ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
1
ὤρνυτʼ
ἄρʼ
ἐξ
εὐνῆφιν
Ὀδυσσῆος
φίλος
υἱὸς
εἵματα
ἑσσάμενος
,
περὶ
δὲ
ξίφος
ὀξὺ
θέτʼ
ὤμῳ
,
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
,
βῆ
δʼ
ἴμεν
ἐκ
θαλάμοιο
θεῷ
ἐναλίγκιος
ἄντην
.
5
αἶψα
δὲ
κηρύκεσσι
λιγυφθόγγοισι
κέλευσε
κηρύσσειν
ἀγορήνδε
κάρη
κομόωντας
Ἀχαιούς
.
οἱ
μὲν
ἐκήρυσσον
,
τοὶ
δʼ
ἠγείροντο
μάλʼ
ὦκα
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἤγερθεν
ὁμηγερέες
τʼ
ἐγένοντο
,
βῆ
ῥʼ
ἴμεν
εἰς
ἀγορήν
,
παλάμῃ
δʼ
ἔχε
χάλκεον
ἔγχος
,
10
οὐκ
οἶος
,
ἅμα
τῷ
γε
δύω
κύνες
ἀργοὶ
ἕποντο
.
θεσπεσίην
δʼ
ἄρα
τῷ
γε
χάριν
κατέχευεν
Ἀθήνη
.
τὸν
δʼ
ἄρα
πάντες
λαοὶ
ἐπερχόμενον
θηεῦντο
·
ἕζετο
δʼ
ἐν
πατρὸς
θώκῳ
,
εἶξαν
δὲ
γέροντες
.
τοῖσι
δʼ
ἔπειθʼ
ἥρως
Αἰγύπτιος
ἦρχʼ
ἀγορεύειν
,
15
ὃς
δὴ
γήραϊ
κυφὸς
ἔην
καὶ
μυρία
ᾔδη
.
καὶ
γὰρ
τοῦ
φίλος
υἱὸς
ἅμʼ
ἀντιθέῳ
Ὀδυσῆι
Ἴλιον
εἰς
ἐύπωλον
ἔβη
κοίλῃς
ἐνὶ
νηυσίν
,
Ἄντιφος
αἰχμητής
·
τὸν
δʼ
ἄγριος
ἔκτανε
Κύκλωψ
ἐν
σπῆι
γλαφυρῷ
,
πύματον
δʼ
ὡπλίσσατο
δόρπον
.
20
τρεῖς
δέ
οἱ
ἄλλοι
ἔσαν
,
καὶ
ὁ
μὲν
μνηστῆρσιν
ὁμίλει
,
Εὐρύνομος
,
δύο
δʼ
αἰὲν
ἔχον
πατρώια
ἔργα
.
ἀλλʼ
οὐδʼ
ὣς
τοῦ
λήθετʼ
ὀδυρόμενος
καὶ
ἀχεύων
.
τοῦ
ὅ
γε
δάκρυ
χέων
ἀγορήσατο
καὶ
μετέειπε
·
κέκλυτε
δὴ
νῦν
μευ
,
Ἰθακήσιοι
,
ὅττι
κεν
εἴπω
·
25
οὔτε
ποθʼ
ἡμετέρη
ἀγορὴ
γένετʼ
οὔτε
θόωκος
ἐξ
οὗ
Ὀδυσσεὺς
δῖος
ἔβη
κοίλῃς
ἐνὶ
νηυσί
.
νῦν
δὲ
τίς
ὧδʼ
ἤγειρε
;
τίνα
χρειὼ
τόσον
ἵκει
ἠὲ
νέων
ἀνδρῶν
ἢ
οἳ
προγενέστεροί
εἰσιν
;
ἠέ
τινʼ
ἀγγελίην
στρατοῦ
ἔκλυεν
ἐρχομένοιο
,
30
ἥν
χʼ
ἡμῖν
σάφα
εἴποι
,
ὅτε
πρότερός
γε
πύθοιτο
;
ἦέ
τι
δήμιον
ἄλλο
πιφαύσκεται
ἠδʼ
ἀγορεύει
;
ἐσθλός
μοι
δοκεῖ
εἶναι
,
ὀνήμενος
.
εἴθε
οἱ
αὐτῷ
Ζεὺς
ἀγαθὸν
τελέσειεν
,
ὅτι
φρεσὶν
ᾗσι
μενοινᾷ
.
ὣς
φάτο
,
χαῖρε
δὲ
φήμῃ
Ὀδυσσῆος
φίλος
υἱός
,
35
οὐδʼ
ἄρʼ
ἔτι
δὴν
ἧστο
,
μενοίνησεν
δʼ
ἀγορεύειν
,
στῆ
δὲ
μέσῃ
ἀγορῇ
·
σκῆπτρον
δέ
οἱ
ἔμβαλε
χειρὶ
κῆρυξ
Πεισήνωρ
πεπνυμένα
μήδεα
εἰδώς
.
πρῶτον
ἔπειτα
γέροντα
καθαπτόμενος
προσέειπεν
·
ὦ
γέρον
,
οὐχ
ἑκὰς
οὗτος
ἀνήρ
,
τάχα
δʼ
εἴσεαι
αὐτός
,
40
ὃς
λαὸν
ἤγειρα
·
μάλιστα
δέ
μʼ
ἄλγος
ἱκάνει
.
οὔτε
τινʼ
ἀγγελίην
στρατοῦ
ἔκλυον
ἐρχομένοιο
,
ἥν
χʼ
ὑμῖν
σάφα
εἴπω
,
ὅτε
πρότερός
γε
πυθοίμην
,
οὔτε
τι
δήμιον
ἄλλο
πιφαύσκομαι
οὐδʼ
ἀγορεύω
,
ἀλλʼ
ἐμὸν
αὐτοῦ
χρεῖος
,
ὅ
μοι
κακὰ
ἔμπεσεν
οἴκῳ
45
δοιά
·
τὸ
μὲν
πατέρʼ
ἐσθλὸν
ἀπώλεσα
,
ὅς
ποτʼ
ἐν
ὑμῖν
τοίσδεσσιν
βασίλευε
,
πατὴρ
δʼ
ὣς
ἤπιος
ἦεν
·
νῦν
δʼ
αὖ
καὶ
πολὺ
μεῖζον
,
ὃ
δὴ
τάχα
οἶκον
ἅπαντα
πάγχυ
διαρραίσει
,
βίοτον
δʼ
ἀπὸ
πάμπαν
ὀλέσσει
.
μητέρι
μοι
μνηστῆρες
ἐπέχραον
οὐκ
ἐθελούσῃ
,
50
τῶν
ἀνδρῶν
φίλοι
υἷες
,
οἳ
ἐνθάδε
γʼ
εἰσὶν
ἄριστοι
,
οἳ
πατρὸς
μὲν
ἐς
οἶκον
ἀπερρίγασι
νέεσθαι
Ἰκαρίου
,
ὥς
κʼ
αὐτὸς
ἐεδνώσαιτο
θύγατρα
,
δοίη
δʼ
ᾧ
κʼ
ἐθέλοι
καί
οἱ
κεχαρισμένος
ἔλθοι
·
οἱ
δʼ
εἰς
ἡμέτερον
πωλεύμενοι
ἤματα
πάντα
,
55
βοῦς
ἱερεύοντες
καὶ
ὄις
καὶ
πίονας
αἶγας
εἰλαπινάζουσιν
πίνουσί
τε
αἴθοπα
οἶνον
μαψιδίως
·
τὰ
δὲ
πολλὰ
κατάνεται
.
οὐ
γὰρ
ἔπʼ
ἀνήρ
,
οἷος
Ὀδυσσεὺς
ἔσκεν
,
ἀρὴν
ἀπὸ
οἴκου
ἀμῦναι
.
ἡμεῖς
δʼ
οὔ
νύ
τι
τοῖοι
ἀμυνέμεν
·
ἦ
καὶ
ἔπειτα
60
λευγαλέοι
τʼ
ἐσόμεσθα
καὶ
οὐ
δεδαηκότες
ἀλκήν
.
ἦ
τʼ
ἂν
ἀμυναίμην
,
εἴ
μοι
δύναμίς
γε
παρείη
.
οὐ
γὰρ
ἔτʼ
ἀνσχετὰ
ἔργα
τετεύχαται
,
οὐδʼ
ἔτι
καλῶς
οἶκος
ἐμὸς
διόλωλε
.
νεμεσσήθητε
καὶ
αὐτοί
,
ἄλλους
τʼ
αἰδέσθητε
περικτίονας
ἀνθρώπους
,
65
οἳ
περιναιετάουσι
·
θεῶν
δʼ
ὑποδείσατε
μῆνιν
,
μή
τι
μεταστρέψωσιν
ἀγασσάμενοι
κακὰ
ἔργα
.
λίσσομαι
ἠμὲν
Ζηνὸς
Ὀλυμπίου
ἠδὲ
Θέμιστος
,
ἥ
τʼ
ἀνδρῶν
ἀγορὰς
ἠμὲν
λύει
ἠδὲ
καθίζει
·
σχέσθε
,
φίλοι
,
καί
μʼ
οἶον
ἐάσατε
πένθεϊ
λυγρῷ
70
τείρεσθʼ
,
εἰ
μή
πού
τι
πατὴρ
ἐμὸς
ἐσθλὸς
Ὀδυσσεὺς
δυσμενέων
κάκʼ
ἔρεξεν
ἐυκνήμιδας
Ἀχαιούς
,
τῶν
μʼ
ἀποτινύμενοι
κακὰ
ῥέζετε
δυσμενέοντες
,
τούτους
ὀτρύνοντες
.
ἐμοὶ
δέ
κε
κέρδιον
εἴη
ὑμέας
ἐσθέμεναι
κειμήλιά
τε
πρόβασίν
τε
.
75
εἴ
χʼ
ὑμεῖς
γε
φάγοιτε
,
τάχʼ
ἄν
ποτε
καὶ
τίσις
εἴη
·
τόφρα
γὰρ
ἂν
κατὰ
ἄστυ
ποτιπτυσσοίμεθα
μύθῳ
χρήματʼ
ἀπαιτίζοντες
,
ἕως
κʼ
ἀπὸ
πάντα
δοθείη
·
νῦν
δέ
μοι
ἀπρήκτους
ὀδύνας
ἐμβάλλετε
θυμῷ
.
ὣς
φάτο
χωόμενος
,
ποτὶ
δὲ
σκῆπτρον
βάλε
γαίῃ
80
δάκρυʼ
ἀναπρήσας
·
οἶκτος
δʼ
ἕλε
λαὸν
ἅπαντα
.
ἔνθʼ
ἄλλοι
μὲν
πάντες
ἀκὴν
ἔσαν
,
οὐδέ
τις
ἔτλη
Τηλέμαχον
μύθοισιν
ἀμείψασθαι
χαλεποῖσιν
·
Ἀντίνοος
δέ
μιν
οἶος
ἀμειβόμενος
προσέειπε
·
Τηλέμαχʼ
ὑψαγόρη
,
μένος
ἄσχετε
,
ποῖον
ἔειπες
85
ἡμέας
αἰσχύνων
·
ἐθέλοις
δέ
κε
μῶμον
ἀνάψαι
.
σοὶ
δʼ
οὔ
τι
μνηστῆρες
Ἀχαιῶν
αἴτιοί
εἰσιν
,
ἀλλὰ
φίλη
μήτηρ
,
ἥ
τοι
πέρι
κέρδεα
οἶδεν
.
ἤδη
γὰρ
τρίτον
ἐστὶν
ἔτος
,
τάχα
δʼ
εἶσι
τέταρτον
,
ἐξ
οὗ
ἀτέμβει
θυμὸν
ἐνὶ
στήθεσσιν
Ἀχαιῶν
.
90
πάντας
μέν
ῥʼ
ἔλπει
καὶ
ὑπίσχεται
ἀνδρὶ
ἑκάστῳ
ἀγγελίας
προϊεῖσα
,
νόος
δέ
οἱ
ἄλλα
μενοινᾷ
.
ἡ
δὲ
δόλον
τόνδʼ
ἄλλον
ἐνὶ
φρεσὶ
μερμήριξε
·
στησαμένη
μέγαν
ἱστὸν
ἐνὶ
μεγάροισιν
ὕφαινε
,
λεπτὸν
καὶ
περίμετρον
·
ἄφαρ
δʼ
ἡμῖν
μετέειπε
·
95
κοῦροι
ἐμοὶ
μνηστῆρες
,
ἐπεὶ
θάνε
δῖος
Ὀδυσσεύς
,
μίμνετʼ
ἐπειγόμενοι
τὸν
ἐμὸν
γάμον
,
εἰς
ὅ
κε
φᾶρος
ἐκτελέσω
,
μή
μοι
μεταμώνια
νήματʼ
ὄληται
,
Λαέρτῃ
ἥρωι
ταφήιον
,
εἰς
ὅτε
κέν
μιν
μοῖρʼ
ὀλοὴ
καθέλῃσι
τανηλεγέος
θανάτοιο
,
100
μή
τίς
μοι
κατὰ
δῆμον
Ἀχαιϊάδων
νεμεσήσῃ
.
αἴ
κεν
ἄτερ
σπείρου
κεῖται
πολλὰ
κτεατίσσας
.
ὣς
ἔφαθʼ
,
ἡμῖν
δʼ
αὖτʼ
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ
.
ἔνθα
καὶ
ἠματίη
μὲν
ὑφαίνεσκεν
μέγαν
ἱστόν
,
νύκτας
δʼ
ἀλλύεσκεν
,
ἐπεὶ
δαΐδας
παραθεῖτο
.
105
ὣς
τρίετες
μὲν
ἔληθε
δόλῳ
καὶ
ἔπειθεν
Ἀχαιούς
·
ἀλλʼ
ὅτε
τέτρατον
ἦλθεν
ἔτος
καὶ
ἐπήλυθον
ὧραι
,
καὶ
τότε
δή
τις
ἔειπε
γυναικῶν
,
ἣ
σάφα
ᾔδη
,
καὶ
τήν
γʼ
ἀλλύουσαν
ἐφεύρομεν
ἀγλαὸν
ἱστόν
.
ὣς
τὸ
μὲν
ἐξετέλεσσε
καὶ
οὐκ
ἐθέλουσʼ
ὑπʼ
ἀνάγκης
·
110
σοὶ
δʼ
ὧδε
μνηστῆρες
ὑποκρίνονται
,
ἵνʼ
εἰδῇς
αὐτὸς
σῷ
θυμῷ
,
εἰδῶσι
δὲ
πάντες
Ἀχαιοί
·
μητέρα
σὴν
ἀπόπεμψον
,
ἄνωχθι
δέ
μιν
γαμέεσθαι
τῷ
ὅτεῴ
τε
πατὴρ
κέλεται
καὶ
ἁνδάνει
αὐτῇ
.
εἰ
δʼ
ἔτʼ
ἀνιήσει
γε
πολὺν
χρόνον
υἷας
Ἀχαιῶν
,
115
τὰ
φρονέουσʼ
ἀνὰ
θυμόν
,
ὅ
οἱ
πέρι
δῶκεν
Ἀθήνη
ἔργα
τʼ
ἐπίστασθαι
περικαλλέα
καὶ
φρένας
ἐσθλὰς
κέρδεά
θʼ
,
οἷʼ
οὔ
πώ
τινʼ
ἀκούομεν
οὐδὲ
παλαιῶν
,
τάων
αἳ
πάρος
ἦσαν
ἐυπλοκαμῖδες
Ἀχαιαί
,
Τυρώ
τʼ
Ἀλκμήνη
τε
ἐυστέφανός
τε
Μυκήνη
·
120
τάων
οὔ
τις
ὁμοῖα
νοήματα
Πηνελοπείῃ
ᾔδη
·
ἀτὰρ
μὲν
τοῦτό
γʼ
ἐναίσιμον
οὐκ
ἐνόησε
.
τόφρα
γὰρ
οὖν
βίοτόν
τε
τεὸν
καὶ
κτήματʼ
ἔδονται
,
ὄφρα
κε
κείνη
τοῦτον
ἔχῃ
νόον
,
ὅν
τινά
οἱ
νῦν
ἐν
στήθεσσι
τιθεῖσι
θεοί
.
μέγα
μὲν
κλέος
αὐτῇ
125
ποιεῖτʼ
,
αὐτὰρ
σοί
γε
ποθὴν
πολέος
βιότοιο
.
ἡμεῖς
δʼ
οὔτʼ
ἐπὶ
ἔργα
πάρος
γʼ
ἴμεν
οὔτε
πῃ
ἄλλῃ
,
πρίν
γʼ
αὐτὴν
γήμασθαι
Ἀχαιῶν
ᾧ
κʼ
ἐθέλῃσι
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Ἀντίνοʼ
,
οὔ
πως
ἔστι
δόμων
ἀέκουσαν
ἀπῶσαι
130
ἥ
μʼ
ἔτεχʼ
,
ἥ
μʼ
ἔθρεψε
·
πατὴρ
δʼ
ἐμὸς
ἄλλοθι
γαίης
,
ζώει
ὅ
γʼ
ἦ
τέθνηκε
·
κακὸν
δέ
με
πόλλʼ
ἀποτίνειν
Ἰκαρίῳ
,
αἴ
κʼ
αὐτὸς
ἑκὼν
ἀπὸ
μητέρα
πέμψω
.
ἐκ
γὰρ
τοῦ
πατρὸς
κακὰ
πείσομαι
,
ἄλλα
δὲ
δαίμων
δώσει
,
ἐπεὶ
μήτηρ
στυγερὰς
ἀρήσετʼ
ἐρινῦς
135
οἴκου
ἀπερχομένη
·
νέμεσις
δέ
μοι
ἐξ
ἀνθρώπων
ἔσσεται
·
ὣς
οὐ
τοῦτον
ἐγώ
ποτε
μῦθον
ἐνίψω
.
ὑμέτερος
δʼ
εἰ
μὲν
θυμὸς
νεμεσίζεται
αὐτῶν
,
ἔξιτέ
μοι
μεγάρων
,
ἄλλας
δʼ
ἀλεγύνετε
δαῖτας
ὑμὰ
κτήματʼ
ἔδοντες
ἀμειβόμενοι
κατὰ
οἴκους
.
140
εἰ
δʼ
ὑμῖν
δοκέει
τόδε
λωίτερον
καὶ
ἄμεινον
ἔμμεναι
,
ἀνδρὸς
ἑνὸς
βίοτον
νήποινον
ὀλέσθαι
,
κείρετʼ
·
ἐγὼ
δὲ
θεοὺς
ἐπιβώσομαι
αἰὲν
ἐόντας
,
αἴ
κέ
ποθι
Ζεὺς
δῷσι
παλίντιτα
ἔργα
γενέσθαι
.
νήποινοί
κεν
ἔπειτα
δόμων
ἔντοσθεν
ὄλοισθε
.
145
ὣς
φάτο
Τηλέμαχος
,
τῷ
δʼ
αἰετὼ
εὐρύοπα
Ζεὺς
ὑψόθεν
ἐκ
κορυφῆς
ὄρεος
προέηκε
πέτεσθαι
.
τὼ
δʼ
ἕως
μέν
ῥʼ
ἐπέτοντο
μετὰ
πνοιῇς
ἀνέμοιο
πλησίω
ἀλλήλοισι
τιταινομένω
πτερύγεσσιν
·
ἀλλʼ
ὅτε
δὴ
μέσσην
ἀγορὴν
πολύφημον
ἱκέσθην
,
150
ἔνθʼ
ἐπιδινηθέντε
τιναξάσθην
πτερὰ
πυκνά
,
ἐς
δʼ
ἰδέτην
πάντων
κεφαλάς
,
ὄσσοντο
δʼ
ὄλεθρον
·
δρυψαμένω
δʼ
ὀνύχεσσι
παρειὰς
ἀμφί
τε
δειρὰς
δεξιὼ
ἤιξαν
διά
τʼ
οἰκία
καὶ
πόλιν
αὐτῶν
.
θάμβησαν
δʼ
ὄρνιθας
,
ἐπεὶ
ἴδον
ὀφθαλμοῖσιν
·
155
ὥρμηναν
δʼ
ἀνὰ
θυμὸν
ἅ
περ
τελέεσθαι
ἔμελλον
.
τοῖσι
δὲ
καὶ
μετέειπε
γέρων
ἥρως
Ἁλιθέρσης
Μαστορίδης
·
ὁ
γὰρ
οἶος
ὁμηλικίην
ἐκέκαστο
ὄρνιθας
γνῶναι
καὶ
ἐναίσιμα
μυθήσασθαι
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπε
·
160
κέκλυτε
δὴ
νῦν
μευ
,
Ἰθακήσιοι
,
ὅττι
κεν
εἴπω
·
μνηστῆρσιν
δὲ
μάλιστα
πιφαυσκόμενος
τάδε
εἴρω
·
τοῖσιν
γὰρ
μέγα
πῆμα
κυλίνδεται
·
οὐ
γὰρ
Ὀδυσσεὺς
δὴν
ἀπάνευθε
φίλων
ὧν
ἔσσεται
,
ἀλλά
που
ἤδη
ἐγγὺς
ἐὼν
τοῖσδεσσι
φόνον
καὶ
κῆρα
φυτεύει
165
πάντεσσιν
·
πολέσιν
δὲ
καὶ
ἄλλοισιν
κακὸν
ἔσται
,
οἳ
νεμόμεσθʼ
Ἰθάκην
ἐυδείελον
.
ἀλλὰ
πολὺ
πρὶν
φραζώμεσθʼ
,
ὥς
κεν
καταπαύσομεν
·
οἱ
δὲ
καὶ
αὐτοὶ
παυέσθων
·
καὶ
γάρ
σφιν
ἄφαρ
τόδε
λώιόν
ἐστιν
.
οὐ
γὰρ
ἀπείρητος
μαντεύομαι
,
ἀλλʼ
ἐὺ
εἰδώς
·
170
καὶ
γὰρ
κείνῳ
φημὶ
τελευτηθῆναι
ἅπαντα
,
ὥς
οἱ
ἐμυθεόμην
,
ὅτε
Ἴλιον
εἰσανέβαινον
Ἀργεῖοι
,
μετὰ
δέ
σφιν
ἔβη
πολύμητις
Ὀδυσσεύς
.
φῆν
κακὰ
πολλὰ
παθόντʼ
,
ὀλέσαντʼ
ἄπο
πάντας
ἑταίρους
,
ἄγνωστον
πάντεσσιν
ἐεικοστῷ
ἐνιαυτῷ
175
οἴκαδʼ
ἐλεύσεσθαι
·
τὰ
δὲ
δὴ
νῦν
πάντα
τελεῖται
.
τὸν
δʼ
αὖτʼ
Εὐρύμαχος
Πολύβου
πάϊς
ἀντίον
ηὔδα
·
ὦ
γέρον
,
εἰ
δʼ
ἄγε
νῦν
μαντεύεο
σοῖσι
τέκεσσιν
οἴκαδʼ
ἰών
,
μή
πού
τι
κακὸν
πάσχωσιν
ὀπίσσω
·
ταῦτα
δʼ
ἐγὼ
σέο
πολλὸν
ἀμείνων
μαντεύεσθαι
.
180
ὄρνιθες
δέ
τε
πολλοὶ
ὑπʼ
αὐγὰς
ἠελίοιο
φοιτῶσʼ
,
οὐδέ
τε
πάντες
ἐναίσιμοι
·
αὐτὰρ
Ὀδυσσεὺς
ὤλετο
τῆλʼ
,
ὡς
καὶ
σὺ
καταφθίσθαι
σὺν
ἐκείνῳ
ὤφελες
.
οὐκ
ἂν
τόσσα
θεοπροπέων
ἀγόρευες
,
οὐδέ
κε
Τηλέμαχον
κεχολωμένον
ὧδʼ
ἀνιείης
,
185
σῷ
οἴκῳ
δῶρον
ποτιδέγμενος
,
αἴ
κε
πόρῃσιν
.
ἀλλʼ
ἔκ
τοι
ἐρέω
,
τὸ
δὲ
καὶ
τετελεσμένον
ἔσται
·
αἴ
κε
νεώτερον
ἄνδρα
παλαιά
τε
πολλά
τε
εἰδὼς
παρφάμενος
ἐπέεσσιν
ἐποτρύνῃς
χαλεπαίνειν
,
αὐτῷ
μέν
οἱ
πρῶτον
ἀνιηρέστερον
ἔσται
,
190
πρῆξαι
δʼ
ἔμπης
οὔ
τι
δυνήσεται
εἵνεκα
τῶνδε
·
σοὶ
δέ
,
γέρον
,
θωὴν
ἐπιθήσομεν
,
ἥν
κʼ
ἐνὶ
θυμῷ
τίνων
ἀσχάλλῃς
·
χαλεπὸν
δέ
τοι
ἔσσεται
ἄλγος
.
Τηλεμάχῳ
δʼ
ἐν
πᾶσιν
ἐγὼν
ὑποθήσομαι
αὐτός
·
μητέρα
ἣν
ἐς
πατρὸς
ἀνωγέτω
ἀπονέεσθαι
·
195
οἱ
δὲ
γάμον
τεύξουσι
καὶ
ἀρτυνέουσιν
ἔεδνα
πολλὰ
μάλʼ
,
ὅσσα
ἔοικε
φίλης
ἐπὶ
παιδὸς
ἕπεσθαι
.
οὐ
γὰρ
πρὶν
παύσεσθαι
ὀίομαι
υἷας
Ἀχαιῶν
μνηστύος
ἀργαλέης
,
ἐπεὶ
οὔ
τινα
δείδιμεν
ἔμπης
,
οὔτʼ
οὖν
Τηλέμαχον
μάλα
περ
πολύμυθον
ἐόντα
,
200
οὔτε
θεοπροπίης
ἐμπαζόμεθʼ
,
ἣν
σύ
,
γεραιέ
,
μυθέαι
ἀκράαντον
,
ἀπεχθάνεαι
δʼ
ἔτι
μᾶλλον
.
χρήματα
δʼ
αὖτε
κακῶς
βεβρώσεται
,
οὐδέ
ποτʼ
ἶσα
ἔσσεται
,
ὄφρα
κεν
ἥ
γε
διατρίβῃσιν
Ἀχαιοὺς
ὃν
γάμον
·
ἡμεῖς
δʼ
αὖ
ποτιδέγμενοι
ἤματα
πάντα
205
εἵνεκα
τῆς
ἀρετῆς
ἐριδαίνομεν
,
οὐδὲ
μετʼ
ἄλλας
ἐρχόμεθʼ
,
ἃς
ἐπιεικὲς
ὀπυιέμεν
ἐστὶν
ἑκάστῳ
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Εὐρύμαχʼ
ἠδὲ
καὶ
ἄλλοι
,
ὅσοι
μνηστῆρες
ἀγαυοί
,
ταῦτα
μὲν
οὐχ
ὑμέας
ἔτι
λίσσομαι
οὐδʼ
ἀγορεύω
·
210
ἤδη
γὰρ
τὰ
ἴσασι
θεοὶ
καὶ
πάντες
Ἀχαιοί
.
ἀλλʼ
ἄγε
μοι
δότε
νῆα
θοὴν
καὶ
εἴκοσʼ
ἑταίρους
,
οἵ
κέ
μοι
ἔνθα
καὶ
ἔνθα
διαπρήσσωσι
κέλευθον
.
εἶμι
γὰρ
ἐς
Σπάρτην
τε
καὶ
ἐς
Πύλον
ἠμαθόεντα
νόστον
πευσόμενος
πατρὸς
δὴν
οἰχομένοιο
,
215
ἤν
τίς
μοι
εἴπῃσι
βροτῶν
ἢ
ὄσσαν
ἀκούσω
ἐκ
Διός
,
ἥ
τε
μάλιστα
φέρει
κλέος
ἀνθρώποισιν
·
εἰ
μέν
κεν
πατρὸς
βίοτον
καὶ
νόστον
ἀκούσω
,
ἦ
τʼ
ἄν
,
τρυχόμενός
περ
,
ἔτι
τλαίην
ἐνιαυτόν
·
εἰ
δέ
κε
τεθνηῶτος
ἀκούσω
μηδʼ
ἔτʼ
ἐόντος
,
220
νοστήσας
δὴ
ἔπειτα
φίλην
ἐς
πατρίδα
γαῖαν
σῆμά
τέ
οἱ
χεύω
καὶ
ἐπὶ
κτέρεα
κτερεΐξω
πολλὰ
μάλʼ
,
ὅσσα
ἔοικε
,
καὶ
ἀνέρι
μητέρα
δώσω
.
ἦ
τοι
ὅ
γʼ
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετο
,
τοῖσι
δʼ
ἀνέστη
Μέντωρ
,
ὅς
ῥʼ
Ὀδυσῆος
ἀμύμονος
ἦεν
ἑταῖρος
,
225
καί
οἱ
ἰὼν
ἐν
νηυσὶν
ἐπέτρεπεν
οἶκον
ἅπαντα
,
πείθεσθαί
τε
γέροντι
καὶ
ἔμπεδα
πάντα
φυλάσσειν
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
κέκλυτε
δὴ
νῦν
μευ
,
Ἰθακήσιοι
,
ὅττι
κεν
εἴπω
·
μή
τις
ἔτι
πρόφρων
ἀγανὸς
καὶ
ἤπιος
ἔστω
230
σκηπτοῦχος
βασιλεύς
,
μηδὲ
φρεσὶν
αἴσιμα
εἰδώς
,
ἀλλʼ
αἰεὶ
χαλεπός
τʼ
εἴη
καὶ
αἴσυλα
ῥέζοι
·
ὡς
οὔ
τις
μέμνηται
Ὀδυσσῆος
θείοιο
λαῶν
οἷσιν
ἄνασσε
,
πατὴρ
δʼ
ὣς
ἤπιος
ἦεν
.
ἀλλʼ
ἦ
τοι
μνηστῆρας
ἀγήνορας
οὔ
τι
μεγαίρω
235
ἔρδειν
ἔργα
βίαια
κακορραφίῃσι
νόοιο
·
σφὰς
γὰρ
παρθέμενοι
κεφαλὰς
κατέδουσι
βιαίως
οἶκον
Ὀδυσσῆος
,
τὸν
δʼ
οὐκέτι
φασὶ
νέεσθαι
.
νῦν
δʼ
ἄλλῳ
δήμῳ
νεμεσίζομαι
,
οἷον
ἅπαντες
ἧσθʼ
ἄνεῳ
,
ἀτὰρ
οὔ
τι
καθαπτόμενοι
ἐπέεσσι
240
παύρους
μνηστῆρας
καταπαύετε
πολλοὶ
ἐόντες
.
τὸν
δʼ
Εὐηνορίδης
Λειώκριτος
ἀντίον
ηὔδα
·
Μέντορ
ἀταρτηρέ
,
φρένας
ἠλεέ
,
ποῖον
ἔειπες
ἡμέας
ὀτρύνων
καταπαυέμεν
.
ἀργαλέον
δὲ
ἀνδράσι
καὶ
πλεόνεσσι
μαχήσασθαι
περὶ
δαιτί
.
245
εἴ
περ
γάρ
κʼ
Ὀδυσεὺς
Ἰθακήσιος
αὐτὸς
ἐπελθὼν
δαινυμένους
κατὰ
δῶμα
ἑὸν
μνηστῆρας
ἀγαυοὺς
ἐξελάσαι
μεγάροιο
μενοινήσειʼ
ἐνὶ
θυμῷ
,
οὔ
κέν
οἱ
κεχάροιτο
γυνή
,
μάλα
περ
χατέουσα
,
ἐλθόντʼ
,
ἀλλά
κεν
αὐτοῦ
ἀεικέα
πότμον
ἐπίσποι
,
250
εἰ
πλεόνεσσι
μάχοιτο
·
σὺ
δʼ
οὐ
κατὰ
μοῖραν
ἔειπες
.
ἀλλʼ
ἄγε
,
λαοὶ
μὲν
σκίδνασθʼ
ἐπὶ
ἔργα
ἕκαστος
,
τούτῳ
δʼ
ὀτρυνέει
Μέντωρ
ὁδὸν
ἠδʼ
Ἁλιθέρσης
,
οἵ
τέ
οἱ
ἐξ
ἀρχῆς
πατρώιοί
εἰσιν
ἑταῖροι
.
ἀλλʼ
ὀίω
,
καὶ
δηθὰ
καθήμενος
ἀγγελιάων
255
πεύσεται
εἰν
Ἰθάκῃ
,
τελέει
δʼ
ὁδὸν
οὔ
ποτε
ταύτην
.
ὣς
ἄρʼ
ἐφώνησεν
,
λῦσεν
δʼ
ἀγορὴν
αἰψηρήν
.
οἱ
μὲν
ἄρʼ
ἐσκίδναντο
ἑὰ
πρὸς
δώμαθʼ
ἕκαστος
,
μνηστῆρες
δʼ
ἐς
δώματʼ
ἴσαν
θείου
Ὀδυσῆος
.
Τηλέμαχος
δʼ
ἀπάνευθε
κιὼν
ἐπὶ
θῖνα
θαλάσσης
,
260
χεῖρας
νιψάμενος
πολιῆς
ἁλὸς
εὔχετʼ
Ἀθήνῃ
·
κλῦθί
μευ
,
ὃ
χθιζὸς
θεὸς
ἤλυθες
ἡμέτερον
δῶ
καί
μʼ
ἐν
νηὶ
κέλευσας
ἐπʼ
ἠεροειδέα
πόντον
νόστον
πευσόμενον
πατρὸς
δὴν
οἰχομένοιο
ἔρχεσθαι
·
τὰ
δὲ
πάντα
διατρίβουσιν
Ἀχαιοί
,
265
μνηστῆρες
δὲ
μάλιστα
κακῶς
ὑπερηνορέοντες
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
σχεδόθεν
δέ
οἱ
ἦλθεν
Ἀθήνη
,
Μέντορι
εἰδομένη
ἠμὲν
δέμας
ἠδὲ
καὶ
αὐδήν
,
καί
μιν
φωνήσασʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
Τηλέμαχʼ
,
οὐδʼ
ὄπιθεν
κακὸς
ἔσσεαι
οὐδʼ
ἀνοήμων
,
270
εἰ
δή
τοι
σοῦ
πατρὸς
ἐνέστακται
μένος
ἠύ
,
οἷος
κεῖνος
ἔην
τελέσαι
ἔργον
τε
ἔπος
τε
·
οὔ
τοι
ἔπειθʼ
ἁλίη
ὁδὸς
ἔσσεται
οὐδʼ
ἀτέλεστος
.
εἰ
δʼ
οὐ
κείνου
γʼ
ἐσσὶ
γόνος
καὶ
Πηνελοπείης
,
οὐ
σέ
γʼ
ἔπειτα
ἔολπα
τελευτήσειν
,
ἃ
μενοινᾷς
.
275
παῦροι
γάρ
τοι
παῖδες
ὁμοῖοι
πατρὶ
πέλονται
,
οἱ
πλέονες
κακίους
,
παῦροι
δέ
τε
πατρὸς
ἀρείους
.
ἀλλʼ
ἐπεὶ
οὐδʼ
ὄπιθεν
κακὸς
ἔσσεαι
οὐδʼ
ἀνοήμων
,
οὐδέ
σε
πάγχυ
γε
μῆτις
Ὀδυσσῆος
προλέλοιπεν
,
ἐλπωρή
τοι
ἔπειτα
τελευτῆσαι
τάδε
ἔργα
.
280
τῶ
νῦν
μνηστήρων
μὲν
ἔα
βουλήν
τε
νόον
τε
ἀφραδέων
,
ἐπεὶ
οὔ
τι
νοήμονες
οὐδὲ
δίκαιοι
·
οὐδέ
τι
ἴσασιν
θάνατον
καὶ
κῆρα
μέλαιναν
,
ὃς
δή
σφι
σχεδόν
ἐστιν
,
ἐπʼ
ἤματι
πάντας
ὀλέσθαι
.
σοὶ
δʼ
ὁδὸς
οὐκέτι
δηρὸν
ἀπέσσεται
ἣν
σὺ
μενοινᾷς
·
285
τοῖος
γάρ
τοι
ἑταῖρος
ἐγὼ
πατρώιός
εἰμι
,
ὅς
τοι
νῆα
θοὴν
στελέω
καὶ
ἅμʼ
ἕψομαι
αὐτός
.
ἀλλὰ
σὺ
μὲν
πρὸς
δώματʼ
ἰὼν
μνηστῆρσιν
ὁμίλει
,
ὅπλισσόν
τʼ
ἤια
καὶ
ἄγγεσιν
ἄρσον
ἅπαντα
,
οἶνον
ἐν
ἀμφιφορεῦσι
,
καὶ
ἄλφιτα
,
μυελὸν
ἀνδρῶν
,
290
δέρμασιν
ἐν
πυκινοῖσιν
·
ἐγὼ
δʼ
ἀνὰ
δῆμον
ἑταίρους
αἶψʼ
ἐθελοντῆρας
συλλέξομαι
.
εἰσὶ
δὲ
νῆες
πολλαὶ
ἐν
ἀμφιάλῳ
Ἰθάκῃ
,
νέαι
ἠδὲ
παλαιαί
·
τάων
μέν
τοι
ἐγὼν
ἐπιόψομαι
ἥ
τις
ἀρίστη
,
ὦκα
δʼ
ἐφοπλίσσαντες
ἐνήσομεν
εὐρέι
πόντῳ
.
295
ὣς
φάτʼ
Ἀθηναίη
κούρη
Διός
·
οὐδʼ
ἄρʼ
ἔτι
δὴν
Τηλέμαχος
παρέμιμνεν
,
ἐπεὶ
θεοῦ
ἔκλυεν
αὐδήν
.
βῆ
δʼ
ἰέναι
πρὸς
δῶμα
,
φίλον
τετιημένος
ἦτορ
,
εὗρε
δʼ
ἄρα
μνηστῆρας
ἀγήνορας
ἐν
μεγάροισιν
,
αἶγας
ἀνιεμένους
σιάλους
θʼ
εὕοντας
ἐν
αὐλῇ
.
300
Ἀντίνοος
δʼ
ἰθὺς
γελάσας
κίε
Τηλεμάχοιο
,
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρί
,
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
Τηλέμαχʼ
ὑψαγόρη
,
μένος
ἄσχετε
,
μή
τί
τοι
ἄλλο
ἐν
στήθεσσι
κακὸν
μελέτω
ἔργον
τε
ἔπος
τε
,
ἀλλά
μοι
ἐσθιέμεν
καὶ
πινέμεν
,
ὡς
τὸ
πάρος
περ
.
305
ταῦτα
δέ
τοι
μάλα
πάντα
τελευτήσουσιν
Ἀχαιοί
,
νῆα
καὶ
ἐξαίτους
ἐρέτας
,
ἵνα
θᾶσσον
ἵκηαι
ἐς
Πύλον
ἠγαθέην
μετʼ
ἀγαυοῦ
πατρὸς
ἀκουήν
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Ἀντίνοʼ
,
οὔ
πως
ἔστιν
ὑπερφιάλοισι
μεθʼ
ὑμῖν
310
δαίνυσθαί
τʼ
ἀκέοντα
καὶ
εὐφραίνεσθαι
ἕκηλον
.
ἦ
οὐχ
ἅλις
ὡς
τὸ
πάροιθεν
ἐκείρετε
πολλὰ
καὶ
ἐσθλὰ
κτήματʼ
ἐμά
,
μνηστῆρες
,
ἐγὼ
δʼ
ἔτι
νήπιος
ἦα
;
νῦν
δʼ
ὅτε
δὴ
μέγας
εἰμὶ
καὶ
ἄλλων
μῦθον
ἀκούων
πυνθάνομαι
,
καὶ
δή
μοι
ἀέξεται
ἔνδοθι
θυμός
,
315
πειρήσω
,
ὥς
κʼ
ὔμμι
κακὰς
ἐπὶ
κῆρας
ἰήλω
,
ἠὲ
Πύλονδʼ
ἐλθών
,
ἢ
αὐτοῦ
τῷδʼ
ἐνὶ
δήμῳ
.
εἶμι
μέν
,
οὐδʼ
ἁλίη
ὁδὸς
ἔσσεται
ἣν
ἀγορεύω
,
ἔμπορος
·
οὐ
γὰρ
νηὸς
ἐπήβολος
οὐδʼ
ἐρετάων
γίγνομαι
·
ὥς
νύ
που
ὔμμιν
ἐείσατο
κέρδιον
εἶναι
.
320
ἦ
ῥα
,
καὶ
ἐκ
χειρὸς
χεῖρα
σπάσατʼ
Ἀντινόοιο
ῥεῖα
·
μνηστῆρες
δὲ
δόμον
κάτα
δαῖτα
πένοντο
.
οἱ
δʼ
ἐπελώβευον
καὶ
ἐκερτόμεον
ἐπέεσσιν
.
ὧδε
δέ
τις
εἴπεσκε
νέων
ὑπερηνορεόντων
·
ἦ
μάλα
Τηλέμαχος
φόνον
ἡμῖν
μερμηρίζει
.
325
ἤ
τινας
ἐκ
Πύλου
ἄξει
ἀμύντορας
ἠμαθόεντος
ἢ
ὅ
γε
καὶ
Σπάρτηθεν
,
ἐπεί
νύ
περ
ἵεται
αἰνῶς
·
ἠὲ
καὶ
εἰς
Ἐφύρην
ἐθέλει
,
πίειραν
ἄρουραν
,
ἐλθεῖν
,
ὄφρʼ
ἔνθεν
θυμοφθόρα
φάρμακʼ
ἐνείκῃ
,
ἐν
δὲ
βάλῃ
κρητῆρι
καὶ
ἡμέας
πάντας
ὀλέσσῃ
.
330
ἄλλος
δʼ
αὖτʼ
εἴπεσκε
νέων
ὑπερηνορεόντων
·
τίς
δʼ
οἶδʼ
,
εἴ
κε
καὶ
αὐτὸς
ἰὼν
κοίλης
ἐπὶ
νηὸς
τῆλε
φίλων
ἀπόληται
ἀλώμενος
ὥς
περ
Ὀδυσσεύς
;
οὕτω
κεν
καὶ
μᾶλλον
ὀφέλλειεν
πόνον
ἄμμιν
·
κτήματα
γάρ
κεν
πάντα
δασαίμεθα
,
οἰκία
δʼ
αὖτε
335
τούτου
μητέρι
δοῖμεν
ἔχειν
ἠδʼ
ὅς
τις
ὀπυίοι
.
ὣς
φάν
,
ὁ
δʼ
ὑψόροφον
θάλαμον
κατεβήσετο
πατρὸς
εὐρύν
,
ὅθι
νητὸς
χρυσὸς
καὶ
χαλκὸς
ἔκειτο
ἐσθής
τʼ
ἐν
χηλοῖσιν
ἅλις
τʼ
ἐυῶδες
ἔλαιον
·
ἐν
δὲ
πίθοι
οἴνοιο
παλαιοῦ
ἡδυπότοιο
340
ἕστασαν
,
ἄκρητον
θεῖον
ποτὸν
ἐντὸς
ἔχοντες
,
ἑξείης
ποτὶ
τοῖχον
ἀρηρότες
,
εἴ
ποτʼ
Ὀδυσσεὺς
οἴκαδε
νοστήσειε
καὶ
ἄλγεα
πολλὰ
μογήσας
.
κληισταὶ
δʼ
ἔπεσαν
σανίδες
πυκινῶς
ἀραρυῖαι
,
δικλίδες
·
ἐν
δὲ
γυνὴ
ταμίη
νύκτας
τε
καὶ
ἦμαρ
345
ἔσχʼ
,
ἣ
πάντʼ
ἐφύλασσε
νόου
πολυϊδρείῃσιν
,
Εὐρύκλειʼ
,
Ὦπος
θυγάτηρ
Πεισηνορίδαο
.
τὴν
τότε
Τηλέμαχος
προσέφη
θαλαμόνδε
καλέσσας
·
μαῖʼ
,
ἄγε
δή
μοι
οἶνον
ἐν
ἀμφιφορεῦσιν
ἄφυσσον
ἡδύν
,
ὅτις
μετὰ
τὸν
λαρώτατος
ὃν
σὺ
φυλάσσεις
350
κεῖνον
ὀιομένη
τὸν
κάμμορον
,
εἴ
ποθεν
ἔλθοι
διογενὴς
Ὀδυσεὺς
θάνατον
καὶ
κῆρας
ἀλύξας
.
δώδεκα
δʼ
ἔμπλησον
καὶ
πώμασιν
ἄρσον
ἅπαντας
.
ἐν
δέ
μοι
ἄλφιτα
χεῦον
ἐϋρραφέεσσι
δοροῖσιν
·
εἴκοσι
δʼ
ἔστω
μέτρα
μυληφάτου
ἀλφίτου
ἀκτῆς
.
355
αὐτὴ
δʼ
οἴη
ἴσθι
·
τὰ
δʼ
ἁθρόα
πάντα
τετύχθω
·
ἑσπέριος
γὰρ
ἐγὼν
αἱρήσομαι
,
ὁππότε
κεν
δὴ
μήτηρ
εἰς
ὑπερῷ
ʼ
ἀναβῇ
κοίτου
τε
μέδηται
.
εἶμι
γὰρ
ἐς
Σπάρτην
τε
καὶ
ἐς
Πύλον
ἠμαθόεντα
νόστον
πευσόμενος
πατρὸς
φίλου
,
ἤν
που
ἀκούσω
.
360
ὣς
φάτο
,
κώκυσεν
δὲ
φίλη
τροφὸς
Εὐρύκλεια
,
καί
ῥʼ
ὀλοφυρομένη
ἔπεα
πτερόεντα
προσηύδα
·
τίπτε
δέ
τοι
,
φίλε
τέκνον
,
ἐνὶ
φρεσὶ
τοῦτο
νόημα
ἔπλετο
;
πῇ
δʼ
ἐθέλεις
ἰέναι
πολλὴν
ἐπὶ
γαῖαν
μοῦνος
ἐὼν
ἀγαπητός
;
ὁ
δʼ
ὤλετο
τηλόθι
πάτρης
365
διογενὴς
Ὀδυσεὺς
ἀλλογνώτῳ
ἐνὶ
δήμῳ
.
οἱ
δέ
τοι
αὐτίκʼ
ἰόντι
κακὰ
φράσσονται
ὀπίσσω
,
ὥς
κε
δόλῳ
φθίῃς
,
τάδε
δʼ
αὐτοὶ
πάντα
δάσονται
.
ἀλλὰ
μένʼ
αὖθʼ
ἐπὶ
σοῖσι
καθήμενος
·
οὐδέ
τί
σε
χρὴ
πόντον
ἐπʼ
ἀτρύγετον
κακὰ
πάσχειν
οὐδʼ
ἀλάλησθαι
.
370
τὴν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
θάρσει
,
μαῖʼ
,
ἐπεὶ
οὔ
τοι
ἄνευ
θεοῦ
ἥδε
γε
βουλή
.
ἀλλʼ
ὄμοσον
μὴ
μητρὶ
φίλῃ
τάδε
μυθήσασθαι
,
πρίν
γʼ
ὅτʼ
ἂν
ἑνδεκάτη
τε
δυωδεκάτη
τε
γένηται
,
ἢ
αὐτὴν
ποθέσαι
καὶ
ἀφορμηθέντος
ἀκοῦσαι
,
375
ὡς
ἂν
μὴ
κλαίουσα
κατὰ
χρόα
καλὸν
ἰάπτῃ
.
ὣς
ἄρʼ
ἔφη
,
γρῆυς
δὲ
θεῶν
μέγαν
ὅρκον
ἀπώμνυ
.
αὐτὰρ
ἐπεί
ῥʼ
ὄμοσέν
τε
τελεύτησέν
τε
τὸν
ὅρκον
,
αὐτίκʼ
ἔπειτά
οἱ
οἶνον
ἐν
ἀμφιφορεῦσιν
ἄφυσσεν
,
ἐν
δέ
οἱ
ἄλφιτα
χεῦεν
ἐϋρραφέεσσι
δοροῖσι
.
380
Τηλέμαχος
δʼ
ἐς
δώματʼ
ἰὼν
μνηστῆρσιν
ὁμίλει
.
ἔνθʼ
αὖτʼ
ἄλλʼ
ἐνόησε
θεά
,
γλαυκῶπις
Ἀθήνη
.
Τηλεμάχῳ
ἐικυῖα
κατὰ
πτόλιν
ᾤχετο
πάντῃ
,
καί
ῥα
ἑκάστῳ
φωτὶ
παρισταμένη
φάτο
μῦθον
,
ἑσπερίους
δʼ
ἐπὶ
νῆα
θοὴν
ἀγέρεσθαι
ἀνώγει
.
385
ἡ
δʼ
αὖτε
Φρονίοιο
Νοήμονα
φαίδιμον
υἱὸν
ᾔτεε
νῆα
θοήν
·
ὁ
δέ
οἱ
πρόφρων
ὑπέδεκτο
.
δύσετό
τʼ
ἠέλιος
σκιόωντό
τε
πᾶσαι
ἀγυιαί
,
καὶ
τότε
νῆα
θοὴν
ἅλαδʼ
εἴρυσε
,
πάντα
δʼ
ἐν
αὐτῇ
ὅπλʼ
ἐτίθει
,
τά
τε
νῆες
ἐύσσελμοι
φορέουσι
.
390
στῆσε
δʼ
ἐπʼ
ἐσχατιῇ
λιμένος
,
περὶ
δʼ
ἐσθλοὶ
ἑταῖροι
ἁθρόοι
ἠγερέθοντο
·
θεὰ
δʼ
ὤτρυνεν
ἕκαστον
.
ἔνθʼ
αὖτʼ
ἄλλʼ
ἐνόησε
θεά
,
γλαυκῶπις
Ἀθήνη
.
βῆ
ῤʼ
ἰέναι
πρὸς
δώματʼ
Ὀδυσσῆος
θείοιο
·
ἔνθα
μνηστήρεσσιν
ἐπὶ
γλυκὺν
ὕπνον
ἔχευε
,
395
πλάζε
δὲ
πίνοντας
,
χειρῶν
δʼ
ἔκβαλλε
κύπελλα
.
οἱ
δʼ
εὕδειν
ὤρνυντο
κατὰ
πτόλιν
,
οὐδʼ
ἄρʼ
ἔτι
δὴν
ἥατʼ
,
ἐπεί
σφισιν
ὕπνος
ἐπὶ
βλεφάροισιν
ἔπιπτεν
.
αὐτὰρ
Τηλέμαχον
προσέφη
γλαυκῶπις
Ἀθήνη
ἐκπροκαλεσσαμένη
μεγάρων
ἐὺ
ναιεταόντων
,
400
Μέντορι
εἰδομένη
ἠμὲν
δέμας
ἠδὲ
καὶ
αὐδήν
·
Τηλέμαχʼ
,
ἤδη
μέν
τοι
ἐυκνήμιδες
ἑταῖροι
ἥατʼ
ἐπήρετμοι
τὴν
σὴν
ποτιδέγμενοι
ὁρμήν
·
ἀλλʼ
ἴομεν
,
μὴ
δηθὰ
διατρίβωμεν
ὁδοῖο
.
ὣς
ἄρα
φωνήσασʼ
ἡγήσατο
Παλλὰς
Ἀθήνη
405
καρπαλίμως
·
ὁ
δʼ
ἔπειτα
μετʼ
ἴχνια
βαῖνε
θεοῖο
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἐπὶ
νῆα
κατήλυθον
ἠδὲ
θάλασσαν
,
εὗρον
ἔπειτʼ
ἐπὶ
θινὶ
κάρη
κομόωντας
ἑταίρους
.
τοῖσι
δὲ
καὶ
μετέειφʼ
ἱερὴ
ἲς
Τηλεμάχοιο
·
δεῦτε
,
φίλοι
,
ἤια
φερώμεθα
·
πάντα
γὰρ
ἤδη
410
ἁθρόʼ
ἐνὶ
μεγάρῳ
.
μήτηρ
δʼ
ἐμὴ
οὔ
τι
πέπυσται
,
οὐδʼ
ἄλλαι
δμωαί
,
μία
δʼ
οἴη
μῦθον
ἄκουσεν
.
ὣς
ἄρα
φωνήσας
ἡγήσατο
,
τοὶ
δʼ
ἅμʼ
ἕποντο
.
οἱ
δʼ
ἄρα
πάντα
φέροντες
ἐυσσέλμῳ
ἐπὶ
νηὶ
κάτθεσαν
,
ὡς
ἐκέλευσεν
Ὀδυσσῆος
φίλος
υἱός
.
415
ἂν
δʼ
ἄρα
Τηλέμαχος
νηὸς
βαῖνʼ
,
ἦρχε
δʼ
Ἀθήνη
,
νηὶ
δʼ
ἐνὶ
πρυμνῇ
κατʼ
ἄρʼ
ἕζετο
·
ἄγχι
δʼ
ἄρʼ
αὐτῆς
ἕζετο
Τηλέμαχος
.
τοὶ
δὲ
πρυμνήσιʼ
ἔλυσαν
,
ἂν
δὲ
καὶ
αὐτοὶ
βάντες
ἐπὶ
κληῖσι
καθῖζον
.
τοῖσιν
δʼ
ἴκμενον
οὖρον
ἵει
γλαυκῶπις
Ἀθήνη
,
420
ἀκραῆ
Ζέφυρον
,
κελάδοντʼ
ἐπὶ
οἴνοπα
πόντον
.
Τηλέμαχος
δʼ
ἑτάροισιν
ἐποτρύνας
ἐκέλευσεν
ὅπλων
ἅπτεσθαι
·
τοὶ
δʼ
ὀτρύνοντος
ἄκουσαν
.
ἱστὸν
δʼ
εἰλάτινον
κοίλης
ἔντοσθε
μεσόδμης
στῆσαν
ἀείραντες
,
κατὰ
δὲ
προτόνοισιν
ἔδησαν
,
425
ἕλκον
δʼ
ἱστία
λευκὰ
ἐυστρέπτοισι
βοεῦσιν
.
ἔπρησεν
δʼ
ἄνεμος
μέσον
ἱστίον
,
ἀμφὶ
δὲ
κῦμα
στείρῃ
πορφύρεον
μεγάλʼ
ἴαχε
νηὸς
ἰούσης
·
ἡ
δʼ
ἔθεεν
κατὰ
κῦμα
διαπρήσσουσα
κέλευθον
.
δησάμενοι
δʼ
ἄρα
ὅπλα
θοὴν
ἀνὰ
νῆα
μέλαιναν
430
στήσαντο
κρητῆρας
ἐπιστεφέας
οἴνοιο
,
λεῖβον
δʼ
ἀθανάτοισι
θεοῖς
αἰειγενέτῃσιν
,
ἐκ
πάντων
δὲ
μάλιστα
Διὸς
γλαυκώπιδι
κούρῃ
.
παννυχίη
μέν
ῥʼ
ἥ
γε
καὶ
ἠῶ
πεῖρε
κέλευθον
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.