μῦθον
,
ὃ
δὴ
καὶ
πᾶσιν
ἐνὶ
φρεσὶν
ἤραρεν
ἡμῖν
.
ὣς
εἰπὼν
ἐκρίνατʼ
ἐείκοσι
φῶτας
ἀρίστους
,
βὰν
δʼ
ἰέναι
ἐπὶ
νῆα
θοὴν
καὶ
θῖνα
θαλάσσης
.
νῆα
μὲν
οὖν
πάμπρωτον
ἁλὸς
βένθοσδε
ἔρυσσαν
,
780
ἐν
δʼ
ἱστόν
τʼ
ἐτίθεντο
καὶ
ἱστία
νηὶ
μελαίνῃ
,
ἠρτύναντο
δʼ
ἐρετμὰ
τροποῖς
ἐν
δερματίνοισιν
,
πάντα
κατὰ
μοῖραν
,
ἀνά
θʼ
ἱστία
λευκὰ
πέτασσαν
·
τεύχεα
δέ
σφʼ
ἤνεικαν
ὑπέρθυμοι
θεράποντες
.
ὑψοῦ
δʼ
ἐν
νοτίῳ
τήν
γʼ
ὥρμισαν
,
ἐκ
δʼ
ἔβαν
αὐτοί
·
785
ἔνθα
δὲ
δόρπον
ἕλοντο
,
μένον
δʼ
ἐπὶ
ἕσπερον
ἐλθεῖν
.
ἡ
δʼ
ὑπερωίῳ
αὖθι
περίφρων
Πηνελόπεια
κεῖτʼ
ἄρʼ
ἄσιτος
,
ἄπαστος
ἐδητύος
ἠδὲ
ποτῆτος
,
ὁρμαίνουσʼ
ἤ
οἱ
θάνατον
φύγοι
υἱὸς
ἀμύμων
,
ἦ
ὅ
γʼ
ὑπὸ
μνηστῆρσιν
ὑπερφιάλοισι
δαμείη
.
790
ὅσσα
δὲ
μερμήριξε
λέων
ἀνδρῶν
ἐν
ὁμίλῳ
δείσας
,
ὁππότε
μιν
δόλιον
περὶ
κύκλον
ἄγωσι
,
τόσσα
μιν
ὁρμαίνουσαν
ἐπήλυθε
νήδυμος
ὕπνος
·
εὗδε
δʼ
ἀνακλινθεῖσα
,
λύθεν
δέ
οἱ
ἅψεα
πάντα
.
ἔνθʼ
αὖτʼ
ἄλλʼ
ἐνόησε
θεά
,
γλαυκῶπις
Ἀθήνη
·
795
εἴδωλον
ποίησε
,
δέμας
δʼ
ἤικτο
γυναικί
,
Ἰφθίμῃ
,
κούρῃ
μεγαλήτορος
Ἰκαρίοιο
,
τὴν
Εὔμηλος
ὄπυιε
Φερῇς
ἔνι
οἰκία
ναίων
.
πέμπε
δέ
μιν
πρὸς
δώματʼ
Ὀδυσσῆος
θείοιο
,
ἧος
Πηνελόπειαν
ὀδυρομένην
γοόωσαν
800
παύσειε
κλαυθμοῖο
γόοιό
τε
δακρυόεντος
.
ἐς
θάλαμον
δʼ
εἰσῆλθε
παρὰ
κληῖδος
ἱμάντα
,
στῆ
δʼ
ἄρʼ
ὑπὲρ
κεφαλῆς
,
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
·
εὕδεις
,
Πηνελόπεια
,
φίλον
τετιημένη
ἦτορ
;
οὐ
μέν
σʼ
οὐδὲ
ἐῶσι
θεοὶ
ῥεῖα
ζώοντες
805
κλαίειν
οὐδʼ
ἀκάχησθαι
,
ἐπεί
ῥʼ
ἔτι
νόστιμός
ἐστι
σὸς
παῖς
·
οὐ
μὲν
γάρ
τι
θεοῖς
ἀλιτήμενός
ἐστι
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
περίφρων
Πηνελόπεια
,
ἡδὺ
μάλα
κνώσσουσʼ
ἐν
ὀνειρείῃσι
πύλῃσιν
·
τίπτε
,
κασιγνήτη
,
δεῦρʼ
ἤλυθες
;
οὔ
τι
πάρος
γε
810
πωλέʼ
,
ἐπεὶ
μάλα
πολλὸν
ἀπόπροθι
δώματα
ναίεις
·
καί
με
κέλεαι
παύσασθαι
ὀιζύος
ἠδʼ
ὀδυνάων
πολλέων
,
αἵ
μʼ
ἐρέθουσι
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
ἣ
πρὶν
μὲν
πόσιν
ἐσθλὸν
ἀπώλεσα
θυμολέοντα
,
παντοίῃς
ἀρετῇσι
κεκασμένον
ἐν
Δαναοῖσιν
,
815
ἐσθλόν
,
τοῦ
κλέος
εὐρὺ
καθʼ
Ἑλλάδα
καὶ
μέσον
Ἄργος
·
νῦν
αὖ
παῖς
ἀγαπητὸς
ἔβη
κοίλης
ἐπὶ
νηός
,
νήπιος
,
οὔτε
πόνων
ἐὺ
εἰδὼς
οὔτʼ
ἀγοράων
.
τοῦ
δὴ
ἐγὼ
καὶ
μᾶλλον
ὀδύρομαι
ἤ
περ
ἐκείνου
·
τοῦ
δʼ
ἀμφιτρομέω
καὶ
δείδια
,
μή
τι
πάθῃσιν
,
820
ἢ
ὅ
γε
τῶν
ἐνὶ
δήμῳ
,
ἵνʼ
οἴχεται
,
ἢ
ἐνὶ
πόντῳ
·
δυσμενέες
γὰρ
πολλοὶ
ἐπʼ
αὐτῷ
μηχανόωνται
,
ἱέμενοι
κτεῖναι
πρὶν
πατρίδα
γαῖαν
ἱκέσθαι
.
τὴν
δʼ
ἀπαμειβόμενον
προσέφη
εἴδωλον
ἀμαυρόν
·
θάρσει
,
μηδέ
τι
πάγχυ
μετὰ
φρεσὶ
δείδιθι
λίην
·
825
τοίη
γάρ
οἱ
πομπὸς
ἅμʼ
ἔρχεται
,
ἥν
τε
καὶ
ἄλλοι
ἀνέρες
ἠρήσαντο
παρεστάμεναι
,
δύναται
γάρ
,
Παλλὰς
Ἀθηναίη
·
σὲ
δʼ
ὀδυρομένην
ἐλεαίρει
·
ἣ
νῦν
με
προέηκε
τεῒν
τάδε
μυθήσασθαι
.
τὴν
δʼ
αὖτε
προσέειπε
περίφρων
Πηνελόπεια
·
830
εἰ
μὲν
δὴ
θεός
ἐσσι
θεοῖό
τε
ἔκλυες
αὐδῆς
,
εἰ
δʼ
ἄγε
μοι
καὶ
κεῖνον
ὀιζυρὸν
κατάλεξον
,
ἤ
που
ἔτι
ζώει
καὶ
ὁρᾷ
φάος
ἠελίοιο
,
ἦ
ἤδη
τέθνηκε
καὶ
εἰν
Ἀίδαο
δόμοισι
.
τὴν
δʼ
ἀπαμειβόμενον
προσέφη
εἴδωλον
ἀμαυρόν
·
835
οὐ
μέν
τοι
κεῖνόν
γε
διηνεκέως
ἀγορεύσω
,
ζώει
ὅ
γʼ
ἦ
τέθνηκε
·
κακὸν
δʼ
ἀνεμώλια
βάζειν
.
ὣς
εἰπὸν
σταθμοῖο
παρὰ
κληῖδα
λιάσθη
ἐς
πνοιὰς
ἀνέμων
.
ἡ
δʼ
ἐξ
ὕπνου
ἀνόρουσε
κούρη
Ἰκαρίοιο
·
φίλον
δέ
οἱ
ἦτορ
ἰάνθη
,
840
ὥς
οἱ
ἐναργὲς
ὄνειρον
ἐπέσσυτο
νυκτὸς
ἀμολγῷ
.
μνηστῆρες
δʼ
ἀναβάντες
ἐπέπλεον
ὑγρὰ
κέλευθα
Τηλεμάχῳ
φόνον
αἰπὺν
ἐνὶ
φρεσὶν
ὁρμαίνοντες
.
ἔστι
δέ
τις
νῆσος
μέσσῃ
ἁλὶ
πετρήεσσα
,
μεσσηγὺς
Ἰθάκης
τε
Σάμοιό
τε
παιπαλοέσσης
,
845
Ἀστερίς
,
οὐ
μεγάλη
·
λιμένες
δʼ
ἔνι
ναύλοχοι
αὐτῇ
ἀμφίδυμοι
·
τῇ
τόν
γε
μένον
λοχόωντες
Ἀχαιοί
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.