αὐτὰρ
ὁ
ἐν
μεγάρῳ
ὑπελείπετο
δῖος
Ὀδυσσεύς
,
1
μνηστήρεσσι
φόνον
σὺν
Ἀθήνῃ
μερμηρίζων
·
αἶψα
δὲ
Τηλέμαχον
ἔπεα
πτερόεντα
προσηύδα
·
Τηλέμαχε
,
χρὴ
τεύχεʼ
ἀρήϊα
κατθέμεν
εἴσω
πάντα
μάλʼ
·
αὐτὰρ
μνηστῆρας
μαλακοῖς
ἐπέεσσι
5
παρφάσθαι
,
ὅτε
κέν
σε
μεταλλῶσιν
ποθέοντες
·
ἐκ
καπνοῦ
κατέθηκʼ
,
ἐπεὶ
οὐκέτι
τοῖσιν
ἐῴκει
οἷά
ποτε
Τροίηνδε
κιὼν
κατέλειπεν
Ὀδυσσεύς
,
ἀλλὰ
κατῄκισται
,
ὅσσον
πυρὸς
ἵκετʼ
ἀϋτμή
.
πρὸς
δʼ
ἔτι
καὶ
τόδε
μεῖζον
ἐνὶ
φρεσὶν
ἔβαλε
δαίμων
10
μή
πως
οἰνωθέντες
,
ἔριν
στήσαντες
ἐν
ὑμῖν
,
ἀλλήλους
τρώσητε
καταισχύνητέ
τε
δαῖτα
καὶ
μνηστύν
·
αὐτὸς
γὰρ
ἐφέλκεται
ἄνδρα
σίδηρος
.
ὣς
φάτο
,
Τηλέμαχος
δὲ
φίλῳ
ἐπεπείθετο
πατρί
,
ἐκ
δὲ
καλεσσάμενος
προσέφη
τροφὸν
Εὐρύκλειαν
·
15
μαῖʼ
,
ἄγε
δή
μοι
ἔρυξον
ἐνὶ
μεγάροισι
γυναῖκας
,
ὄφρα
κεν
ἐς
θάλαμον
καταθείομαι
ἔντεα
πατρὸς
καλά
,
τά
μοι
κατὰ
οἶκον
ἀκηδέα
καπνὸς
ἀμέρδει
πατρὸς
ἀποιχομένοιο
·
ἐγὼ
δʼ
ἔτι
νήπιος
ἦα
.
νῦν
δʼ
ἐθέλω
καταθέσθαι
,
ἵνʼ
οὐ
πυρὸς
ἵξετʼ
ἀϋτμή
.
20
τὸν
δʼ
αὖτε
προσέειπε
φίλη
τροφὸς
Εὐρύκλεια
·
αἲ
γὰρ
δή
ποτε
,
τέκνον
,
ἐπιφροσύνας
ἀνέλοιο
οἴκου
κήδεσθαι
καὶ
κτήματα
πάντα
φυλάσσειν
.
ἀλλʼ
ἄγε
,
τίς
τοι
ἔπειτα
μετοιχομένη
φάος
οἴσει
;
δμῳὰς
δʼ
οὐκ
εἴας
προβλωσκέμεν
,
αἵ
κεν
ἔφαινον
.
25
τὴν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
ξεῖνος
ὅδʼ
·
οὐ
γὰρ
ἀεργὸν
ἀνέξομαι
ὅς
κεν
ἐμῆς
γε
χοίνικος
ἅπτηται
,
καὶ
τηλόθεν
εἰληλουθώς
.
ὣς
ἄρʼ
ἐφώνησεν
,
τῇ
δʼ
ἄπτερος
ἔπλετο
μῦθος
.
κλήϊσεν
δὲ
θύρας
μεγάρων
εὖ
ναιεταόντων
.
30
τὼ
δʼ
ἄρʼ
ἀναΐξαντʼ
Ὀδυσεὺς
καὶ
φαίδιμος
υἱὸς
ἐσφόρεον
κόρυθάς
τε
καὶ
ἀσπίδας
ὀμφαλοέσσας
ἔγχεά
τʼ
ὀξυόεντα
·
πάροιθε
δὲ
Παλλὰς
Ἀθήνη
,
χρύσεον
λύχνον
ἔχουσα
,
φάος
περικαλλὲς
ἐποίει
.
δὴ
τότε
Τηλέμαχος
προσεφώνεεν
ὃν
πατέρʼ
αἶψα
·
35
ὦ
πάτερ
,
ἦ
μέγα
θαῦμα
τόδʼ
ὀφθαλμοῖσιν
ὁρῶμαι
.
ἔμπης
μοι
τοῖχοι
μεγάρων
καλαί
τε
μεσόδμαι
,
εἰλάτιναί
τε
δοκοί
,
καὶ
κίονες
ὑψόσʼ
ἔχοντες
φαίνοντʼ
ὀφθαλμοῖς
ὡς
εἰ
πυρὸς
αἰθομένοιο
.
ἦ
μάλα
τις
θεὸς
ἔνδον
,
οἳ
οὐρανὸν
εὐρὺν
ἔχουσι
.
40
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
σίγα
καὶ
κατὰ
σὸν
νόον
ἴσχανε
μηδʼ
ἐρέεινε
·
αὕτη
τοι
δίκη
ἐστὶ
θεῶν
,
οἳ
Ὄλυμπον
ἔχουσιν
.
ἀλλὰ
σὺ
μὲν
κατάλεξαι
,
ἐγὼ
δʼ
ὑπολείψομαι
αὐτοῦ
,
ὄφρα
κʼ
ἔτι
δμῳὰς
καὶ
μητέρα
σὴν
ἐρεθίζω
·
45
ἡ
δέ
μʼ
ὀδυρομένη
εἰρήσεται
ἀμφὶς
ἕκαστα
.
ὣς
φάτο
,
Τηλέμαχος
δὲ
διὲκ
μεγάροιο
βεβήκει
κείων
ἐς
θάλαμον
,
δαΐδων
ὕπο
λαμπομενάων
,
ἔνθα
πάρος
κοιμᾶθʼ
,
ὅτε
μιν
γλυκὺς
ὕπνος
ἱκάνοι
·
ἔνθʼ
ἄρα
καὶ
τότʼ
ἔλεκτο
καὶ
Ἠῶ
δῖαν
ἔμιμνεν
.
50
αὐτὰρ
ὁ
ἐν
μεγάρῳ
ὑπελείπετο
δῖος
Ὀδυσσεύς
,
μνηστήρεσσι
φόνον
σὺν
Ἀθήνῃ
μερμηρίζων
.
ἡ
δʼ
ἴεν
ἐκ
θαλάμοιο
περίφρων
Πηνελόπεια
,
Ἀρτέμιδι
ἰκέλη
ἠὲ
χρυσέῃ
Ἀφροδίτῃ
.
τῇ
παρὰ
μὲν
κλισίην
πυρὶ
κάτθεσαν
,
ἔνθʼ
ἄρʼ
ἐφῖζε
,
55
δινωτὴν
ἐλέφαντι
καὶ
ἀργύρῳ
·
ἥν
ποτε
τέκτων
ποίησʼ
Ἰκμάλιος
,
καὶ
ὑπὸ
θρῆνυν
ποσὶν
ἧκε
προσφυέʼ
ἐξ
αὐτῆς
,
ὅθʼ
ἐπὶ
μέγα
βάλλετο
κῶας
.
ἔνθα
καθέζετʼ
ἔπειτα
περίφρων
Πηνελόπεια
.
ἦλθον
δὲ
δμῳαὶ
λευκώλενοι
ἐκ
μεγάροιο
.
60
αἱ
δʼ
ἀπὸ
μὲν
σῖτον
πολὺν
ᾕρεον
ἠδὲ
τραπέζας
καὶ
δέπα
,
ἔνθεν
ἄρʼ
ἄνδρες
ὑπερμενέοντες
ἔπινον
·
πῦρ
δʼ
ἀπὸ
λαμπτήρων
χαμάδις
βάλον
,
ἄλλα
δʼ
ἐπʼ
αὐτῶν
νήησαν
ξύλα
πολλά
,
φόως
ἔμεν
ἠδὲ
θέρεσθαι
.
ἡ
δʼ
Ὀδυσῆʼ
ἐνένιπε
Μελανθὼ
δεύτερον
αὖτις
·
65
ξεῖνʼ
,
ἔτι
καὶ
νῦν
ἐνθάδʼ
ἀνιήσεις
διὰ
νύκτα
δινεύων
κατὰ
οἶκον
,
ὀπιπεύσεις
δὲ
γυναῖκας
;
ἀλλʼ
ἔξελθε
θύραζε
,
τάλαν
,
καὶ
δαιτὸς
ὄνησο
·
ἢ
τάχα
καὶ
δαλῷ
βεβλημένος
εἶσθα
θύραζε
.
τὴν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
70
δαιμονίη
,
τί
μοι
ὧδʼ
ἐπέχεις
κεκοτηότι
θυμῷ
;
ἦ
ὅτι
δὴ
ῥυπόω
,
κακὰ
δὲ
χροῒ
εἵματα
εἷμαι
,
πτωχεύω
δʼ
ἀνὰ
δῆμον
;
ἀναγκαίη
γὰρ
ἐπείγει
.
τοιοῦτοι
πτωχοὶ
καὶ
ἀλήμονες
ἄνδρες
ἔασι
καὶ
γὰρ
ἐγώ
ποτε
οἶκον
ἐν
ἀνθρώποισιν
ἔναιον
75
ὄλβιος
ἀφνειὸν
καὶ
πολλάκι
δόσκον
ἀλήτῃ
,
τοίῳ
ὁποῖος
ἔοι
καὶ
ὅτευ
κεχρημένος
ἔλθοι
·
ἦσαν
δὲ
δμῶες
μάλα
μυρίοι
,
ἄλλα
τε
πολλὰ
οἷσίν
τʼ
εὖ
ζώουσι
καὶ
ἀφνειοὶ
καλέονται
.
ἀλλὰ
Ζεὺς
ἀλάπαξε
Κρονίων
·
ἤθελε
γάρ
που
·
80
τῷ
νῦν
μήποτε
καὶ
σύ
,
γύναι
,
ἀπὸ
πᾶσαν
ὀλέσσῃς
ἀγλαΐην
,
τῇ
νῦν
γε
μετὰ
δμῳῇσι
κέκασσαι
·
μή
πώς
τοι
δέσποινα
κοτεσσαμένη
χαλεπήνῃ
,
ἢ
Ὀδυσεὺς
ἔλθῃ
·
ἔτι
γὰρ
καὶ
ἐλπίδος
αἶσα
.
εἰ
δʼ
ὁ
μὲν
ὣς
ἀπόλωλε
καὶ
οὐκέτι
νόστιμός
ἐστιν
,
85
ἀλλʼ
ἤδη
παῖς
τοῖος
Ἀπόλλωνός
γε
ἕκητι
,
Τηλέμαχος
·
τὸν
δʼ
οὔ
τις
ἐνὶ
μεγάροισι
γυναικῶν
λήθει
ἀτασθάλλουσʼ
,
ἐπεὶ
οὐκέτι
τηλίκος
ἐστίν
.
ὣς
φάτο
,
τοῦ
δʼ
ἤκουσε
περίφρων
Πηνελόπεια
,
ἀμφίπολον
δʼ
ἐνένιπεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
90
πάντως
,
θαρσαλέη
,
κύον
ἀδεές
,
οὔ
τί
με
λήθεις
ἔρδουσα
μέγα
ἔργον
,
ὃ
σῇ
κεφαλῇ
ἀναμάξεις
·
πάντα
γὰρ
εὖ
ᾔδησθʼ
,
ἐπεὶ
ἐξ
ἐμεῦ
ἔκλυες
αὐτῆς
ὡς
τὸν
ξεῖνον
ἔμελλον
ἐνὶ
μεγάροισιν
ἐμοῖσιν
ἀμφὶ
πόσει
εἴρεσθαι
,
ἐπεὶ
πυκινῶς
ἀκάχημαι
.
95
ἦ
ῥα
καὶ
Εὐρυνόμην
ταμίην
πρὸς
μῦθον
ἔειπεν
·
Εὐρυνόμη
,
φέρε
δὴ
δίφρον
καὶ
κῶας
ἐπʼ
αὐτοῦ
,
ὄφρα
καθεζόμενος
εἴπῃ
ἔπος
ἠδʼ
ἐπακούσῃ
ὁ
ξεῖνος
ἐμέθεν
·
ἐθέλω
δέ
μιν
ἐξερέεσθαι
.
ὣς
ἔφαθʼ
,
ἡ
δὲ
μάλʼ
ὀτραλέως
κατέθηκε
φέρουσα
100
δίφρον
ἐΰξεστον
καὶ
ἐπʼ
αὐτῷ
κῶας
ἔβαλλεν
·
ἔνθα
καθέζετʼ
ἔπειτα
πολύτλας
δῖος
Ὀδυσσεύς
.
τοῖσι
δὲ
μύθων
ἦρχε
περίφρων
Πηνελόπεια
·
ξεῖνε
,
τὸ
μέν
σε
πρῶτον
ἐγὼν
εἰρήσομαι
αὐτή
·
τίς
πόθεν
εἶς
ἀνδρῶν
;
πόθι
τοι
πόλις
ἠδὲ
τοκῆες
;
105
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
γύναι
,
οὐκ
ἄν
τίς
σε
βροτῶν
ἐπʼ
ἀπείρονα
γαῖαν
νεικέοι
·
ἦ
γάρ
σευ
κλέος
οὐρανὸν
εὐρὺν
ἱκάνει
,
ὥς
τέ
τευ
ἢ
βασιλῆος
ἀμύμονος
,
ὅς
τε
θεουδὴς
ἀνδράσιν
ἐν
πολλοῖσι
καὶ
ἰφθίμοισιν
ἀνάσσων
110
εὐδικίας
ἀνέχῃσι
,
φέρῃσι
δὲ
γαῖα
μέλαινα
πυροὺς
καὶ
κριθάς
,
βρίθῃσι
δὲ
δένδρεα
καρπῷ
,
τίκτῃ
δʼ
ἔμπεδα
μῆλα
,
θάλασσα
δὲ
παρέχῃ
ἰχθῦς
ἐξ
εὐηγεσίης
,
ἀρετῶσι
δὲ
λαοὶ
ὑπʼ
αὐτοῦ
.
τῷ
ἐμὲ
νῦν
τὰ
μὲν
ἄλλα
μετάλλα
σῷ
ἐνὶ
οἴκῳ
,
115
μηδʼ
ἐμὸν
ἐξερέεινε
γένος
καὶ
πατρίδα
γαῖαν
,
μή
μοι
μᾶλλον
θυμὸν
ἐνιπλήσῃς
ὀδυνάων
μνησαμένῳ
μάλα
δʼ
εἰμὶ
πολύστονος
·
οὐδέ
τί
με
χρὴ
οἴκῳ
ἐν
ἀλλοτρίῳ
γοόωντά
τε
μυρόμενόν
τε
ἧσθαι
,
ἐπεὶ
κάκιον
πενθήμεναι
ἄκριτον
αἰεί
·
120
μή
τίς
μοι
δμῳῶν
νεμεσήσεται
,
ἠὲ
σύ
γʼ
αὐτή
,
φῇ
δὲ
δακρυπλώειν
βεβαρηότα
με
φρένας
οἴνῳ
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
περίφρων
Πηνελόπεια
·
ξεῖνʼ
,
ἦ
τοι
μὲν
ἐμὴν
ἀρετὴν
εἶδός
τε
δέμας
τε
ὤλεσαν
ἀθάνατοι
,
ὅτε
Ἴλιον
εἰσανέβαινον
125
Ἀργεῖοι
,
μετὰ
τοῖσι
δʼ
ἐμὸς
πόσις
ᾖεν
Ὀδυσσεύς
εἰ
κεῖνός
γʼ
ἐλθὼν
τὸν
ἐμὸν
βίον
ἀμφιπολεύοι
,
μεῖζον
κε
κλέος
εἴη
ἐμὸν
καὶ
κάλλιον
οὕτως
.
νῦν
δʼ
ἄχομαι
·
τόσα
γάρ
μοι
ἐπέσσευεν
κακὰ
δαίμων
.
ὅσσοι
γὰρ
νήσοισιν
ἐπικρατέουσιν
ἄριστοι
,
130
Δουλιχίῳ
τε
Σάμῃ
τε
καὶ
ὑλήεντι
Ζακύνθῳ
,
οἵ
τʼ
αὐτὴν
Ἰθάκην
εὐδείελον
ἀμφινέμονται
,
οἵ
μʼ
ἀεκαζομένην
μνῶνται
,
τρύχουσι
δὲ
οἶκον
.
τῷ
οὔτε
ξείνων
ἐμπάξομαι
οὔθʼ
ἱκετάων
οὔτε
τι
κηρύκων
,
οἳ
δημιοεργοὶ
ἔασιν
·
135
ἀλλʼ
Ὀδυσῆ
ποθέουσα
φίλον
κατατήκομαι
ἦτορ
.
οἱ
δὲ
γάμον
σπεύδουσιν
·
ἐγὼ
δὲ
δόλους
τολυπεύω
.
φᾶρος
μέν
μοι
πρῶτον
ἐνέπνευσε
φρεσὶ
δαίμων
,
στησαμένῃ
μέγαν
ἱστόν
,
ἐνὶ
μεγάροισιν
ὑφαίνειν
,
λεπτὸν
καὶ
περίμετρον
·
ἄφαρ
δʼ
αὐτοῖς
μετέειπον
·
140
κοῦροι
,
ἐμοὶ
μνηστῆρες
,
ἐπεὶ
θάνε
δῖος
Ὀδυσσεύς
,
μίμνετʼ
ἐπειγόμενοι
τὸν
ἐμὸν
γάμον
,
εἰς
ὅ
κε
φᾶρος
ἐκτελέσω
—μή
μοι
μεταμώνια
νήματʼ
ὄληται
—
Λαέρτῃ
ἥρωϊ
ταφήϊον
,
εἰς
ὅτε
κέν
μιν
μοῖρʼ
ὀλοὴ
καθέλῃσι
τανηλεγέος
θανάτοιο
·
145
μή
τίς
μοι
κατὰ
δῆμον
Ἀχαιϊάδων
νεμεσήσῃ
,
αἴ
κεν
ἄτερ
σπείρου
κεῖται
πολλὰ
κτεατίσσας
.
ὣς
ἐφάμην
,
τοῖσιν
δʼ
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ
.
ἔνθα
καὶ
ἠματίη
μὲν
ὑφαίνεσκον
μέγαν
ἱστόν
,
νύκτας
δʼ
ἀλλύεσκον
,
ἐπεὶ
δαΐδας
παραθείμην
.
150
ὣς
τρίετες
μὲν
ἔληθον
ἐγὼ
καὶ
ἔπειθον
Ἀχαιούς
·
ἀλλʼ
ὅτε
τέτρατον
ἦλθεν
ἔτος
καὶ
ἐπήλυθον
ὧραι
,
μηνῶν
φθινόντων
,
περὶ
δʼ
ἤματα
πόλλʼ
ἐτελέσθη
,
καὶ
τότε
δή
με
διὰ
δμῳάς
,
κύνας
οὐκ
ἀλεγούσας
,
εἷλον
ἐπελθόντες
καὶ
ὁμόκλησαν
ἐπέεσσιν
.
155
ὣς
τὸ
μὲν
ἐξετέλεσσα
,
καὶ
οὐκ
ἐθέλουσʼ
,
ὑπʼ
ἀνάγκης
·
νῦν
δʼ
οὔτʼ
ἐκφυγέειν
δύναμαι
γάμον
οὔτε
τινʼ
ἄλλην
μῆτιν
ἔθʼ
εὑρίσκω
·
μάλα
δʼ
ὀτρύνουσι
τοκῆες
γήμασθʼ
,
ἀσχαλάᾳ
δὲ
πάϊς
βίοτον
κατεδόντων
,
γιγνώσκων
·
ἤδη
γὰρ
ἀνὴρ
οἶός
τε
μάλιστα
160
οἴκου
κήδεσθαι
,
τῷ
τε
Ζεὺς
κῦδος
ὀπάζει
.
ἀλλὰ
καὶ
ὥς
μοι
εἰπὲ
τεὸν
γένος
,
ὁππόθεν
ἐσσί
.
οὐ
γὰρ
ἀπὸ
δρυός
ἐσσι
παλαιφάτου
οὐδʼ
ἀπὸ
πέτρης
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
γύναι
αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
165
οὐκέτʼ
ἀπολλήξεις
τὸν
ἐμὸν
γόνον
ἐξερέουσα
;
ἀλλʼ
ἔκ
τοι
ἐρέω
·
ἦ
μέν
μʼ
ἀχέεσσί
γε
δώσεις
πλείοσιν
ἢ
ἔχομαι
·
ἡ
γὰρ
δίκη
,
ὁππότε
πάτρης
ἧς
ἀπέῃσιν
ἀνὴρ
τόσσον
χρόνον
ὅσσον
ἐγὼ
νῦν
,
πολλὰ
βροτῶν
ἐπὶ
ἄστεʼ
ἀλώμενος
,
ἄλγεα
πάσχων
·
170
ἀλλὰ
καὶ
ὣς
ἐρέω
ὅ
μʼ
ἀνείρεαι
ἠδὲ
μεταλλᾷς
.
Κρήτη
τις
γαῖʼ
ἔστι
,
μέσῳ
ἐνὶ
οἴνοπι
πόντῳ
,
καλὴ
καὶ
πίειρα
,
περίρρυτος
·
ἐν
δʼ
ἄνθρωποι
πολλοί
,
ἀπειρέσιοι
,
καὶ
ἐννήκοντα
πόληες
.
ἄλλη
δʼ
ἄλλων
γλῶσσα
μεμιγμένη
·
ἐν
μὲν
Ἀχαιοί
,
175
ἐν
δʼ
Ἐτεόκρητες
μεγαλήτορες
,
ἐν
δὲ
Κύδωνες
,
Δωριέες
τε
τριχάϊκες
δῖοί
τε
Πελασγοί
.
τῇσι
δʼ
ἐνὶ
Κνωσός
,
μεγάλη
πόλις
,
ἔνθα
τε
Μίνως
ἐννέωρος
βασίλευε
Διὸς
μεγάλου
ὀαριστής
,
πατρὸς
ἐμοῖο
πατήρ
,
μεγαθύμου
Δευκαλίωνος
180
Δευκαλίων
δʼ
ἐμὲ
τίκτε
καὶ
Ἰδομενῆα
ἄνακτα
·
ἀλλʼ
ὁ
μὲν
ἐν
νήεσσι
κορωνίσιν
Ἴλιον
ἴσω
ᾤχεθʼ
ἅμʼ
Ἀτρείδῃσιν
,
ἐμοὶ
δʼ
ὄνομα
κλυτὸν
Αἴθων
,
ὁπλότερος
γενεῇ
·
ὁ
δʼ
ἄρα
πρότερος
καὶ
ἀρείων
.
ἔνθʼ
Ὀδυσῆα
ἐγὼν
ἰδόμην
καὶ
ξείνια
δῶκα
.
185
καὶ
γὰρ
τὸν
Κρήτηνδε
κατήγαγεν
ἲς
ἀνέμοιο
,
ἱέμενον
Τροίηνδε
παραπλάγξασα
Μαλειῶν
·
στῆσε
δʼ
ἐν
Ἀμνισῷ
,
ὅθι
τε
σπέος
Εἰλειθυίης
,
ἐν
λιμέσιν
χαλεποῖσι
,
μόγις
δʼ
ὑπάλυξεν
ἀέλλας
.
αὐτίκα
δʼ
Ἰδομενῆα
μετάλλα
ἄστυδʼ
ἀνελθών
·
190
ξεῖνον
γάρ
οἱ
ἔφασκε
φίλον
τʼ
ἔμεν
αἰδοῖόν
τε
.
τῷ
δʼ
ἤδη
δεκάτη
ἢ
ἑνδεκάτη
πέλεν
ἠὼς
οἰχομένῳ
σὺν
νηυσὶ
κορωνίσιν
Ἴλιον
εἴσω
.
τὸν
μὲν
ἐγὼ
πρὸς
δώματʼ
ἄγων
ἐῢ
ἐξείνισσα
,
ἐνδυκέως
φιλέων
,
πολλῶν
κατὰ
οἶκον
ἐόντων
·
195
καί
οἱ
τοῖς
ἄλλοις
ἑτάροις
,
οἳ
ἅμʼ
αὐτῷ
ἕποντο
,
δημόθεν
ἄλφιτα
δῶκα
καὶ
αἴθοπα
οἶνον
ἀγείρας
καὶ
βοῦς
ἱρεύσασθαι
,
ἵνα
πλησαίατο
θυμόν
.
ἔνθα
δυώδεκα
μὲν
μένον
ἤματα
δῖοι
Ἀχαιοί
·
εἴλει
γὰρ
Βορέης
ἄνεμος
μέγας
οὐδʼ
ἐπὶ
γαίῃ
200
εἴα
ἵστασθαι
,
χαλεπὸς
δέ
τις
ὤρορε
δαίμων
.
τῇ
τρισκαιδεκάτῃ
δʼ
ἄνεμος
πέσε
,
τοὶ
δʼ
ἀνάγοντο
.
ἴσκε
ψεύδεα
πολλὰ
λέγων
ἐτύμοισιν
ὁμοῖα
·
τῆς
δʼ
ἄρʼ
ἀκουούσης
ῥέε
δάκρυα
,
τήκετο
δὲ
χρώς
·
ὡς
δὲ
χιὼν
κατατήκετʼ
ἐν
ἀκροπόλοισιν
ὄρεσσιν
,
205
ἥν
τʼ
Εὖρος
κατέτηξεν
,
ἐπὴν
Ζέφυρος
καταχεύῃ
·
τηκομένης
δʼ
ἄρα
τῆς
ποταμοὶ
πλήθουσι
ῥέοντες
·
ὣς
τῆς
τήκετο
καλὰ
παρήϊα
δάκρυ
χεούσης
,
κλαιούσης
ἑὸν
ἄνδρα
παρήμενον
.
αὐτὰρ
Ὀδυσσεὺς
θυμῷ
μὲν
γοόωσαν
ἑὴν
ἐλέαιρε
γυναῖκα
,
210
ὀφθαλμοὶ
δʼ
ὡς
εἰ
κέρα
ἕστασαν
ἠὲ
σίδηρος
ἀτρέμας
ἐν
βλεφάροισι
·
δόλῳ
δʼ
ὅ
γε
δάκρυα
κεῦθεν
.
ἡ
δʼ
ἐπεὶ
οὖν
τάρφθη
πολυδακρύτοιο
γόοιο
,
ἐξαῦτίς
μιν
ἔπεσσιν
ἀμειβομένη
προσέειπε
·
νῦν
μὲν
δή
σευ
,
ξεῖνέ
γʼ
,
ὀΐω
πειρήσεσθαι
,
215
εἰ
ἐτεὸν
δὴ
κεῖθι
σὺν
ἀντιθέοις
ἑτάροισι
ξείνισας
ἐν
μεγάροισιν
ἐμὸν
πόσιν
,
ὡς
ἀγορεύεις
.
εἰπέ
μοι
ὁπποῖʼ
ἄσσα
περὶ
χροῒ
εἵματα
ἕστο
,
αὐτός
θʼ
οἷος
ἔην
,
καὶ
ἑταίρους
,
οἵ
οἱ
ἕποντο
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
220
ὦ
γύναι
,
ἀργαλέον
τόσσον
χρόνον
ἀμφὶς
ἐόντα
εἰπέμεν
·
ἤδη
γάρ
οἱ
ἐεικοστὸν
ἔτος
ἐστὶν
ἐξ
οὗ
κεῖθεν
ἔβη
καὶ
ἐμῆς
ἀπελήλυθε
πάτρης
·
αὐτάρ
τοι
ἐρέω
ὥς
μοι
ἰνδάλλεται
ἦτορ
.
χλαῖναν
πορφυρέην
οὔλην
ἔχε
δῖος
Ὀδυσσεύς
,
225
διπλῆν
·
αὐτάρ
οἱ
περόνη
χρυσοῖο
τέτυκτο
αὐλοῖσιν
διδύμοισι
·
πάροιθε
δὲ
δαίδαλον
ἦεν
·
ἐν
προτέροισι
πόδεσσι
κύων
ἔχε
ποικίλον
ἐλλόν
,
ἀσπαίροντα
λάων
·
τὸ
δὲ
θαυμάζεσκον
ἅπαντες
,
ὡς
οἱ
χρύσεοι
ἐόντες
ὁ
μὲν
λάε
νεβρὸν
ἀπάγχων
,
230
αὐτὰρ
ὁ
ἐκφυγέειν
μεμαὼς
ἤσπαιρε
πόδεσσι
.
τὸν
δὲ
χιτῶνʼ
ἐνόησα
περὶ
χροῒ
σιγαλόεντα
,
οἷόν
τε
κρομύοιο
λοπὸν
κάτα
ἰσχαλέοιο
·
τὼς
μὲν
ἔην
μαλακός
,
λαμπρὸς
δʼ
ἦν
ἠέλιος
ὥς
·
ἦ
μὲν
πολλαί
γʼ
αὐτὸν
ἐθηήσαντο
γυναῖκες
.
235
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
οὐκ
οἶδʼ
ἢ
τάδε
ἕστο
περὶ
χροῒ
οἴκοθʼ
Ὀδυσσεύς
,
ἦ
τις
ἑταίρων
δῶκε
θοῆς
ἐπὶ
νηὸς
ἰόντι
,
ἤ
τίς
που
καὶ
ξεῖνος
,
ἐπεὶ
πολλοῖσιν
Ὀδυσσεὺς
ἔσκε
φίλος
·
παῦροι
γὰρ
Ἀχαιῶν
ἦσαν
ὁμοῖοι
.
240
καί
οἱ
ἐγὼ
χάλκειον
ἄορ
καὶ
δίπλακα
δῶκα
καλὴν
πορφυρέην
καὶ
τερμιόεντα
χιτῶνα
,
αἰδοίως
δʼ
ἀπέπεμπον
ἐϋσσέλμου
ἐπὶ
νηός
.
καὶ
μέν
οἱ
κῆρυξ
ὀλίγον
προγενέστερος
αὐτοῦ
εἵπετο
·
καὶ
τόν
τοι
μυθήσομαι
,
οἷος
ἔην
περ
.
245
γυρὸς
ἐν
ὤμοισιν
,
μελανόχροος
,
οὐλοκάρηνος
,
Εὐρυβάτης
δʼ
ὄνομʼ
ἔσκε
·
τίεν
δέ
μιν
ἔξοχον
ἄλλων
ὧν
ἑτάρων
Ὀδυσεύς
,
ὅτι
οἱ
φρεσὶν
ἄρτια
ᾔδη
.
ὣς
φάτο
,
τῇ
δʼ
ἔτι
μᾶλλον
ὑφʼ
ἵμερον
ὦρσε
γόοιο
,
σήματʼ
ἀναγνούσῃ
τά
οἱ
ἔμπεδα
πέφραδʼ
Ὀδυσσεύς
.
250
ἡ
δʼ
ἐπεὶ
οὖν
τάρφθη
πολυδακρύτοιο
γόοιο
.
καὶ
τότε
μιν
μύθοισιν
ἀμειβομένη
προσέειπε
·
νῦν
μὲν
δή
μοι
,
ξεῖνε
,
πάρος
περ
ἐὼν
ἐλεεινός
,
ἐν
μεγάροισιν
ἐμοῖσι
φίλος
τʼ
ἔσῃ
αἰδοῖός
τε
·
αὐτὴ
γὰρ
τάδε
εἵματʼ
ἐγὼ
πόρον
,
οἷʼ
ἀγορεύεις
,
255
πτύξασʼ
ἐκ
θαλάμου
,
περόνην
τʼ
ἐπέθηκα
φαεινὴν
κείνῳ
ἄγαλμʼ
ἔμεναι
·
τὸν
δʼ
οὐχ
ὑποδέξομαι
αὖτις
οἴκαδε
νοστήσαντα
φίλην
ἐς
πατρίδα
γαῖαν
.
τῷ
ῥα
κακῇ
αἴσῃ
κοίλης
ἐπὶ
νηὸς
Ὀδυσσεὺς
ᾤχετʼ
ἐποψόμενος
Κακοΐλιον
οὐκ
ὀνομαστήν
.
260
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
γύναι
αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
μηκέτι
νῦν
χρόα
καλὸν
ἐναίρεο
,
μηδέ
τι
θυμὸν
τῆκε
,
πόσιν
γοόωσα
.
νεμεσσῶμαί
γε
μὲν
οὐδέν
·
καὶ
γάρ
τίς
τʼ
ἀλλοῖον
ὀδύρεται
ἄνδρʼ
ὀλέσασα
265
κουρίδιον
,
τῷ
τέκνα
τέκῃ
φιλότητι
μιγεῖσα
,
ἢ
Ὀδυσῆʼ
,
ὅν
φασι
θεοῖς
ἐναλίγκιον
εἶναι
.
ἀλλὰ
γόου
μὲν
παῦσαι
,
ἐμεῖο
δὲ
σύνθεο
μῦθον
·
νημερτέως
γάρ
τοι
μυθήσομαι
οὐδʼ
ἐπικεύσω
ὡς
ἤδη
Ὀδυσῆος
ἐγὼ
περὶ
νόστου
ἄκουσα
270
ἀγχοῦ
,
Θεσπρωτῶν
ἀνδρῶν
ἐν
πίονι
δήμῳ
,
ζωοῦ
·
αὐτὰρ
ἄγει
κειμήλια
πολλὰ
καὶ
ἐσθλὰ
αἰτίζων
ἀνὰ
δῆμον
.
ἀτὰρ
ἐρίηρας
ἑταίρους
ὤλεσε
καὶ
νῆα
γλαφυρὴν
ἐνὶ
οἴνοπι
πόντῳ
,
Θρινακίης
ἄπο
νήσου
ἰών
·
ὀδύσαντο
γὰρ
αὐτῷ
275
Ζεύς
τε
καὶ
Ἠέλιος
·
τοῦ
γὰρ
βόας
ἔκταν
ἑταῖροι
.
οἱ
μὲν
πάντες
ὄλοντο
πολυκλύστῳ
ἐνὶ
πόντῳ
·
τὸν
δʼ
ἄρʼ
ἐπὶ
τρόπιος
νεὸς
ἔκβαλε
κῦμʼ
ἐπὶ
χέρσου
,
Φαιήκων
ἐς
γαῖαν
,
οἳ
ἀγχίθεοι
γεγάασιν
,
οἳ
δή
μιν
περὶ
κῆρι
θεὸν
ὣς
τιμήσαντο
280
καί
οἱ
πολλὰ
δόσαν
πέμπειν
τέ
μιν
ἤθελον
αὐτοὶ
οἴκαδʼ
ἀπήμαντον
.
καί
κεν
πάλαι
ἐνθάδʼ
Ὀδυσσεὺς
ἤην
·
ἀλλʼ
ἄρα
οἱ
τό
γε
κέρδιον
εἴσατο
θυμῷ
,
χρήματʼ
ἀγυρτάζειν
πολλὴν
ἐπὶ
γαῖαν
ἰόντι
·
ὣς
περὶ
κέρδεα
πολλὰ
καταθνητῶν
ἀνθρώπων
285
οἶδʼ
Ὀδυσεύς
,
οὐδʼ
ἄν
τις
ἐρίσσειε
βροτὸς
ἄλλος
.
ὥς
μοι
Θεσπρωτῶν
βασιλεὺς
μυθήσατο
Φείδων
·
ὤμνυε
δὲ
πρὸς
ἔμʼ
αὐτόν
,
ἀποσπένδων
ἐνὶ
οἴκῳ
,
νῆα
κατειρύσθαι
καὶ
ἐπαρτέας
ἔμμεν
ἑταίρους
,
οἳ
δή
μιν
πέμψουσι
φίλην
ἐς
πατρίδα
γαῖαν
.
290
ἀλλʼ
ἐμὲ
πρὶν
ἀπέπεμψε
·
τύχησε
γὰρ
ἐρχομένη
νηῦς
ἀνδρῶν
Θεσπρωτῶν
ἐς
Δουλίχιον
πολύπυρον
.
καί
μοι
κτήματʼ
ἔδειξεν
,
ὅσα
ξυναγείρατʼ
Ὀδυσσεύς
·
καί
νύ
κεν
ἐς
δεκάτην
γενεὴν
ἕτερόν
γʼ
ἔτι
βόσκοι
,
ὅσσα
οἱ
ἐν
μεγάροις
κειμήλια
κεῖτο
ἄνακτος
.
295
τὸν
δʼ
ἐς
Δωδώνην
φάτο
βήμεναι
,
ὄφρα
θεοῖο
ἐκ
δρυὸς
ὑψικόμοιο
Διὸς
βουλὴν
ἐπακούσαι
,
ὅππως
νοστήσειε
φίλην
ἐς
πατρίδα
γαῖαν
ἤδη
δὴν
ἀπεών
,
ἤ
ἀμφαδὸν
ἦε
κρυφηδόν
.
ὣς
ὁ
μὲν
οὕτως
ἐστὶ
σόος
καὶ
ἐλεύσεται
ἤδη
300
ἄγχι
μάλʼ
,
οὐδʼ
ἔτι
τῆλε
φίλων
καὶ
πατρίδος
αἴης
δηρὸν
ἀπεσσεῖται
·
ἔμπης
δέ
τοι
ὅρκια
δώσω
.
ἴστω
νῦν
Ζεὺς
πρῶτα
,
θεῶν
ὕπατος
καὶ
ἄριστος
,
ἱστίη
τʼ
Ὀδυσῆος
ἀμύμονος
,
ἣν
ἀφικάνω
·
ἦ
μέν
τοι
τάδε
πάντα
τελείεται
ὡς
ἀγορεύω
.
305
τοῦδʼ
αὐτοῦ
λυκάβαντος
ἐλεύσεται
ἐνθάδʼ
Ὀδυσσεύς
,
τοῦ
μὲν
φθίνοντος
μηνός
,
τοῦ
δʼ
ἱσταμένοιο
.
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Πηνελόπεια
·
αἲ
γὰρ
τοῦτο
,
ξεῖνε
,
ἔπος
τετελεσμένον
εἴη
·
τῷ
κε
τάχα
γνοίης
φιλότητά
τε
πολλά
τε
δῶρα
310
ἐξ
ἐμεῦ
,
ὡς
ἄν
τίς
σε
συναντόμενος
μακαρίζοι
.
ἀλλά
μοι
ὧδʼ
ἀνὰ
θυμὸν
ὀΐεται
,
ὡς
ἔσεταί
περ
·
οὔτʼ
Ὀδυσεὺς
ἔτι
οἶκον
ἐλεύσεται
,
οὔτε
σὺ
πομπῆς
τεύξῃ
,
ἐπεὶ
οὐ
τοῖοι
σημάντορές
εἰσʼ
ἐνὶ
οἴκῳ
οἷος
Ὀδυσσεὺς
ἔσκε
μετʼ
ἀνδράσιν
,
εἴ
ποτʼ
ἔην
γε
,
315
ξείνους
αἰδοίους
ἀποπεμπέμεν
ἠδὲ
δέχεσθαι
.
ἀλλά
μιν
,
ἀμφίπολοι
,
ἀπονίψατε
,
κάτθετε
δʼ
εὐνήν
,
δέμνια
καὶ
χλαίνας
καὶ
ῥήγεα
σιγαλόεντα
,
ὥς
κʼ
εὖ
θαλπιόων
χρυσόθρονον
Ἠῶ
ἵκηται
.
ἠῶθεν
δὲ
μάλʼ
ἦρι
λοέσσαι
τε
χρῖσαί
τε
,
320
ὥς
κʼ
ἔνδον
παρὰ
Τηλεμάχῳ
δείπνοιο
μέδηται
ἥμενος
ἐν
μεγάρῳ
·
τῷ
δʼ
ἄλγιον
ὅς
κεν
ἐκείνων
τοῦτον
ἀνιάζῃ
θυμοφθόρος
·
οὐδέ
τι
ἔργον
ἐνθάδʼ
ἔτι
πρήξει
,
μάλα
περ
κεχολωμένος
αἰνῶς
.
πῶς
γὰρ
ἐμεῦ
σύ
,
ξεῖνε
,
δαήσεαι
εἴ
τι
γυναικῶν
325
ἀλλάων
περίειμι
νόον
καὶ
ἐπίφρονα
μῆτιν
,
εἴ
κεν
ἀϋσταλέος
,
κακὰ
εἱμένος
ἐν
μεγάροισιν
δαινύῃ
;
ἄνθρωποι
δὲ
μινυνθάδιοι
τελέθουσιν
.
ὃς
μὲν
ἀπηνὴς
αὐτὸς
ἔῃ
καὶ
ἀπηνέα
εἰδῇ
,
τῷ
δὲ
καταρῶνται
πάντες
βροτοὶ
ἄλγεʼ
ὀπίσσω
330
ζωῷ
,
ἀτὰρ
τεθνεῶτί
γʼ
ἐφεψιόωνται
ἅπαντες
·
ὃς
δʼ
ἂν
ἀμύμων
αὐτὸς
ἔῃ
καὶ
ἀμύμονα
εἰδῇ
,
τοῦ
μέν
τε
κλέος
εὐρὺ
δὶα
ξεῖνοι
φορέουσι
πάντας
ἐπʼ
ἀνθρώπους
,
πολλοί
τέ
μιν
ἐσθλὸν
ἔειπον
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
335
ὦ
γύναι
αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
ἦ
τοι
ἐμοὶ
χλαῖναι
καὶ
ῥήγεα
σιγαλόεντα
ἤχθεθʼ
,
ὅτε
πρῶτον
Κρήτης
ὄρεα
νιφόεντα
νοσφισάμην
ἐπὶ
νηὸς
ἰὼν
δολιχηρέτμοιο
,
κείω
δʼ
ὡς
τὸ
πάρος
περ
ἀΰπνους
νύκτας
ἴαυον
·
340
πολλὰς
γὰρ
δὴ
νύκτας
ἀεικελίῳ
ἐνὶ
κοίτῃ
ἄεσα
καί
τʼ
ἀνέμεινα
ἐΰθρονον
Ἠῶ
δῖαν
.
οὐδέ
τί
μοι
ποδάνιπτρα
ποδῶν
ἐπιήρανα
θυμῷ
γίγνεται
·
οὐδὲ
γυνὴ
ποδὸς
ἅψεται
ἡμετέροιο
τάων
αἵ
τοι
δῶμα
κάτα
δρήστειραι
ἔασιν
,
345
εἰ
μή
τις
γρηῦς
ἔστι
παλαιή
,
κεδνὰ
ἰδυῖα
,
ἥ
τις
δὴ
τέτληκε
τόσα
φρεσὶν
ὅσσα
τʼ
ἐγώ
περ
·
τῇ
δʼ
οὐκ
ἂν
φθονέοιμι
ποδῶν
ἅψασθαι
ἐμεῖο
.
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Πηνελόπεια
·
ξεῖνε
φίλʼ
·
οὐ
γάρ
πώ
τις
ἀνὴρ
πεπνυμένος
ὧδε
350
ξείνων
τηλεδαπῶν
φιλίων
ἐμὸν
ἵκετο
δῶμα
,
ὡς
σὺ
μάλʼ
εὐφραδέως
πεπνυμένα
πάντʼ
ἀγορεύεις
·
ἔστι
δέ
μοι
γρηῢς
πυκινὰ
φρεσὶ
μήδεʼ
ἔχουσα
ἣ
κεῖνον
δύστηνον
ἐῢ
τρέφεν
ἠδʼ
ἀτίταλλε
,
δεξαμένη
χείρεσσʼ
,
ὅτε
μιν
πρῶτον
τέκε
μήτηρ
,
355
ἥ
σε
πόδας
νίψει
,
ὀλιγηπελέουσά
περ
ἔμπης
.
ἀλλʼ
ἄγε
νῦν
ἀνστᾶσα
,
περίφρων
Εὐρύκλεια
,
νίψον
σοῖο
ἄνακτος
ὁμήλικα
·
καί
που
Ὀδυσσεὺς
ἤδη
τοιόσδʼ
ἐστὶ
πόδας
τοιόσδε
τε
χεῖρας
·
αἶψα
γὰρ
ἐν
κακότητι
βροτοὶ
καταγηράσκουσιν
.
360
ὣς
ἄρʼ
ἔφη
,
γρηῢς
δὲ
κατέσχετο
χερσὶ
πρόσωπα
,
δάκρυα
δʼ
ἔκβαλε
θερμά
,
ἔπος
δʼ
ὀλοφυδνὸν
ἔειπεν
·
ὤ
μοι
ἐγὼ
σέο
,
τέκνον
,
ἀμήχανος
·
ἦ
σε
περὶ
Ζεὺς
ἀνθρώπων
ἤχθηρε
θεουδέα
θυμὸν
ἔχοντα
.
οὐ
γάρ
πώ
τις
τόσσα
βροτῶν
Διὶ
τερπικεραύνῳ
365
πίονα
μηρίʼ
ἔκηʼ
οὐδʼ
ἐξαίτους
ἑκατόμβας
,
ὅσσα
σὺ
τῷ
ἐδίδους
,
ἀρώμενος
ἧος
ἵκοιο
γῆράς
τε
λιπαρὸν
θρέψαιό
τε
φαίδιμον
υἱόν
·
νῦν
δέ
τοι
οἴῳ
πάμπαν
ἀφείλετο
νόστιμον
ἦμαρ
.
οὕτω
που
καὶ
κείνῳ
ἐφεψιόωντο
γυναῖκες
370
ξείνων
τηλεδαπῶν
,
ὅτε
τευ
κλυτὰ
δώμαθʼ
ἵκοιτο
,
ὡς
σέθεν
αἱ
κύνες
αἵδε
καθεψιόωνται
ἅπασαι
,
τάων
νῦν
λώβην
τε
καὶ
αἴσχεα
πόλλʼ
ἀλεείνων
οὐκ
ἐάας
νίζειν
·
ἐμὲ
δʼ
οὐκ
ἀέκουσαν
ἄνωγε
κούρη
Ἰκαρίοιο
,
περίφρων
Πηνελόπεια
.
375
τῷ
σε
πόδας
νίψω
ἅμα
τʼ
αὐτῆς
Πηνελοπείης
καὶ
σέθεν
εἵνεκʼ
,
ἐπεί
μοι
ὀρώρεται
ἔνδοθι
θυμὸς
κήδεσιν
.
ἀλλʼ
ἄγε
νῦν
ξυνίει
ἔπος
,
ὅττι
κεν
εἴπω
·
πολλοὶ
δὴ
ξεῖνοι
ταλαπείριοι
ἐνθάδʼ
ἵκοντο
,
ἀλλʼ
οὔ
πώ
τινά
φημι
ἐοικότα
ὧδε
ἰδέσθαι
380
ὡς
σὺ
δέμας
φωνήν
τε
πόδας
τʼ
Ὀδυσῆϊ
ἔοικας
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
γρηῦ
,
οὕτω
φασὶν
ὅσοι
ἴδον
ὀφθαλμοῖσιν
ἡμέας
ἀμφοτέρους
,
μάλα
εἰκέλω
ἀλλήλοιϊν
ἔμμεναι
,
ὡς
σύ
περ
αὐτὴ
ἐπιφρονέουσʼ
ἀγορεύεις
.
385
ὣς
ἄρʼ
ἔφη
,
γρηῢς
δὲ
λέβηθʼ
ἕλε
παμφανόωντα
τοῦ
πόδας
ἐξαπένιζεν
,
ὕδωρ
δʼ
ἐνεχεύατο
πουλὺ
ψυχρόν
,
ἔπειτα
δὲ
θερμὸν
ἐπήφυσεν
.
αὐτὰρ
Ὀδυσσεὺς
ἷζεν
ἐπʼ
ἐσχαρόφιν
,
ποτὶ
δὲ
σκότον
ἐτράπετʼ
αἶψα
·
αὐτίκα
γὰρ
κατὰ
θυμὸν
ὀΐσατο
,
μή
ἑ
λαβοῦσα
390
οὐλὴν
ἀμφράσσαιτο
καὶ
ἀμφαδὰ
ἔργα
γένοιτο
.
νίζε
δʼ
ἄρʼ
ἆσσον
ἰοῦσα
ἄναχθʼ
ἑόν
·
αὐτίκα
δʼ
ἔγνω
οὐλήν
,
τήν
ποτέ
μιν
σῦς
ἤλασε
λευκῷ
ὀδόντι
Παρνησόνδʼ
ἐλθόντα
μετʼ
Αὐτόλυκόν
τε
καὶ
υἷας
,
μητρὸς
ἑῆς
πάτερʼ
ἐσθλόν
,
ὃς
ἀνθρώπους
ἐκέκαστο
395
κλεπτοσύνῃ
θʼ
ὅρκῳ
τε
·
θεὸς
δέ
οἱ
αὐτὸς
ἔδωκεν
Ἑρμείας
·
τῷ
γὰρ
κεχαρισμένα
μηρία
καῖεν
ἀρνῶν
ἠδʼ
ἐρίφων
·
ὁ
δέ
οἱ
πρόφρων
ἅμʼ
ὀπήδει
.
Αὐτόλυκος
δʼ
ἐλθὼν
Ἰθάκης
ἐς
πίονα
δῆμον
παῖδα
νέον
γεγαῶτα
κιχήσατο
θυγατέρος
ἧς
·
400
τόν
ῥά
οἱ
Εὐρύκλεια
φίλοις
ἐπὶ
γούνασι
θῆκε
παυομένῳ
δόρποιο
,
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
Αὐτόλυκʼ
,
αὐτὸς
νῦν
ὄνομʼ
εὕρεο
ὅττι
κε
θῆαι
παιδὸς
παιδὶ
φίλῳ
·
πολυάρητος
δέ
τοί
ἐστιν
.
τὴν
δʼ
αὖτʼ
Αὐτόλυκος
ἀπαμείβετο
φώνησέν
τε
·
405
γαμβρὸς
ἐμὸς
θυγάτηρ
τε
,
τίθεσθʼ
ὄνομʼ
ὅττι
κεν
εἴπω
·
πολλοῖσιν
γὰρ
ἐγώ
γε
ὀδυσσάμενος
τόδʼ
ἱκάνω
,
ἀνδράσιν
ἠδὲ
γυναιξὶν
ἀνὰ
χθόνα
πουλυβότειραν
·
τῷ
δʼ
Ὀδυσεὺς
ὄνομʼ
ἔστω
ἐπώνυμον
·
αὐτὰρ
ἐγώ
γε
,
ὁππότʼ
ἂν
ἡβήσας
μητρώϊον
ἐς
μέγα
δῶμα
410
ἔλθῃ
Παρνησόνδʼ
,
ὅθι
πού
μοι
κτήματʼ
ἔασι
,
τῶν
οἱ
ἐγὼ
δώσω
καί
μιν
χαίροντʼ
ἀποπέμψω
.
τῶν
ἕνεκʼ
ἦλθʼ
Ὀδυσεύς
,
ἵνα
οἱ
πόροι
ἀγλαὰ
δῶρα
.
τὸν
μὲν
ἄρʼ
Αὐτόλυκός
τε
καὶ
υἱέες
Αὐτολύκοιο
χερσίν
τʼ
ἠσπάζοντο
ἔπεσσί
τε
μειλιχίοισι
·
415
μήτηρ
δʼ
Ἀμφιθέη
μητρὸς
περιφῦσʼ
Ὀδυσῆϊ
κύσσʼ
ἄρα
μιν
κεφαλήν
τε
καὶ
ἄμφω
φάεα
καλά
.
Αὐτόλυκος
δʼ
υἱοῖσιν
ἐκέκλετο
κυδαλίμοισι
δεῖπνον
ἐφοπλίσσαι
·
τοὶ
δʼ
ὀτρύνοντος
ἄκουσαν
,
αὐτίκα
δʼ
εἰσάγαγον
βοῦν
ἄρσενα
πενταέτηρον
·
420
τὸν
δέρον
ἀμφί
θʼ
ἕπον
,
καί
μιν
διέχευαν
ἅπαντα
,
μίστυλλόν
τʼ
ἄρʼ
ἐπισταμένως
πεῖράν
τʼ
ὀβελοῖσιν
,
ὤπτησάν
τε
περιφραδέως
,
δάσσαντό
τε
μοίρας
.
ὣς
τότε
μὲν
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
·
425
ἦμος
δʼ
ἠέλιος
κατέδυ
καὶ
ἐπὶ
κνέφας
ἦλθεν
,
δὴ
τότε
κοιμήσαντο
καὶ
ὕπνου
δῶρον
ἕλοντο
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
βάν
ῥʼ
ἴμεν
ἐς
θήρην
,
ἠμὲν
κύνες
ἠδὲ
καὶ
αὐτοὶ
υἱέες
Αὐτολύκου
·
μετὰ
τοῖσι
δὲ
δῖος
Ὀδυσσεὺς
430
ἤϊεν
·
αἰπὺ
δʼ
ὄρος
προσέβαν
καταειμένον
ὕλῃ
Παρνησοῦ
,
τάχα
δʼ
ἵκανον
πτύχας
ἠνεμοέσσας
.
Ἠέλιος
μὲν
ἔπειτα
νέον
προσέβαλλεν
ἀρούρας
ἐξ
ἀκαλαρρείταο
βαθυρρόου
Ὠκεανοῖο
,
οἱ
δʼ
ἐς
βῆσσαν
ἵκανον
ἐπακτῆρες
·
πρὸ
δʼ
ἄρʼ
αὐτῶν
435
ἴχνιʼ
ἐρευνῶντες
κύνες
ἤϊσαν
,
αὐτὰρ
ὄπισθεν
υἱέες
Αὐτολύκου
·
μετὰ
τοῖσι
δὲ
δῖος
Ὀδυσσεὺς
ἤϊεν
ἄγχι
κυνῶν
,
κραδάων
δολιχόσκιον
ἔγχος
.
ἔνθα
δʼ
ἄρʼ
ἐν
λόχμῃ
πυκινῇ
κατέκειτο
μέγας
σῦς
·
τὴν
μὲν
ἄρʼ
οὔτʼ
ἀνέμων
διάει
μένος
ὑγρὸν
ἀέντων
,
440
οὔτε
μιν
Ἠέλιος
φαέθων
ἀκτῖσιν
ἔβαλλεν
,
οὔτʼ
ὄμβρος
περάασκε
διαμπερές
·
ὣς
ἄρα
πυκνὴ
ἦεν
,
ἀτὰρ
φύλλων
ἐνέην
χύσις
ἤλιθα
πολλή
.
τὸν
δʼ
ἀνδρῶν
τε
κυνῶν
τε
περὶ
κτύπος
ἦλθε
ποδοῖϊν
,
ὡς
ἐπάγοντες
ἐπῇσαν
·
ὁ
δʼ
ἀντίος
ἐκ
ξυλόχοιο
445
φρίξας
εὖ
λοφιήν
,
πῦρ
δʼ
ὀφθαλμοῖσι
δεδορκώς
,
στῆ
ῥʼ
αὐτῶν
σχεδόθεν
·
ὁ
δʼ
ἄρα
πρώτιστος
Ὀδυσσεὺς
ἔσσυτʼ
ἀνασχόμενος
δολιχὸν
δόρυ
χειρὶ
παχείῃ
,
οὐτάμεναι
μεμαώς
·
ὁ
δέ
μιν
φθάμενος
ἔλασεν
σῦς
γουνὸς
ὕπερ
,
πολλὸν
δὲ
διήφυσε
σαρκὸς
ὀδόντι
450
λικριφὶς
ἀΐξας
,
οὐδʼ
ὀστέον
ἵκετο
φωτός
.
τὸν
δʼ
Ὀδυσεὺς
οὔτησε
τυχὼν
κατὰ
δεξιὸν
ὦμον
,
ἀντικρὺ
δὲ
διῆλθε
φαεινοῦ
δουρὸς
ἀκωκή
·
κὰδ
δʼ
ἔπεσʼ
ἐν
κονίῃσι
μακών
,
ἀπὸ
δʼ
ἔπτατο
θυμός
.
τὸν
μὲν
ἄρʼ
Αὐτολύκου
παῖδες
φίλοι
ἀμφεπένοντο
,
455
ὠτειλὴν
δʼ
Ὀδυσῆος
ἀμύμονος
ἀντιθέοιο
δῆσαν
ἐπισταμένως
,
ἐπαοιδῇ
δʼ
αἷμα
κελαινὸν
ἔσχεθον
,
αἶψα
δʼ
ἵκοντο
φίλου
πρὸς
δώματα
πατρός
.
τὸν
μὲν
ἄρʼ
Αὐτόλυκός
τε
καὶ
υἱέες
Αὐτολύκοιο
εὖ
ἰησάμενοι
ἠδʼ
ἀγλαὰ
δῶρα
πορόντες
460
καρπαλίμως
χαίροντα
φίλην
ἐς
πατρίδʼ
ἔπεμπον
εἰς
Ἰθάκην
.
τῷ
μέν
ῥα
πατὴρ
καὶ
πότνια
μήτηρ
χαῖρον
νοστήσαντι
καὶ
ἐξερέεινον
ἕκαστα
,
οὐλὴν
ὅττι
πάθοι
·
ὁ
δʼ
ἄρα
σφίσιν
εὖ
κατέλεξεν
ὥς
μιν
θηρεύοντʼ
ἔλασεν
σῦς
λευκῷ
ὀδόντι
,
465
Παρνησόνδʼ
ἐλθόντα
σὺν
υἱάσιν
Αὐτολύκοιο
.
τὴν
γρηῢς
χείρεσσι
καταπρηνέσσι
λαβοῦσα
γνῶ
ῥʼ
ἐπιμασσαμένη
,
πόδα
δὲ
προέηκε
φέρεσθαι
·
ἐν
δὲ
λέβητι
πέσε
κνήμη
,
κανάχησε
δὲ
χαλκός
,
ἂψ
δʼ
ἑτέρωσʼ
ἐκλίθη
·
τὸ
δʼ
ἐπὶ
χθονὸς
ἐξέχυθʼ
ὕδωρ
.
470
τὴν
δʼ
ἅμα
χάρμα
καὶ
ἄλγος
ἕλε
φρένα
,
τὼ
δέ
οἱ
ὄσσε
δακρυόφι
πλῆσθεν
,
θαλερὴ
δέ
οἱ
ἔσχετο
φωνή
.
ἁψαμένη
δὲ
γενείου
Ὀδυσσῆα
προσέειπεν
·
ἦ
μάλʼ
Ὀδυσσεύς
ἐσσι
,
φίλον
τέκος
·
οὐδέ
σʼ
ἐγώ
γε
πρὶν
ἔγνων
,
πρὶν
πάντα
ἄνακτʼ
ἐμὸν
ἀμφαφάασθαι
.
475
ἦ
καὶ
Πηνελόπειαν
ἐσέδρακεν
ὀφθαλμοῖσι
,
πεφραδέειν
ἐθέλουσα
φίλον
πόσιν
ἔνδον
ἐόντα
.
ἡ
δʼ
οὔτʼ
ἀθρῆσαι
δύνατʼ
ἀντίη
οὔτε
νοῆσαι
·
τῇ
γὰρ
Ἀθηναίη
νόον
ἔτραπεν
·
αὐτὰρ
Ὀδυσσεὺς
χεῖρʼ
ἐπιμασσάμενος
φάρυγος
λάβε
δεξιτερῆφι
,
480
τῇ
δʼ
ἑτέρῃ
ἕθεν
ἆσσον
ἐρύσσατο
φώνησέν
τε
.
μαῖα
,
τίη
μʼ
ἐθέλεις
ὀλέσαι
;
σὺ
δέ
μʼ
ἔτρεφες
αὐτὴ
τῷ
σῷ
ἐπὶ
μαζῷ
·
νῦν
δʼ
ἄλγεα
πολλὰ
μογήσας
ἤλυθον
εἰκοστῷ
ἔτεϊ
ἐς
πατρίδα
γαῖαν
.
ἀλλʼ
ἐπεὶ
ἐφράσθης
καί
τοι
θεὸς
ἔμβαλε
θυμῷ
,
485
σίγα
,
μή
τίς
τʼ
ἄλλος
ἐνὶ
μεγάροισι
πύθηται
.
ὧδε
γὰρ
ἐξερέω
,
καὶ
μὴν
τετελεσμένον
ἔσται
·
εἴ
χʼ
ὑπʼ
ἐμοί
γε
θεὸς
δαμάσῃ
μνηστῆρας
ἀγαυούς
,
οὐδὲ
τροφοῦ
οὔσης
σεῦ
ἀφέξομαι
,
ὁππότʼ
ἂν
ἄλλας
δμῳὰς
ἐν
μεγάροισιν
ἐμοῖς
κτείνωμι
γυναῖκας
.
490
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Εὐρύκλεια
·
τέκνον
ἐμόν
,
ποῖόν
σε
ἔπος
φύγεν
ἕρκος
ὀδόντων
.
οἶσθα
μὲν
οἷον
ἐμὸν
μένος
ἔμπεδον
οὐδʼ
ἐπιεικτόν
,
ἕξω
δʼ
ὡς
ὅτε
τις
στερεὴ
λίθος
ἠὲ
σίδηρος
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
495
εἴ
χʼ
ὑπό
σοι
γε
θεὸς
δαμάσῃ
μνηστῆρας
ἀγαυούς
,
δὴ
τότε
τοι
καταλέξω
ἐνὶ
μεγάροισι
γυναῖκας
,
αἵ
τέ
σʼ
ἀτιμάζουσι
καὶ
αἳ
νηλείτιδές
εἰσι
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
μαῖα
,
τίη
δὲ
σὺ
τὰς
μυθήσεαι
;
οὐδέ
τί
σε
χρή
.
500
εὖ
νυ
καὶ
αὐτὸς
ἐγὼ
φράσομαι
καὶ
εἴσομʼ
ἑκάστην
·
ἀλλʼ
ἔχε
σιγῇ
μῦθον
,
ἐπίτρεψον
δὲ
θεοῖσιν
.
ὣς
ἄρʼ
ἔφη
,
γρηῢς
δὲ
διὲκ
μεγάροιο
βεβήκει
οἰσομένη
ποδάνιπτρα
·
τὰ
γὰρ
πρότερʼ
ἔκχυτο
πάντα
.
αὐτὰρ
ἐπεὶ
νίψεν
τε
καὶ
ἤλειψεν
λίπʼ
ἐλαίῳ
,
505
αὖτις
ἄρʼ
ἀσσοτέρω
πυρὸς
ἕλκετο
δίφρον
Ὀδυσσεὺς
θερσόμενος
,
οὐλὴν
δὲ
κατὰ
ῥακέεσσι
κάλυψε
.
τοῖσι
δὲ
μύθων
ἦρχε
περίφρων
Πηνελόπεια
·
ξεῖνε
,
τὸ
μέν
σʼ
ἔτι
τυτθὸν
ἐγὼν
εἰρήσομαι
αὐτή
·
καὶ
γὰρ
δὴ
κοίτοιο
τάχʼ
ἔσσεται
ἡδέος
ὥρη
,
510
ὅν
τινά
γʼ
ὕπνος
ἕλοι
γλυκερός
,
καὶ
κηδόμενόν
περ
.
αὐτὰρ
ἐμοὶ
καὶ
πένθος
ἀμέτρητον
πόρε
δαίμων
·
ἤματα
μὲν
γὰρ
τέρπομʼ
ὀδυρομένη
,
γοόωσα
,
ἔς
τʼ
ἐμὰ
ἔργʼ
ὁρόωσα
καὶ
ἀμφιπόλων
ἐνὶ
οἴκῳ
·
αὐτὰρ
ἐπὴν
νὺξ
ἔλθῃ
,
ἕλῃσί
τε
κοῖτος
ἅπαντας
,
515
κεῖμαι
ἐνὶ
λέκτρῳ
,
πυκιναὶ
δέ
μοι
ἀμφʼ
ἀδινὸν
κῆρ
ὀξεῖαι
μελεδῶνες
ὀδυρομένην
ἐρέθουσιν
.
ὡς
δʼ
ὅτε
Πανδαρέου
κούρη
,
χλωρηῒς
ἀηδών
,
καλὸν
ἀείδῃσιν
ἔαρος
νέον
ἱσταμένοιο
,
δενδρέων
ἐν
πετάλοισι
καθεζομένη
πυκινοῖσιν
,
520
ἥ
τε
θαμὰ
τρωπῶσα
χέει
πολυηχέα
φωνήν
,
παῖδʼ
ὀλοφυρομένη
Ἴτυλον
φίλον
,
ὅν
ποτε
χαλκῷ
κτεῖνε
διʼ
ἀφραδίας
,
κοῦρον
Ζήθοιο
ἄνακτος
,
ὣς
καὶ
ἐμοὶ
δίχα
θυμὸς
ὀρώρεται
ἔνθα
καὶ
ἔνθα
,
ἠὲ
μένω
παρὰ
παιδὶ
καὶ
ἔμπεδα
πάντα
φυλάσσω
,
525
κτῆσιν
ἐμήν
,
δμῶάς
τε
καὶ
ὑψερεφὲς
μέγα
δῶμα
,
εὐνήν
τʼ
αἰδομένη
πόσιος
δήμοιό
τε
φῆμιν
,
ἦ
ἤδη
ἅμʼ
ἕπωμαι
Ἀχαιῶν
ὅς
τις
ἄριστος
μνᾶται
ἐνὶ
μεγάροισι
,
πορὼν
ἀπερείσια
ἕδνα
.
παῖς
δʼ
ἐμὸς
ἧος
ἔην
ἔτι
νήπιος
ἠδὲ
χαλίφρων
,
530
γήμασθʼ
οὔ
μʼ
εἴα
πόσιος
κατὰ
δῶμα
λιποῦσαν
·
νῦν
δʼ
ὅτε
δὴ
μέγας
ἐστὶ
καὶ
ἥβης
μέτρον
ἱκάνει
,
καὶ
δή
μʼ
ἀρᾶται
πάλιν
ἐλθέμεν
ἐκ
μεγάροιο
,
κτήσιος
ἀσχαλόων
,
τήν
οἱ
κατέδουσιν
Ἀχαιοί
.
ἀλλʼ
ἄγε
μοι
τὸν
ὄνειρον
ὑπόκριναι
καὶ
ἄκουσον
.
535
χῆνές
μοι
κατὰ
οἶκον
ἐείκοσι
πυρὸν
ἔδουσιν
ἐξ
ὕδατος
,
καί
τέ
σφιν
ἰαίνομαι
εἰσορόωσα
·
ἐλθὼν
δʼ
ἐξ
ὄρεος
μέγας
αἰετὸς
ἀγκυλοχείλης
πᾶσι
κατʼ
αὐχένας
ἦξε
καὶ
ἔκτανεν
·
οἱ
δʼ
ἐκέχυντο
ἀθρόοι
ἐν
μεγάροις
,
ὁ
δʼ
ἐς
αἰθέρα
δῖαν
ἀέρθη
.
540
αὐτὰρ
ἐγὼ
κλαῖον
καὶ
ἐκώκυον
ἔν
περ
ὀνείρῳ
,
ἀμφὶ
δʼ
ἔμʼ
ἠγερέθοντο
ἐϋπλοκαμῖδες
Ἀχαιαί
,
οἴκτρʼ
ὀλοφυρομένην
ὅ
μοι
αἰετὸς
ἔκτανε
χῆνας
.
ἂψ
δʼ
ἐλθὼν
κατʼ
ἄρʼ
ἕζετʼ
ἐπὶ
προὔχοντι
μελάθρῳ
,
φωνῇ
δὲ
βροτέῃ
κατερήτυε
φώνησέν
τε
·
545
θάρσει
,
Ἰκαρίου
κούρη
τηλεκλειτοῖο
·
οὐκ
ὄναρ
,
ἀλλʼ
ὕπαρ
ἐσθλόν
,
ὅ
τοι
τετελεσμένον
ἔσται
.
χῆνες
μὲν
μνηστῆρες
,
ἐγὼ
δέ
τοι
αἰετὸς
ὄρνις
ἦα
πάρος
,
νῦν
αὖτε
τεὸς
πόσις
εἰλήλουθα
,
ὃς
πᾶσι
μνηστῆρσιν
ἀεικέα
πότμον
ἐφήσω
.
550
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐμὲ
μελιηδὴς
ὕπνος
ἀνῆκε
·
παπτήνασα
δὲ
χῆνας
ἐνὶ
μεγάροισι
νόησα
πυρὸν
ἐρεπτομένους
παρὰ
πύελον
,
ἧχι
πάρος
περ
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
γύναι
,
οὔ
πως
ἔστιν
ὑποκρίνασθαι
ὄνειρον
555
ἄλλῃ
ἀποκλίναντʼ
,
ἐπεὶ
ἦ
ῥά
τοι
αὐτὸς
Ὀδυσσεὺς
πέφραδʼ
ὅπως
τελέει
·
μνηστῆρσι
δὲ
φαίνετʼ
ὄλεθρος
πᾶσι
μάλʼ
,
οὐδέ
κέ
τις
θάνατον
καὶ
κῆρας
ἀλύξει
.
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Πηνελόπεια
·
ξεῖνʼ
,
ἦ
τοι
μὲν
ὄνειροι
ἀμήχανοι
ἀκριτόμυθοι
560
γίγνοντʼ
,
οὐδέ
τι
πάντα
τελείεται
ἀνθρώποισι
.
δοιαὶ
γάρ
τε
πύλαι
ἀμενηνῶν
εἰσὶν
ὀνείρων
·
αἱ
μὲν
γὰρ
κεράεσσι
τετεύχαται
,
αἱ
δʼ
ἐλέφαντι
·
τῶν
οἳ
μέν
κʼ
ἔλθωσι
διὰ
πριστοῦ
ἐλέφαντος
,
οἵ
ῥʼ
ἐλεφαίρονται
,
ἔπεʼ
ἀκράαντα
φέροντες
·
565
οἱ
δὲ
διὰ
ξεστῶν
κεράων
ἔλθωσι
θύραζε
,
οἵ
ῥʼ
ἔτυμα
κραίνουσι
,
βροτῶν
ὅτε
κέν
τις
ἴδηται
.
ἀλλʼ
ἐμοὶ
οὐκ
ἐντεῦθεν
ὀΐομαι
αἰνὸν
ὄνειρον
ἐλθέμεν
·
ἦ
κʼ
ἀσπαστὸν
ἐμοὶ
καὶ
παιδὶ
γένοιτο
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
570
ἥδε
δὴ
ἠὼς
εἶσι
δυσώνυμος
,
ἥ
μʼ
Ὀδυσῆος
οἴκου
ἀποσχήσει
·
νῦν
γὰρ
καταθήσω
ἄεθλον
,
τοὺς
πελέκεας
,
τοὺς
κεῖνος
ἐνὶ
μεγάροισιν
ἑοῖσιν
ἵστασχʼ
ἑξείης
,
δρυόχους
ὥς
,
δώδεκα
πάντας
·
στὰς
δʼ
ὅ
γε
πολλὸν
ἄνευθε
διαρρίπτασκεν
ὀϊστόν
.
575
νῦν
δὲ
μνηστήρεσσιν
ἄεθλον
τοῦτον
ἐφήσω
·
ὃς
δέ
κε
ῥηΐτατʼ
ἐντανύσῃ
βιὸν
ἐν
παλάμῃσι
καὶ
διοϊστεύσῃ
πελέκεων
δυοκαίδεκα
πάντων
,
τῷ
κεν
ἅμʼ
ἑσποίμην
,
νοσφισσαμένη
τόδε
δῶμα
κουρίδιον
,
μάλα
καλόν
,
ἐνίπλειον
βιότοιο
·
580
τοῦ
ποτὲ
μεμνήσεσθαι
ὀΐομαι
ἔν
περ
ὀνείρῳ
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
ὦ
γύναι
αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
μηκέτι
νῦν
ἀνάβαλλε
δόμοις
ἔνι
τοῦτον
ἄεθλον
·
πρὶν
γάρ
τοι
πολύμητις
ἐλεύσεται
ἐνθάδʼ
Ὀδυσσεύς
,
585
πρὶν
τούτους
τόδε
τόξον
ἐΰξοον
ἀμφαφόωντας
νευρήν
τʼ
ἐντανύσαι
διοϊστεῦσαί
τε
σιδήρου
.
τὸν
δʼ
αὖτε
προσέειπε
περίφρων
Πηνελόπεια
·
εἴ
κʼ
ἐθέλοις
μοι
,
ξεῖνε
,
παρήμενος
ἐν
μεγάροισι
τέρπειν
,
οὔ
κέ
μοι
ὕπνος
ἐπὶ
βλεφάροισι
χυθείη
.
590
ἀλλʼ
οὐ
γάρ
πως
ἔστιν
ἀΰπνους
ἔμμεναι
αἰεὶ
ἀνθρώπους
·
ἐπὶ
γάρ
τοι
ἑκάστῳ
μοῖραν
ἔθηκαν
ἀθάνατοι
θνητοῖσιν
ἐπὶ
ζείδωρον
ἄρουραν
.
ἀλλʼ
ἦ
τοι
μὲν
ἐγὼν
ὑπερώϊον
εἰσαναβᾶσα
λέξομαι
εἰς
εὐνήν
,
ἥ
μοι
στονόεσσα
τέτυκται
,
595
αἰεὶ
δάκρυσʼ
ἐμοῖσι
πεφυρμένη
,
ἐξ
οὗ
Ὀδυσσεὺς
ᾤχετʼ
ἐποψόμενος
Κακοΐλιον
οὐκ
ὀνομαστήν
.
ἔνθα
κε
λεξαίμην
·
σὺ
δὲ
λέξεο
τῷδʼ
ἐνὶ
οἴκῳ
,
ἢ
χαμάδις
στορέσας
ἤ
τοι
κατὰ
δέμνια
θέντων
.
ὣς
εἰποῦσʼ
ἀνέβαινʼ
ὑπερώϊα
σιγαλόεντα
,
600
οὐκ
οἴη
,
ἅμα
τῇ
γε
καὶ
ἀμφίπολοι
κίον
ἄλλαι
.
ἐς
δʼ
ὑπερῷ
ʼ
ἀναβᾶσα
σὺν
ἀμφιπόλοισι
γυναιξὶ
κλαῖεν
ἔπειτʼ
Ὀδυσῆα
,
φίλον
πόσιν
,
ὄφρα
οἱ
ὕπνον
ἡδὺν
ἐπὶ
βλεφάροισι
βάλε
γλαυκῶπις
Ἀθήνη
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.