τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
1
Ἀλκίνοε
κρεῖον
,
πάντων
ἀριδείκετε
λαῶν
,
ἦ
τοι
μὲν
τόδε
καλὸν
ἀκουέμεν
ἐστὶν
ἀοιδοῦ
τοιοῦδʼ
οἷος
ὅδʼ
ἐστί
,
θεοῖς
ἐναλίγκιος
αὐδήν
.
οὐ
γὰρ
ἐγώ
γέ
τί
φημι
τέλος
χαριέστερον
εἶναι
5
ἢ
ὅτʼ
ἐυφροσύνη
μὲν
ἔχῃ
κάτα
δῆμον
ἅπαντα
,
δαιτυμόνες
δʼ
ἀνὰ
δώματʼ
ἀκουάζωνται
ἀοιδοῦ
ἥμενοι
ἑξείης
,
παρὰ
δὲ
πλήθωσι
τράπεζαι
σίτου
καὶ
κρειῶν
,
μέθυ
δʼ
ἐκ
κρητῆρος
ἀφύσσων
οἰνοχόος
φορέῃσι
καὶ
ἐγχείῃ
δεπάεσσι
·
10
τοῦτό
τί
μοι
κάλλιστον
ἐνὶ
φρεσὶν
εἴδεται
εἶναι
.
σοὶ
δʼ
ἐμὰ
κήδεα
θυμὸς
ἐπετράπετο
στονόεντα
εἴρεσθʼ
,
ὄφρʼ
ἔτι
μᾶλλον
ὀδυρόμενος
στεναχίζω
·
τί
πρῶτόν
τοι
ἔπειτα
,
τί
δʼ
ὑστάτιον
καταλέξω
;
κήδεʼ
ἐπεί
μοι
πολλὰ
δόσαν
θεοὶ
Οὐρανίωνες
.
15
νῦν
δʼ
ὄνομα
πρῶτον
μυθήσομαι
,
ὄφρα
καὶ
ὑμεῖς
εἴδετʼ
,
ἐγὼ
δʼ
ἂν
ἔπειτα
φυγὼν
ὕπο
νηλεὲς
ἦμαρ
ὑμῖν
ξεῖνος
ἔω
καὶ
ἀπόπροθι
δώματα
ναίων
.
εἴμʼ
Ὀδυσεὺς
Λαερτιάδης
,
ὃς
πᾶσι
δόλοισιν
ἀνθρώποισι
μέλω
,
καί
μευ
κλέος
οὐρανὸν
ἵκει
.
20
ναιετάω
δʼ
Ἰθάκην
ἐυδείελον
·
ἐν
δʼ
ὄρος
αὐτῇ
Νήριτον
εἰνοσίφυλλον
,
ἀριπρεπές
·
ἀμφὶ
δὲ
νῆσοι
πολλαὶ
ναιετάουσι
μάλα
σχεδὸν
ἀλλήλῃσι
,
Δουλίχιόν
τε
Σάμη
τε
καὶ
ὑλήεσσα
Ζάκυνθος
.
αὐτὴ
δὲ
χθαμαλὴ
πανυπερτάτη
εἰν
ἁλὶ
κεῖται
25
πρὸς
ζόφον
,
αἱ
δέ
τʼ
ἄνευθε
πρὸς
ἠῶ
τʼ
ἠέλιόν
τε
,
τρηχεῖʼ
,
ἀλλʼ
ἀγαθὴ
κουροτρόφος
·
οὔ
τοι
ἐγώ
γε
ἧς
γαίης
δύναμαι
γλυκερώτερον
ἄλλο
ἰδέσθαι
.
ἦ
μέν
μʼ
αὐτόθʼ
ἔρυκε
Καλυψώ
,
δῖα
θεάων
,
ἐν
σπέσσι
γλαφυροῖσι
,
λιλαιομένη
πόσιν
εἶναι
·
30
ὣς
δʼ
αὔτως
Κίρκη
κατερήτυεν
ἐν
μεγάροισιν
Αἰαίη
δολόεσσα
,
λιλαιομένη
πόσιν
εἶναι
·
ἀλλʼ
ἐμὸν
οὔ
ποτε
θυμὸν
ἐνὶ
στήθεσσιν
ἔπειθον
.
ὣς
οὐδὲν
γλύκιον
ἧς
πατρίδος
οὐδὲ
τοκήων
γίγνεται
,
εἴ
περ
καί
τις
ἀπόπροθι
πίονα
οἶκον
35
γαίῃ
ἐν
ἀλλοδαπῇ
ναίει
ἀπάνευθε
τοκήων
.
εἰ
δʼ
ἄγε
τοι
καὶ
νόστον
ἐμὸν
πολυκηδέʼ
ἐνίσπω
,
ὅν
μοι
Ζεὺς
ἐφέηκεν
ἀπὸ
Τροίηθεν
ἰόντι
.
Ἰλιόθεν
με
φέρων
ἄνεμος
Κικόνεσσι
πέλασσεν
,
Ἰσμάρῳ
.
ἔνθα
δʼ
ἐγὼ
πόλιν
ἔπραθον
,
ὤλεσα
δʼ
αὐτούς
·
40
ἐκ
πόλιος
δʼ
ἀλόχους
καὶ
κτήματα
πολλὰ
λαβόντες
δασσάμεθʼ
,
ὡς
μή
τίς
μοι
ἀτεμβόμενος
κίοι
ἴσης
.
ἔνθʼ
ἦ
τοι
μὲν
ἐγὼ
διερῷ
ποδὶ
φευγέμεν
ἡμέας
ἠνώγεα
,
τοὶ
δὲ
μέγα
νήπιοι
οὐκ
ἐπίθοντο
.
ἔνθα
δὲ
πολλὸν
μὲν
μέθυ
πίνετο
,
πολλὰ
δὲ
μῆλα
45
ἔσφαζον
παρὰ
θῖνα
καὶ
εἰλίποδας
ἕλικας
βοῦς
·
τόφρα
δʼ
ἄρʼ
οἰχόμενοι
Κίκονες
Κικόνεσσι
γεγώνευν
,
οἵ
σφιν
γείτονες
ἦσαν
,
ἅμα
πλέονες
καὶ
ἀρείους
,
ἤπειρον
ναίοντες
,
ἐπιστάμενοι
μὲν
ἀφʼ
ἵππων
ἀνδράσι
μάρνασθαι
καὶ
ὅθι
χρὴ
πεζὸν
ἐόντα
.
50
ἦλθον
ἔπειθʼ
ὅσα
φύλλα
καὶ
ἄνθεα
γίγνεται
ὥρῃ
,
ἠέριοι
·
τότε
δή
ῥα
κακὴ
Διὸς
αἶσα
παρέστη
ἡμῖν
αἰνομόροισιν
,
ἵνʼ
ἄλγεα
πολλὰ
πάθοιμεν
.
στησάμενοι
δʼ
ἐμάχοντο
μάχην
παρὰ
νηυσὶ
θοῇσι
,
βάλλον
δʼ
ἀλλήλους
χαλκήρεσιν
ἐγχείῃσιν
.
55
ὄφρα
μὲν
ἠὼς
ἦν
καὶ
ἀέξετο
ἱερὸν
ἦμαρ
,
τόφρα
δʼ
ἀλεξόμενοι
μένομεν
πλέονάς
περ
ἐόντας
.
ἦμος
δʼ
ἠέλιος
μετενίσσετο
βουλυτόνδε
,
καὶ
τότε
δὴ
Κίκονες
κλῖναν
δαμάσαντες
Ἀχαιούς
.
ἓξ
δʼ
ἀφʼ
ἑκάστης
νηὸς
ἐυκνήμιδες
ἑταῖροι
60
ὤλονθʼ
·
οἱ
δʼ
ἄλλοι
φύγομεν
θάνατόν
τε
μόρον
τε
.
ἔνθεν
δὲ
προτέρω
πλέομεν
ἀκαχήμενοι
ἦτορ
,
ἄσμενοι
ἐκ
θανάτοιο
,
φίλους
ὀλέσαντες
ἑταίρους
.
οὐδʼ
ἄρα
μοι
προτέρω
νῆες
κίον
ἀμφιέλισσαι
,
πρίν
τινα
τῶν
δειλῶν
ἑτάρων
τρὶς
ἕκαστον
ἀῦσαι
,
65
οἳ
θάνον
ἐν
πεδίῳ
Κικόνων
ὕπο
δῃωθέντες
.
νηυσὶ
δʼ
ἐπῶρσʼ
ἄνεμον
Βορέην
νεφεληγερέτα
Ζεὺς
λαίλαπι
θεσπεσίῃ
,
σὺν
δὲ
νεφέεσσι
κάλυψε
γαῖαν
ὁμοῦ
καὶ
πόντον
·
ὀρώρει
δʼ
οὐρανόθεν
νύξ
.
αἱ
μὲν
ἔπειτʼ
ἐφέροντʼ
ἐπικάρσιαι
,
ἱστία
δέ
σφιν
70
τριχθά
τε
καὶ
τετραχθὰ
διέσχισεν
ἲς
ἀνέμοιο
.
καὶ
τὰ
μὲν
ἐς
νῆας
κάθεμεν
,
δείσαντες
ὄλεθρον
,
αὐτὰς
δʼ
ἐσσυμένως
προερέσσαμεν
ἤπειρόνδε
.
ἔνθα
δύω
νύκτας
δύο
τʼ
ἤματα
συνεχὲς
αἰεὶ
κείμεθʼ
,
ὁμοῦ
καμάτῳ
τε
καὶ
ἄλγεσι
θυμὸν
ἔδοντες
.
75
ἀλλʼ
ὅτε
δὴ
τρίτον
ἦμαρ
ἐυπλόκαμος
τέλεσʼ
Ἠώς
,
ἱστοὺς
στησάμενοι
ἀνά
θʼ
ἱστία
λεύκʼ
ἐρύσαντες
ἥμεθα
,
τὰς
δʼ
ἄνεμός
τε
κυβερνῆταί
τʼ
ἴθυνον
.
καί
νύ
κεν
ἀσκηθὴς
ἱκόμην
ἐς
πατρίδα
γαῖαν
·
ἀλλά
με
κῦμα
ῥόος
τε
περιγνάμπτοντα
Μάλειαν
80
καὶ
Βορέης
ἀπέωσε
,
παρέπλαγξεν
δὲ
Κυθήρων
.
ἔνθεν
δʼ
ἐννῆμαρ
φερόμην
ὀλοοῖς
ἀνέμοισιν
πόντον
ἐπʼ
ἰχθυόεντα
·
ἀτὰρ
δεκάτῃ
ἐπέβημεν
γαίης
Λωτοφάγων
,
οἵ
τʼ
ἄνθινον
εἶδαρ
ἔδουσιν
.
ἔνθα
δʼ
ἐπʼ
ἠπείρου
βῆμεν
καὶ
ἀφυσσάμεθʼ
ὕδωρ
,
85
αἶψα
δὲ
δεῖπνον
ἕλοντο
θοῇς
παρὰ
νηυσὶν
ἑταῖροι
.
αὐτὰρ
ἐπεὶ
σίτοιό
τʼ
ἐπασσάμεθʼ
ἠδὲ
ποτῆτος
,
δὴ
τοτʼ
ἐγὼν
ἑτάρους
προΐειν
πεύθεσθαι
ἰόντας
,
οἵ
τινες
ἀνέρες
εἶεν
ἐπὶ
χθονὶ
σῖτον
ἔδοντες
ἄνδρε
δύω
κρίνας
,
τρίτατον
κήρυχʼ
ἅμʼ
ὀπάσσας
.
90
οἱ
δʼ
αἶψʼ
οἰχόμενοι
μίγεν
ἀνδράσι
Λωτοφάγοισιν
·
οὐδʼ
ἄρα
Λωτοφάγοι
μήδονθʼ
ἑτάροισιν
ὄλεθρον
ἡμετέροις
,
ἀλλά
σφι
δόσαν
λωτοῖο
πάσασθαι
.
τῶν
δʼ
ὅς
τις
λωτοῖο
φάγοι
μελιηδέα
καρπόν
,
οὐκέτʼ
ἀπαγγεῖλαι
πάλιν
ἤθελεν
οὐδὲ
νέεσθαι
,
95
ἀλλʼ
αὐτοῦ
βούλοντο
μετʼ
ἀνδράσι
Λωτοφάγοισι
λωτὸν
ἐρεπτόμενοι
μενέμεν
νόστου
τε
λαθέσθαι
.
τοὺς
μὲν
ἐγὼν
ἐπὶ
νῆας
ἄγον
κλαίοντας
ἀνάγκῃ
,
νηυσὶ
δʼ
ἐνὶ
γλαφυρῇσιν
ὑπὸ
ζυγὰ
δῆσα
ἐρύσσας
.
αὐτὰρ
τοὺς
ἄλλους
κελόμην
ἐρίηρας
ἑταίρους
100
σπερχομένους
νηῶν
ἐπιβαινέμεν
ὠκειάων
,
μή
πώς
τις
λωτοῖο
φαγὼν
νόστοιο
λάθηται
.
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
,
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
ἔνθεν
δὲ
προτέρω
πλέομεν
ἀκαχήμενοι
ἦτορ
·
105
Κυκλώπων
δʼ
ἐς
γαῖαν
ὑπερφιάλων
ἀθεμίστων
ἱκόμεθʼ
,
οἵ
ῥα
θεοῖσι
πεποιθότες
ἀθανάτοισιν
οὔτε
φυτεύουσιν
χερσὶν
φυτὸν
οὔτʼ
ἀρόωσιν
,
ἀλλὰ
τά
γʼ
ἄσπαρτα
καὶ
ἀνήροτα
πάντα
φύονται
,
πυροὶ
καὶ
κριθαὶ
ἠδʼ
ἄμπελοι
,
αἵ
τε
φέρουσιν
110
οἶνον
ἐριστάφυλον
,
καί
σφιν
Διὸς
ὄμβρος
ἀέξει
.
τοῖσιν
δʼ
οὔτʼ
ἀγοραὶ
βουληφόροι
οὔτε
θέμιστες
,
ἀλλʼ
οἵ
γʼ
ὑψηλῶν
ὀρέων
ναίουσι
κάρηνα
ἐν
σπέσσι
γλαφυροῖσι
,
θεμιστεύει
δὲ
ἕκαστος
παίδων
ἠδʼ
ἀλόχων
,
οὐδʼ
ἀλλήλων
ἀλέγουσιν
.
115
νῆσος
ἔπειτα
λάχεια
παρὲκ
λιμένος
τετάνυσται
,
γαίης
Κυκλώπων
οὔτε
σχεδὸν
οὔτʼ
ἀποτηλοῦ
,
ὑλήεσσʼ
·
ἐν
δʼ
αἶγες
ἀπειρέσιαι
γεγάασιν
ἄγριαι
·
οὐ
μὲν
γὰρ
πάτος
ἀνθρώπων
ἀπερύκει
,
οὐδέ
μιν
εἰσοιχνεῦσι
κυνηγέται
,
οἵ
τε
καθʼ
ὕλην
120
ἄλγεα
πάσχουσιν
κορυφὰς
ὀρέων
ἐφέποντες
.
οὔτʼ
ἄρα
ποίμνῃσιν
καταΐσχεται
οὔτʼ
ἀρότοισιν
,
ἀλλʼ
ἥ
γʼ
ἄσπαρτος
καὶ
ἀνήροτος
ἤματα
πάντα
ἀνδρῶν
χηρεύει
,
βόσκει
δέ
τε
μηκάδας
αἶγας
.
οὐ
γὰρ
Κυκλώπεσσι
νέες
πάρα
μιλτοπάρῃοι
,
125
οὐδʼ
ἄνδρες
νηῶν
ἔνι
τέκτονες
,
οἵ
κε
κάμοιεν
νῆας
ἐυσσέλμους
,
αἵ
κεν
τελέοιεν
ἕκαστα
ἄστεʼ
ἐπʼ
ἀνθρώπων
ἱκνεύμεναι
,
οἷά
τε
πολλὰ
ἄνδρες
ἐπʼ
ἀλλήλους
νηυσὶν
περόωσι
θάλασσαν
·
οἵ
κέ
σφιν
καὶ
νῆσον
ἐυκτιμένην
ἐκάμοντο
.
130
οὐ
μὲν
γάρ
τι
κακή
γε
,
φέροι
δέ
κεν
ὥρια
πάντα
·
ἐν
μὲν
γὰρ
λειμῶνες
ἁλὸς
πολιοῖο
παρʼ
ὄχθας
ὑδρηλοὶ
μαλακοί
·
μάλα
κʼ
ἄφθιτοι
ἄμπελοι
εἶεν
.
ἐν
δʼ
ἄροσις
λείη
·
μάλα
κεν
βαθὺ
λήιον
αἰεὶ
εἰς
ὥρας
ἀμῷεν
,
ἐπεὶ
μάλα
πῖαρ
ὑπʼ
οὖδας
.
135
ἐν
δὲ
λιμὴν
ἐύορμος
,
ἵνʼ
οὐ
χρεὼ
πείσματός
ἐστιν
,
οὔτʼ
εὐνὰς
βαλέειν
οὔτε
πρυμνήσιʼ
ἀνάψαι
,
ἀλλʼ
ἐπικέλσαντας
μεῖναι
χρόνον
εἰς
ὅ
κε
ναυτέων
θυμὸς
ἐποτρύνῃ
καὶ
ἐπιπνεύσωσιν
ἀῆται
.
αὐτὰρ
ἐπὶ
κρατὸς
λιμένος
ῥέει
ἀγλαὸν
ὕδωρ
,
140
κρήνη
ὑπὸ
σπείους
·
περὶ
δʼ
αἴγειροι
πεφύασιν
.
ἔνθα
κατεπλέομεν
,
καί
τις
θεὸς
ἡγεμόνευεν
νύκτα
διʼ
ὀρφναίην
,
οὐδὲ
προυφαίνετʼ
ἰδέσθαι
·
ἀὴρ
γὰρ
περὶ
νηυσὶ
βαθεῖʼ
ἦν
,
οὐδὲ
σελήνη
οὐρανόθεν
προύφαινε
,
κατείχετο
δὲ
νεφέεσσιν
.
145
ἔνθʼ
οὔ
τις
τὴν
νῆσον
ἐσέδρακεν
ὀφθαλμοῖσιν
,
οὔτʼ
οὖν
κύματα
μακρὰ
κυλινδόμενα
προτὶ
χέρσον
εἰσίδομεν
,
πρὶν
νῆας
ἐυσσέλμους
ἐπικέλσαι
.
κελσάσῃσι
δὲ
νηυσὶ
καθείλομεν
ἱστία
πάντα
,
ἐκ
δὲ
καὶ
αὐτοὶ
βῆμεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
·
150
ἔνθα
δʼ
ἀποβρίξαντες
ἐμείναμεν
Ἠῶ
δῖαν
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
νῆσον
θαυμάζοντες
ἐδινεόμεσθα
κατʼ
αὐτήν
.
ὦρσαν
δὲ
νύμφαι
,
κοῦραι
Διὸς
αἰγιόχοιο
,
αἶγας
ὀρεσκῴους
,
ἵνα
δειπνήσειαν
ἑταῖροι
.
155
αὐτίκα
καμπύλα
τόξα
καὶ
αἰγανέας
δολιχαύλους
εἱλόμεθʼ
ἐκ
νηῶν
,
διὰ
δὲ
τρίχα
κοσμηθέντες
βάλλομεν
·
αἶψα
δʼ
ἔδωκε
θεὸς
μενοεικέα
θήρην
.
νῆες
μέν
μοι
ἕποντο
δυώδεκα
,
ἐς
δὲ
ἑκάστην
ἐννέα
λάγχανον
αἶγες
·
ἐμοὶ
δὲ
δέκʼ
ἔξελον
οἴῳ
.
160
ὣς
τότε
μὲν
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
ἥμεθα
δαινύμενοι
κρέα
τʼ
ἄσπετα
καὶ
μέθυ
ἡδύ
·
οὐ
γάρ
πω
νηῶν
ἐξέφθιτο
οἶνος
ἐρυθρός
,
ἀλλʼ
ἐνέην
·
πολλὸν
γὰρ
ἐν
ἀμφιφορεῦσιν
ἕκαστοι
ἠφύσαμεν
Κικόνων
.
ἱερὸν
πτολίεθρον
ἑλόντες
.
165
Κυκλώπων
δʼ
ἐς
γαῖαν
ἐλεύσσομεν
ἐγγὺς
ἐόντων
,
καπνόν
τʼ
αὐτῶν
τε
φθογγὴν
ὀίων
τε
καὶ
αἰγῶν
.
ἦμος
δʼ
ἠέλιος
κατέδυ
καὶ
ἐπὶ
κνέφας
ἦλθε
,
δὴ
τότε
κοιμήθημεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
170
καὶ
τότʼ
ἐγὼν
ἀγορὴν
θέμενος
μετὰ
πᾶσιν
ἔειπον
·
ἄλλοι
μὲν
νῦν
μίμνετʼ
,
ἐμοὶ
ἐρίηρες
ἑταῖροι
·
αὐτὰρ
ἐγὼ
σὺν
νηί
τʼ
ἐμῇ
καὶ
ἐμοῖς
ἑτάροισιν
ἐλθὼν
τῶνδʼ
ἀνδρῶν
πειρήσομαι
,
οἵ
τινές
εἰσιν
,
ἤ
ῥʼ
οἵ
γʼ
ὑβρισταί
τε
καὶ
ἄγριοι
οὐδὲ
δίκαιοι
,
175
ἦε
φιλόξεινοι
,
καί
σφιν
νόος
ἐστὶ
θεουδής
.
ὣς
εἰπὼν
ἀνὰ
νηὸς
ἔβην
,
ἐκέλευσα
δʼ
ἑταίρους
αὐτούς
τʼ
ἀμβαίνειν
ἀνά
τε
πρυμνήσια
λῦσαι
.
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
,
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
180
ἀλλʼ
ὅτε
δὴ
τὸν
χῶρον
ἀφικόμεθʼ
ἐγγὺς
ἐόντα
,
ἔνθα
δʼ
ἐπʼ
ἐσχατιῇ
σπέος
εἴδομεν
ἄγχι
θαλάσσης
,
ὑψηλόν
,
δάφνῃσι
κατηρεφές
.
ἔνθα
δὲ
πολλὰ
μῆλʼ
,
ὄιές
τε
καὶ
αἶγες
,
ἰαύεσκον
·
περὶ
δʼ
αὐλὴ
ὑψηλὴ
δέδμητο
κατωρυχέεσσι
λίθοισι
185
μακρῇσίν
τε
πίτυσσιν
ἰδὲ
δρυσὶν
ὑψικόμοισιν
.
ἔνθα
δʼ
ἀνὴρ
ἐνίαυε
πελώριος
,
ὅς
ῥα
τὰ
μῆλα
οἶος
ποιμαίνεσκεν
ἀπόπροθεν
·
οὐδὲ
μετʼ
ἄλλους
πωλεῖτʼ
,
ἀλλʼ
ἀπάνευθεν
ἐὼν
ἀθεμίστια
ᾔδη
.
καὶ
γὰρ
θαῦμʼ
ἐτέτυκτο
πελώριον
,
οὐδὲ
ἐῴκει
190
ἀνδρί
γε
σιτοφάγῳ
,
ἀλλὰ
ῥίῳ
ὑλήεντι
ὑψηλῶν
ὀρέων
,
ὅ
τε
φαίνεται
οἶον
ἀπʼ
ἄλλων
.
δὴ
τότε
τοὺς
ἄλλους
κελόμην
ἐρίηρας
ἑταίρους
αὐτοῦ
πὰρ
νηί
τε
μένειν
καὶ
νῆα
ἔρυσθαι
,
αὐτὰρ
ἐγὼ
κρίνας
ἑτάρων
δυοκαίδεκʼ
ἀρίστους
195
βῆν
·
ἀτὰρ
αἴγεον
ἀσκὸν
ἔχον
μέλανος
οἴνοιο
ἡδέος
,
ὅν
μοι
ἔδωκε
Μάρων
,
Εὐάνθεος
υἱός
,
ἱρεὺς
Ἀπόλλωνος
,
ὃς
Ἴσμαρον
ἀμφιβεβήκει
,
οὕνεκά
μιν
σὺν
παιδὶ
περισχόμεθʼ
ἠδὲ
γυναικὶ
ἁζόμενοι
·
ᾤκει
γὰρ
ἐν
ἄλσεϊ
δενδρήεντι
200
Φοίβου
Ἀπόλλωνος
.
ὁ
δέ
μοι
πόρεν
ἀγλαὰ
δῶρα
·
χρυσοῦ
μέν
μοι
ἔδωκʼ
ἐυεργέος
ἑπτὰ
τάλαντα
,
δῶκε
δέ
μοι
κρητῆρα
πανάργυρον
,
αὐτὰρ
ἔπειτα
οἶνον
ἐν
ἀμφιφορεῦσι
δυώδεκα
πᾶσιν
ἀφύσσας
ἡδὺν
ἀκηράσιον
,
θεῖον
ποτόν
·
οὐδέ
τις
αὐτὸν
205
ἠείδη
δμώων
οὐδʼ
ἀμφιπόλων
ἐνὶ
οἴκῳ
,
ἀλλʼ
αὐτὸς
ἄλοχός
τε
φίλη
ταμίη
τε
μίʼ
οἴη
.
τὸν
δʼ
ὅτε
πίνοιεν
μελιηδέα
οἶνον
ἐρυθρόν
,
ἓν
δέπας
ἐμπλήσας
ὕδατος
ἀνὰ
εἴκοσι
μέτρα
χεῦʼ
,
ὀδμὴ
δʼ
ἡδεῖα
ἀπὸ
κρητῆρος
ὀδώδει
210
θεσπεσίη
·
τότʼ
ἂν
οὔ
τοι
ἀποσχέσθαι
φίλον
ἦεν
.
τοῦ
φέρον
ἐμπλήσας
ἀσκὸν
μέγαν
,
ἐν
δὲ
καὶ
ᾖα
κωρύκῳ
·
αὐτίκα
γάρ
μοι
ὀίσατο
θυμὸς
ἀγήνωρ
ἄνδρʼ
ἐπελεύσεσθαι
μεγάλην
ἐπιειμένον
ἀλκήν
,
ἄγριον
,
οὔτε
δίκας
ἐὺ
εἰδότα
οὔτε
θέμιστας
.
215
καρπαλίμως
δʼ
εἰς
ἄντρον
ἀφικόμεθʼ
,
οὐδέ
μιν
ἔνδον
εὕρομεν
,
ἀλλʼ
ἐνόμευε
νομὸν
κάτα
πίονα
μῆλα
.
ἐλθόντες
δʼ
εἰς
ἄντρον
ἐθηεύμεσθα
ἕκαστα
.
ταρσοὶ
μὲν
τυρῶν
βρῖθον
,
στείνοντο
δὲ
σηκοὶ
ἀρνῶν
ἠδʼ
ἐρίφων
·
διακεκριμέναι
δὲ
ἕκασται
220
ἔρχατο
,
χωρὶς
μὲν
πρόγονοι
,
χωρὶς
δὲ
μέτασσαι
,
χωρὶς
δʼ
αὖθʼ
ἕρσαι
.
ναῖον
δʼ
ὀρῷ
ἄγγεα
πάντα
,
γαυλοί
τε
σκαφίδες
τε
,
τετυγμένα
,
τοῖς
ἐνάμελγεν
.
ἔνθʼ
ἐμὲ
μὲν
πρώτισθʼ
ἕταροι
λίσσοντʼ
ἐπέεσσιν
τυρῶν
αἰνυμένους
ἰέναι
πάλιν
,
αὐτὰρ
ἔπειτα
225
καρπαλίμως
ἐπὶ
νῆα
θοὴν
ἐρίφους
τε
καὶ
ἄρνας
σηκῶν
ἐξελάσαντας
ἐπιπλεῖν
ἁλμυρὸν
ὕδωρ
·
ἀλλʼ
ἐγὼ
οὐ
πιθόμην
,
ἦ
τʼ
ἂν
πολὺ
κέρδιον
ἦεν
,
ὄφρʼ
αὐτόν
τε
ἴδοιμι
,
καὶ
εἴ
μοι
ξείνια
δοίη
.
οὐδʼ
ἄρʼ
ἔμελλʼ
ἑτάροισι
φανεὶς
ἐρατεινὸς
ἔσεσθαι
.
230
ἔνθα
δὲ
πῦρ
κήαντες
ἐθύσαμεν
ἠδὲ
καὶ
αὐτοὶ
τυρῶν
αἰνύμενοι
φάγομεν
,
μένομέν
τέ
μιν
ἔνδον
ἥμενοι
,
ἧος
ἐπῆλθε
νέμων
.
φέρε
δʼ
ὄβριμον
ἄχθος
ὕλης
ἀζαλέης
,
ἵνα
οἱ
ποτιδόρπιον
εἴη
,
ἔντοσθεν
δʼ
ἄντροιο
βαλὼν
ὀρυμαγδὸν
ἔθηκεν
·
235
ἡμεῖς
δὲ
δείσαντες
ἀπεσσύμεθʼ
ἐς
μυχὸν
ἄντρου
.
αὐτὰρ
ὅ
γʼ
εἰς
εὐρὺ
σπέος
ἤλασε
πίονα
μῆλα
πάντα
μάλʼ
ὅσσʼ
ἤμελγε
,
τὰ
δʼ
ἄρσενα
λεῖπε
θύρηφιν
,
ἀρνειούς
τε
τράγους
τε
,
βαθείης
ἔκτοθεν
αὐλῆς
.
αὐτὰρ
ἔπειτʼ
ἐπέθηκε
θυρεὸν
μέγαν
ὑψόσʼ
ἀείρας
,
240
ὄβριμον
·
οὐκ
ἂν
τόν
γε
δύω
καὶ
εἴκοσʼ
ἄμαξαι
ἐσθλαὶ
τετράκυκλοι
ἀπʼ
οὔδεος
ὀχλίσσειαν
·
τόσσην
ἠλίβατον
πέτρην
ἐπέθηκε
θύρῃσιν
.
ἑζόμενος
δʼ
ἤμελγεν
ὄις
καὶ
μηκάδας
αἶγας
,
πάντα
κατὰ
μοῖραν
,
καὶ
ὑπʼ
ἔμβρυον
ἧκεν
ἑκάστῃ
.
245
αὐτίκα
δʼ
ἥμισυ
μὲν
θρέψας
λευκοῖο
γάλακτος
πλεκτοῖς
ἐν
ταλάροισιν
ἀμησάμενος
κατέθηκεν
,
ἥμισυ
δʼ
αὖτʼ
ἔστησεν
ἐν
ἄγγεσιν
,
ὄφρα
οἱ
εἴη
πίνειν
αἰνυμένῳ
καί
οἱ
ποτιδόρπιον
εἴη
.
αὐτὰρ
ἐπεὶ
δὴ
σπεῦσε
πονησάμενος
τὰ
ἃ
ἔργα
,
250
καὶ
τότε
πῦρ
ἀνέκαιε
καὶ
εἴσιδεν
,
εἴρετο
δʼ
ἡμέας
·
ὦ
ξεῖνοι
,
τίνες
ἐστέ
;
πόθεν
πλεῖθʼ
ὑγρὰ
κέλευθα
;
ἦ
τι
κατὰ
πρῆξιν
ἦ
μαψιδίως
ἀλάλησθε
,
οἷά
τε
ληιστῆρες
,
ὑπεὶρ
ἅλα
,
τοί
τʼ
ἀλόωνται
ψυχὰς
παρθέμενοι
κακὸν
ἀλλοδαποῖσι
φέροντες
;
255
ὣς
ἔφαθʼ
,
ἡμῖν
δʼ
αὖτε
κατεκλάσθη
φίλον
ἦτορ
,
δεισάντων
φθόγγον
τε
βαρὺν
αὐτόν
τε
πέλωρον
.
ἀλλὰ
καὶ
ὥς
μιν
ἔπεσσιν
ἀμειβόμενος
προσέειπον
·
ἡμεῖς
τοι
Τροίηθεν
ἀποπλαγχθέντες
Ἀχαιοὶ
παντοίοις
ἀνέμοισιν
ὑπὲρ
μέγα
λαῖτμα
θαλάσσης
,
260
οἴκαδε
ἱέμενοι
,
ἄλλην
ὁδὸν
ἄλλα
κέλευθα
ἤλθομεν
·
οὕτω
που
Ζεὺς
ἤθελε
μητίσασθαι
.
λαοὶ
δʼ
Ἀτρεΐδεω
Ἀγαμέμνονος
εὐχόμεθʼ
εἶναι
,
τοῦ
δὴ
νῦν
γε
μέγιστον
ὑπουράνιον
κλέος
ἐστί
·
τόσσην
γὰρ
διέπερσε
πόλιν
καὶ
ἀπώλεσε
λαοὺς
265
πολλούς
.
ἡμεῖς
δʼ
αὖτε
κιχανόμενοι
τὰ
σὰ
γοῦνα
ἱκόμεθʼ
,
εἴ
τι
πόροις
ξεινήιον
ἠὲ
καὶ
ἄλλως
δοίης
δωτίνην
,
ἥ
τε
ξείνων
θέμις
ἐστίν
.
ἀλλʼ
αἰδεῖο
,
φέριστε
,
θεούς
·
ἱκέται
δέ
τοί
εἰμεν
,
Ζεὺς
δʼ
ἐπιτιμήτωρ
ἱκετάων
τε
ξείνων
τε
,
270
ξείνιος
,
ὃς
ξείνοισιν
ἅμʼ
αἰδοίοισιν
ὀπηδεῖ
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμείβετο
νηλέι
θυμῷ
·
νήπιός
εἰς
,
ὦ
ξεῖνʼ
,
ἢ
τηλόθεν
εἰλήλουθας
,
ὅς
με
θεοὺς
κέλεαι
ἢ
δειδίμεν
ἢ
ἀλέασθαι
·
οὐ
γὰρ
Κύκλωπες
Διὸς
αἰγιόχου
ἀλέγουσιν
275
οὐδὲ
θεῶν
μακάρων
,
ἐπεὶ
ἦ
πολὺ
φέρτεροί
εἰμεν
·
οὐδʼ
ἂν
ἐγὼ
Διὸς
ἔχθος
ἀλευάμενος
πεφιδοίμην
οὔτε
σεῦ
οὔθʼ
ἑτάρων
,
εἰ
μὴ
θυμός
με
κελεύοι
.
ἀλλά
μοι
εἴφʼ
ὅπῃ
ἔσχες
ἰὼν
ἐυεργέα
νῆα
,
ἤ
που
ἐπʼ
ἐσχατιῆς
,
ἦ
καὶ
σχεδόν
,
ὄφρα
δαείω
.
280
ὣς
φάτο
πειράζων
,
ἐμὲ
δʼ
οὐ
λάθεν
εἰδότα
πολλά
,
ἀλλά
μιν
ἄψορρον
προσέφην
δολίοις
ἐπέεσσι
·
νέα
μέν
μοι
κατέαξε
Ποσειδάων
ἐνοσίχθων
πρὸς
πέτρῃσι
βαλὼν
ὑμῆς
ἐπὶ
πείρασι
γαίης
,
ἄκρῃ
προσπελάσας
·
ἄνεμος
δʼ
ἐκ
πόντου
ἔνεικεν
·
285
αὐτὰρ
ἐγὼ
σὺν
τοῖσδε
ὑπέκφυγον
αἰπὺν
ὄλεθρον
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
οὐδὲν
ἀμείβετο
νηλέι
θυμῷ
,
ἀλλʼ
ὅ
γʼ
ἀναΐξας
ἑτάροις
ἐπὶ
χεῖρας
ἴαλλε
,
σὺν
δὲ
δύω
μάρψας
ὥς
τε
σκύλακας
ποτὶ
γαίῃ
κόπτʼ
·
ἐκ
δʼ
ἐγκέφαλος
χαμάδις
ῥέε
,
δεῦε
δὲ
γαῖαν
.
290
τοὺς
δὲ
διὰ
μελεϊστὶ
ταμὼν
ὡπλίσσατο
δόρπον
·
ἤσθιε
δʼ
ὥς
τε
λέων
ὀρεσίτροφος
,
οὐδʼ
ἀπέλειπεν
,
ἔγκατά
τε
σάρκας
τε
καὶ
ὀστέα
μυελόεντα
.
ἡμεῖς
δὲ
κλαίοντες
ἀνεσχέθομεν
Διὶ
χεῖρας
,
σχέτλια
ἔργʼ
ὁρόωντες
,
ἀμηχανίη
δʼ
ἔχε
θυμόν
.
295
αὐτὰρ
ἐπεὶ
Κύκλωψ
μεγάλην
ἐμπλήσατο
νηδὺν
ἀνδρόμεα
κρέʼ
ἔδων
καὶ
ἐπʼ
ἄκρητον
γάλα
πίνων
,
κεῖτʼ
ἔντοσθʼ
ἄντροιο
τανυσσάμενος
διὰ
μήλων
.
τὸν
μὲν
ἐγὼ
βούλευσα
κατὰ
μεγαλήτορα
θυμὸν
ἆσσον
ἰών
,
ξίφος
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
,
300
οὐτάμεναι
πρὸς
στῆθος
,
ὅθι
φρένες
ἧπαρ
ἔχουσι
,
χείρʼ
ἐπιμασσάμενος
·
ἕτερος
δέ
με
θυμὸς
ἔρυκεν
.
αὐτοῦ
γάρ
κε
καὶ
ἄμμες
ἀπωλόμεθʼ
αἰπὺν
ὄλεθρον
·
οὐ
γάρ
κεν
δυνάμεσθα
θυράων
ὑψηλάων
χερσὶν
ἀπώσασθαι
λίθον
ὄβριμον
,
ὃν
προσέθηκεν
.
305
ὣς
τότε
μὲν
στενάχοντες
ἐμείναμεν
Ἠῶ
δῖαν
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
καὶ
τότε
πῦρ
ἀνέκαιε
καὶ
ἤμελγε
κλυτὰ
μῆλα
,
πάντα
κατὰ
μοῖραν
,
καὶ
ὑπʼ
ἔμβρυον
ἧκεν
ἑκάστῃ
.
αὐτὰρ
ἐπεὶ
δὴ
σπεῦσε
πονησάμενος
τὰ
ἃ
ἔργα
,
310
σὺν
δʼ
ὅ
γε
δὴ
αὖτε
δύω
μάρψας
ὡπλίσσατο
δεῖπνον
.
δειπνήσας
δʼ
ἄντρου
ἐξήλασε
πίονα
μῆλα
,
ῥηιδίως
ἀφελὼν
θυρεὸν
μέγαν
·
αὐτὰρ
ἔπειτα
ἂψ
ἐπέθηχʼ
,
ὡς
εἴ
τε
φαρέτρῃ
πῶμʼ
ἐπιθείη
.
πολλῇ
δὲ
ῥοίζῳ
πρὸς
ὄρος
τρέπε
πίονα
μῆλα
315
Κύκλωψ
·
αὐτὰρ
ἐγὼ
λιπόμην
κακὰ
βυσσοδομεύων
,
εἴ
πως
τισαίμην
,
δοίη
δέ
μοι
εὖχος
Ἀθήνη
.
ἥδε
δέ
μοι
κατὰ
θυμὸν
ἀρίστη
φαίνετο
βουλή
.
Κύκλωπος
γὰρ
ἔκειτο
μέγα
ῥόπαλον
παρὰ
σηκῷ
,
χλωρὸν
ἐλαΐνεον
·
τὸ
μὲν
ἔκταμεν
,
ὄφρα
φοροίη
320
αὐανθέν
.
τὸ
μὲν
ἄμμες
ἐίσκομεν
εἰσορόωντες
ὅσσον
θʼ
ἱστὸν
νηὸς
ἐεικοσόροιο
μελαίνης
,
φορτίδος
εὐρείης
,
ἥ
τʼ
ἐκπεράᾳ
μέγα
λαῖτμα
·
τόσσον
ἔην
μῆκος
,
τόσσον
πάχος
εἰσοράασθαι
.
τοῦ
μὲν
ὅσον
τʼ
ὄργυιαν
ἐγὼν
ἀπέκοψα
παραστὰς
325
καὶ
παρέθηχʼ
ἑτάροισιν
,
ἀποξῦναι
δʼ
ἐκέλευσα
·
οἱ
δʼ
ὁμαλὸν
ποίησαν
·
ἐγὼ
δʼ
ἐθόωσα
παραστὰς
ἄκρον
,
ἄφαρ
δὲ
λαβὼν
ἐπυράκτεον
ἐν
πυρὶ
κηλέῳ
.
καὶ
τὸ
μὲν
εὖ
κατέθηκα
κατακρύψας
ὑπὸ
κόπρῳ
,
ἥ
ῥα
κατὰ
σπείους
κέχυτο
μεγάλʼ
ἤλιθα
πολλή
·
330
αὐτὰρ
τοὺς
ἄλλους
κλήρῳ
πεπαλάσθαι
ἄνωγον
,
ὅς
τις
τολμήσειεν
ἐμοὶ
σὺν
μοχλὸν
ἀείρας
τρῖψαι
ἐν
ὀφθαλμῷ
,
ὅτε
τὸν
γλυκὺς
ὕπνος
ἱκάνοι
.
οἱ
δʼ
ἔλαχον
τοὺς
ἄν
κε
καὶ
ἤθελον
αὐτὸς
ἑλέσθαι
,
τέσσαρες
,
αὐτὰρ
ἐγὼ
πέμπτος
μετὰ
τοῖσιν
ἐλέγμην
.
335
ἑσπέριος
δʼ
ἦλθεν
καλλίτριχα
μῆλα
νομεύων
.
αὐτίκα
δʼ
εἰς
εὐρὺ
σπέος
ἤλασε
πίονα
μῆλα
πάντα
μάλʼ
,
οὐδέ
τι
λεῖπε
βαθείης
ἔκτοθεν
αὐλῆς
,
ἤ
τι
ὀισάμενος
,
ἢ
καὶ
θεὸς
ὣς
ἐκέλευσεν
.
αὐτὰρ
ἔπειτʼ
ἐπέθηκε
θυρεὸν
μέγαν
ὑψόσʼ
ἀείρας
,
340
ἑζόμενος
δʼ
ἤμελγεν
ὄις
καὶ
μηκάδας
αἶγας
,
πάντα
κατὰ
μοῖραν
,
καὶ
ὑπʼ
ἔμβρυον
ἧκεν
ἑκάστῃ
.
αὐτὰρ
ἐπεὶ
δὴ
σπεῦσε
πονησάμενος
τὰ
ἃ
ἔργα
,
σὺν
δʼ
ὅ
γε
δὴ
αὖτε
δύω
μάρψας
ὡπλίσσατο
δόρπον
.
καὶ
τότʼ
ἐγὼ
Κύκλωπα
προσηύδων
ἄγχι
παραστάς
,
345
κισσύβιον
μετὰ
χερσὶν
ἔχων
μέλανος
οἴνοιο
·
Κύκλωψ
,
τῆ
,
πίε
οἶνον
,
ἐπεὶ
φάγες
ἀνδρόμεα
κρέα
,
ὄφρʼ
εἰδῇς
οἷόν
τι
ποτὸν
τόδε
νηῦς
ἐκεκεύθει
ἡμετέρη
.
σοὶ
δʼ
αὖ
λοιβὴν
φέρον
,
εἴ
μʼ
ἐλεήσας
οἴκαδε
πέμψειας
·
σὺ
δὲ
μαίνεαι
οὐκέτʼ
ἀνεκτῶς
.
350
σχέτλιε
,
πῶς
κέν
τίς
σε
καὶ
ὕστερον
ἄλλος
ἵκοιτο
ἀνθρώπων
πολέων
,
ἐπεὶ
οὐ
κατὰ
μοῖραν
ἔρεξας
;
ὣς
ἐφάμην
,
ὁ
δʼ
ἔδεκτο
καὶ
ἔκπιεν
·
ἥσατο
δʼ
αἰνῶς
ἡδὺ
ποτὸν
πίνων
καὶ
μʼ
ᾔτεε
δεύτερον
αὖτις
·
δός
μοι
ἔτι
πρόφρων
,
καί
μοι
τεὸν
οὔνομα
εἰπὲ
355
αὐτίκα
νῦν
,
ἵνα
τοι
δῶ
ξείνιον
,
ᾧ
κε
σὺ
χαίρῃς
·
καὶ
γὰρ
Κυκλώπεσσι
φέρει
ζείδωρος
ἄρουρα
οἶνον
ἐριστάφυλον
,
καί
σφιν
Διὸς
ὄμβρος
ἀέξει
·
ἀλλὰ
τόδʼ
ἀμβροσίης
καὶ
νέκταρός
ἐστιν
ἀπορρώξ
.
ὣς
φάτʼ
,
ἀτάρ
οἱ
αὖτις
ἐγὼ
πόρον
αἴθοπα
οἶνον
.
360
τρὶς
μὲν
ἔδωκα
φέρων
,
τρὶς
δʼ
ἔκπιεν
ἀφραδίῃσιν
.
αὐτὰρ
ἐπεὶ
Κύκλωπα
περὶ
φρένας
ἤλυθεν
οἶνος
,
καὶ
τότε
δή
μιν
ἔπεσσι
προσηύδων
μειλιχίοισι
·
Κύκλωψ
,
εἰρωτᾷς
μʼ
ὄνομα
κλυτόν
,
αὐτὰρ
ἐγώ
τοι
ἐξερέω
·
σὺ
δέ
μοι
δὸς
ξείνιον
,
ὥς
περ
ὑπέστης
.
365
Οὖτις
ἐμοί
γʼ
ὄνομα
·
Οὖτιν
δέ
με
κικλήσκουσι
μήτηρ
ἠδὲ
πατὴρ
ἠδʼ
ἄλλοι
πάντες
ἑταῖροι
.
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
αὐτίκʼ
ἀμείβετο
νηλέι
θυμῷ
·
Οὖτιν
ἐγὼ
πύματον
ἔδομαι
μετὰ
οἷς
ἑτάροισιν
,
τοὺς
δʼ
ἄλλους
πρόσθεν
·
τὸ
δέ
τοι
ξεινήιον
ἔσται
.
370
ἦ
καὶ
ἀνακλινθεὶς
πέσεν
ὕπτιος
,
αὐτὰρ
ἔπειτα
κεῖτʼ
ἀποδοχμώσας
παχὺν
αὐχένα
,
κὰδ
δέ
μιν
ὕπνος
ᾕρει
πανδαμάτωρ
·
φάρυγος
δʼ
ἐξέσσυτο
οἶνος
ψωμοί
τʼ
ἀνδρόμεοι
·
ὁ
δʼ
ἐρεύγετο
οἰνοβαρείων
.
καὶ
τότʼ
ἐγὼ
τὸν
μοχλὸν
ὑπὸ
σποδοῦ
ἤλασα
πολλῆς
,
375
ἧος
θερμαίνοιτο
·
ἔπεσσι
δὲ
πάντας
ἑταίρους
θάρσυνον
,
μή
τίς
μοι
ὑποδείσας
ἀναδύη
.
ἀλλʼ
ὅτε
δὴ
τάχʼ
ὁ
μοχλὸς
ἐλάινος
ἐν
πυρὶ
μέλλεν
ἅψεσθαι
,
χλωρός
περ
ἐών
,
διεφαίνετο
δʼ
αἰνῶς
,
καὶ
τότʼ
ἐγὼν
ἆσσον
φέρον
ἐκ
πυρός
,
ἀμφὶ
δʼ
ἑταῖροι
380
ἵσταντʼ
·
αὐτὰρ
θάρσος
ἐνέπνευσεν
μέγα
δαίμων
.
οἱ
μὲν
μοχλὸν
ἑλόντες
ἐλάινον
,
ὀξὺν
ἐπʼ
ἄκρῳ
,
ὀφθαλμῷ
ἐνέρεισαν
·
ἐγὼ
δʼ
ἐφύπερθεν
ἐρεισθεὶς
δίνεον
,
ὡς
ὅτε
τις
τρυπῷ
δόρυ
νήιον
ἀνὴρ
τρυπάνῳ
,
οἱ
δέ
τʼ
ἔνερθεν
ὑποσσείουσιν
ἱμάντι
385
ἁψάμενοι
ἑκάτερθε
,
τὸ
δὲ
τρέχει
ἐμμενὲς
αἰεί
.
ὣς
τοῦ
ἐν
ὀφθαλμῷ
πυριήκεα
μοχλὸν
ἑλόντες
δινέομεν
,
τὸν
δʼ
αἷμα
περίρρεε
θερμὸν
ἐόντα
.
πάντα
δέ
οἱ
βλέφαρʼ
ἀμφὶ
καὶ
ὀφρύας
εὗσεν
ἀυτμὴ
γλήνης
καιομένης
,
σφαραγεῦντο
δέ
οἱ
πυρὶ
ῥίζαι
.
390
ὡς
δʼ
ὅτʼ
ἀνὴρ
χαλκεὺς
πέλεκυν
μέγαν
ἠὲ
σκέπαρνον
εἰν
ὕδατι
ψυχρῷ
βάπτῃ
μεγάλα
ἰάχοντα
φαρμάσσων
·
τὸ
γὰρ
αὖτε
σιδήρου
γε
κράτος
ἐστίν
ὣς
τοῦ
σίζʼ
ὀφθαλμὸς
ἐλαϊνέῳ
περὶ
μοχλῷ
.
σμερδαλέον
δὲ
μέγʼ
ᾤμωξεν
,
περὶ
δʼ
ἴαχε
πέτρη
,
395
ἡμεῖς
δὲ
δείσαντες
ἀπεσσύμεθʼ
·
αὐτὰρ
ὁ
μοχλὸν
ἐξέρυσʼ
ὀφθαλμοῖο
πεφυρμένον
αἵματι
πολλῷ
.
τὸν
μὲν
ἔπειτʼ
ἔρριψεν
ἀπὸ
ἕο
χερσὶν
ἀλύων
,
αὐτὰρ
ὁ
Κύκλωπας
μεγάλʼ
ἤπυεν
,
οἵ
ῥά
μιν
ἀμφὶς
ᾤκεον
ἐν
σπήεσσι
διʼ
ἄκριας
ἠνεμοέσσας
.
400
οἱ
δὲ
βοῆς
ἀίοντες
ἐφοίτων
ἄλλοθεν
ἄλλος
,
ἱστάμενοι
δʼ
εἴροντο
περὶ
σπέος
ὅττι
ἑ
κήδοι
·
τίπτε
τόσον
,
Πολύφημʼ
,
ἀρημένος
ὧδʼ
ἐβόησας
νύκτα
διʼ
ἀμβροσίην
καὶ
ἀύπνους
ἄμμε
τίθησθα
;
ἦ
μή
τίς
σευ
μῆλα
βροτῶν
ἀέκοντος
ἐλαύνει
;
405
ἦ
μή
τίς
σʼ
αὐτὸν
κτείνει
δόλῳ
ἠὲ
βίηφιν
;
τοὺς
δʼ
αὖτʼ
ἐξ
ἄντρου
προσέφη
κρατερὸς
Πολύφημος
·
ὦ
φίλοι
,
Οὖτίς
με
κτείνει
δόλῳ
οὐδὲ
βίηφιν
.
οἱ
δʼ
ἀπαμειβόμενοι
ἔπεα
πτερόεντʼ
ἀγόρευον
·
εἰ
μὲν
δὴ
μή
τίς
σε
βιάζεται
οἶον
ἐόντα
,
410
νοῦσον
γʼ
οὔ
πως
ἔστι
Διὸς
μεγάλου
ἀλέασθαι
,
ἀλλὰ
σύ
γʼ
εὔχεο
πατρὶ
Ποσειδάωνι
ἄνακτι
.
ὣς
ἄρʼ
ἔφαν
ἀπιόντες
,
ἐμὸν
δʼ
ἐγέλασσε
φίλον
κῆρ
,
ὡς
ὄνομʼ
ἐξαπάτησεν
ἐμὸν
καὶ
μῆτις
ἀμύμων
.
Κύκλωψ
δὲ
στενάχων
τε
καὶ
ὠδίνων
ὀδύνῃσι
415
χερσὶ
ψηλαφόων
ἀπὸ
μὲν
λίθον
εἷλε
θυράων
,
αὐτὸς
δʼ
εἰνὶ
θύρῃσι
καθέζετο
χεῖρε
πετάσσας
,
εἴ
τινά
που
μετʼ
ὄεσσι
λάβοι
στείχοντα
θύραζε
·
οὕτω
γάρ
πού
μʼ
ἤλπετʼ
ἐνὶ
φρεσὶ
νήπιον
εἶναι
.
αὐτὰρ
ἐγὼ
βούλευον
,
ὅπως
ὄχʼ
ἄριστα
γένοιτο
,
420
εἴ
τινʼ
ἑταίροισιν
θανάτου
λύσιν
ἠδʼ
ἐμοὶ
αὐτῷ
εὑροίμην
·
πάντας
δὲ
δόλους
καὶ
μῆτιν
ὕφαινον
ὥς
τε
περὶ
ψυχῆς
·
μέγα
γὰρ
κακὸν
ἐγγύθεν
ἦεν
.
ἥδε
δέ
μοι
κατὰ
θυμὸν
ἀρίστη
φαίνετο
βουλή
.
ἄρσενες
ὄιες
ἦσαν
ἐυτρεφέες
,
δασύμαλλοι
,
425
καλοί
τε
μεγάλοι
τε
,
ἰοδνεφὲς
εἶρος
ἔχοντες
·
τοὺς
ἀκέων
συνέεργον
ἐυστρεφέεσσι
λύγοισιν
,
τῇς
ἔπι
Κύκλωψ
εὗδε
πέλωρ
,
ἀθεμίστια
εἰδώς
,
σύντρεις
αἰνύμενος
·
ὁ
μὲν
ἐν
μέσῳ
ἄνδρα
φέρεσκε
,
τὼ
δʼ
ἑτέρω
ἑκάτερθεν
ἴτην
σώοντες
ἑταίρους
.
430
τρεῖς
δὲ
ἕκαστον
φῶτʼ
ὄιες
φέρον
·
αὐτὰρ
ἐγώ
γε
—
ἀρνειὸς
γὰρ
ἔην
μήλων
ὄχʼ
ἄριστος
ἁπάντων
,
τοῦ
κατὰ
νῶτα
λαβών
,
λασίην
ὑπὸ
γαστέρʼ
ἐλυσθεὶς
κείμην
·
αὐτὰρ
χερσὶν
ἀώτου
θεσπεσίοιο
νωλεμέως
στρεφθεὶς
ἐχόμην
τετληότι
θυμῷ
.
435
ὣς
τότε
μὲν
στενάχοντες
ἐμείναμεν
Ἠῶ
δῖαν
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
καὶ
τότʼ
ἔπειτα
νομόνδʼ
ἐξέσσυτο
ἄρσενα
μῆλα
,
θήλειαι
δὲ
μέμηκον
ἀνήμελκτοι
περὶ
σηκούς
·
οὔθατα
γὰρ
σφαραγεῦντο
.
ἄναξ
δʼ
ὀδύνῃσι
κακῇσι
440
τειρόμενος
πάντων
ὀίων
ἐπεμαίετο
νῶτα
ὀρθῶν
ἑσταότων
·
τὸ
δὲ
νήπιος
οὐκ
ἐνόησεν
,
ὥς
οἱ
ὑπʼ
εἰροπόκων
ὀίων
στέρνοισι
δέδεντο
.
ὕστατος
ἀρνειὸς
μήλων
ἔστειχε
θύραζε
λάχνῳ
στεινόμενος
καὶ
ἐμοὶ
πυκινὰ
φρονέοντι
.
445
τὸν
δʼ
ἐπιμασσάμενος
προσέφη
κρατερὸς
Πολύφημος
·
κριὲ
πέπον
,
τί
μοι
ὧδε
διὰ
σπέος
ἔσσυο
μήλων
ὕστατος
;
οὔ
τι
πάρος
γε
λελειμμένος
ἔρχεαι
οἰῶν
,
ἀλλὰ
πολὺ
πρῶτος
νέμεαι
τέρεν
ʼ
ἄνθεα
ποίης
μακρὰ
βιβάς
,
πρῶτος
δὲ
ῥοὰς
ποταμῶν
ἀφικάνεις
,
450
πρῶτος
δὲ
σταθμόνδε
λιλαίεαι
ἀπονέεσθαι
ἑσπέριος
·
νῦν
αὖτε
πανύστατος
.
ἦ
σύ
γʼ
ἄνακτος
ὀφθαλμὸν
ποθέεις
,
τὸν
ἀνὴρ
κακὸς
ἐξαλάωσε
σὺν
λυγροῖς
ἑτάροισι
δαμασσάμενος
φρένας
οἴνῳ
,
Οὖτις
,
ὃν
οὔ
πώ
φημι
πεφυγμένον
εἶναι
ὄλεθρον
.
455
εἰ
δὴ
ὁμοφρονέοις
ποτιφωνήεις
τε
γένοιο
εἰπεῖν
ὅππῃ
κεῖνος
ἐμὸν
μένος
ἠλασκάζει
·
τῷ
κέ
οἱ
ἐγκέφαλός
γε
διὰ
σπέος
ἄλλυδις
ἄλλῃ
θεινομένου
ῥαίοιτο
πρὸς
οὔδεϊ
,
κὰδ
δέ
κʼ
ἐμὸν
κῆρ
λωφήσειε
κακῶν
,
τά
μοι
οὐτιδανὸς
πόρεν
Οὖτις
.
460
ὣς
εἰπὼν
τὸν
κριὸν
ἀπὸ
ἕο
πέμπε
θύραζε
.
ἐλθόντες
δʼ
ἠβαιὸν
ἀπὸ
σπείους
τε
καὶ
αὐλῆς
πρῶτος
ὑπʼ
ἀρνειοῦ
λυόμην
,
ὑπέλυσα
δʼ
ἑταίρους
.
καρπαλίμως
δὲ
τὰ
μῆλα
ταναύποδα
,
πίονα
δημῷ
,
πολλὰ
περιτροπέοντες
ἐλαύνομεν
,
ὄφρʼ
ἐπὶ
νῆα
465
ἱκόμεθʼ
.
ἀσπάσιοι
δὲ
φίλοις
ἑτάροισι
φάνημεν
,
οἳ
φύγομεν
θάνατον
,
τοὺς
δὲ
στενάχοντο
γοῶντες
.
ἀλλʼ
ἐγὼ
οὐκ
εἴων
,
ἀνὰ
δʼ
ὀφρύσι
νεῦον
ἑκάστῳ
,
κλαίειν
,
ἀλλʼ
ἐκέλευσα
θοῶς
καλλίτριχα
μῆλα
πόλλʼ
ἐν
νηὶ
βαλόντας
ἐπιπλεῖν
ἁλμυρὸν
ὕδωρ
.
470
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
,
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
ἀλλʼ
ὅτε
τόσσον
ἀπῆν
,
ὅσσον
τε
γέγωνε
βοήσας
,
καὶ
τότʼ
ἐγὼ
Κύκλωπα
προσηύδων
κερτομίοισι
·
Κύκλωψ
,
οὐκ
ἄρʼ
ἔμελλες
ἀνάλκιδος
ἀνδρὸς
ἑταίρους
475
ἔδμεναι
ἐν
σπῆι
γλαφυρῷ
κρατερῆφι
βίηφι
.
καὶ
λίην
σέ
γʼ
ἔμελλε
κιχήσεσθαι
κακὰ
ἔργα
,
σχέτλιʼ
,
ἐπεὶ
ξείνους
οὐχ
ἅζεο
σῷ
ἐνὶ
οἴκῳ
ἐσθέμεναι
·
τῷ
σε
Ζεὺς
τίσατο
καὶ
θεοὶ
ἄλλοι
.
ὣς
ἐφάμην
,
ὁ
δʼ
ἔπειτα
χολώσατο
κηρόθι
μᾶλλον
,
480
ἧκε
δʼ
ἀπορρήξας
κορυφὴν
ὄρεος
μεγάλοιο
,
κὰδ
δʼ
ἔβαλε
προπάροιθε
νεὸς
κυανοπρῴροιο
τυτθόν
,
ἐδεύησεν
δʼ
οἰήιον
ἄκρον
ἱκέσθαι
,
ἐκλύσθη
δὲ
θάλασσα
κατερχομένης
ὑπὸ
πέτρης
·
τὴν
δʼ
αἶψʼ
ἤπειρόνδε
παλιρρόθιον
φέρε
κῦμα
,
485
πλημυρὶς
ἐκ
πόντοιο
,
θέμωσε
δὲ
χέρσον
ἱκέσθαι
.
αὐτὰρ
ἐγὼ
χείρεσσι
λαβὼν
περιμήκεα
κοντὸν
ὦσα
παρέξ
,
ἑτάροισι
δʼ
ἐποτρύνας
ἐκέλευσα
ἐμβαλέειν
κώπῃς
,
ἵνʼ
ὑπὲκ
κακότητα
φύγοιμεν
,
κρατὶ
κατανεύων
·
οἱ
δὲ
προπεσόντες
ἔρεσσον
.
490
ἀλλʼ
ὅτε
δὴ
δὶς
τόσσον
ἅλα
πρήσσοντες
ἀπῆμεν
,
καὶ
τότε
δὴ
Κύκλωπα
προσηύδων
·
ἀμφὶ
δʼ
ἑταῖροι
μειλιχίοις
ἐπέεσσιν
ἐρήτυον
ἄλλοθεν
ἄλλος
·
σχέτλιε
,
τίπτʼ
ἐθέλεις
ἐρεθιζέμεν
ἄγριον
ἄνδρα
;
ὃς
καὶ
νῦν
πόντονδε
βαλὼν
βέλος
ἤγαγε
νῆα
495
αὖτις
ἐς
ἤπειρον
,
καὶ
δὴ
φάμεν
αὐτόθʼ
ὀλέσθαι
.
εἰ
δὲ
φθεγξαμένου
τευ
ἢ
αὐδήσαντος
ἄκουσε
,
σύν
κεν
ἄραξʼ
ἡμέων
κεφαλὰς
καὶ
νήια
δοῦρα
μαρμάρῳ
ὀκριόεντι
βαλών
·
τόσσον
γὰρ
ἵησιν
.
ὣς
φάσαν
,
ἀλλʼ
οὐ
πεῖθον
ἐμὸν
μεγαλήτορα
θυμόν
,
500
ἀλλά
μιν
ἄψορρον
προσέφην
κεκοτηότι
θυμῷ
·
Κύκλωψ
,
αἴ
κέν
τίς
σε
καταθνητῶν
ἀνθρώπων
ὀφθαλμοῦ
εἴρηται
ἀεικελίην
ἀλαωτύν
,
φάσθαι
Ὀδυσσῆα
πτολιπόρθιον
ἐξαλαῶσαι
,
υἱὸν
Λαέρτεω
,
Ἰθάκῃ
ἔνι
οἰκίʼ
ἔχοντα
.
505
ὣς
ἐφάμην
,
ὁ
δέ
μʼ
οἰμώξας
ἠμείβετο
μύθῳ
·
ὢ
πόποι
,
ἦ
μάλα
δή
με
παλαίφατα
θέσφαθʼ
ἱκάνει
.
ἔσκε
τις
ἐνθάδε
μάντις
ἀνὴρ
ἠύς
τε
μέγας
τε
,
Τήλεμος
Εὐρυμίδης
,
ὃς
μαντοσύνῃ
ἐκέκαστο
καὶ
μαντευόμενος
κατεγήρα
Κυκλώπεσσιν
·
510
ὅς
μοι
ἔφη
τάδε
πάντα
τελευτήσεσθαι
ὀπίσσω
,
χειρῶν
ἐξ
Ὀδυσῆος
ἁμαρτήσεσθαι
ὀπωπῆς
.
ἀλλʼ
αἰεί
τινα
φῶτα
μέγαν
καὶ
καλὸν
ἐδέγμην
ἐνθάδʼ
ἐλεύσεσθαι
,
μεγάλην
ἐπιειμένον
ἀλκήν
·
νῦν
δέ
μʼ
ἐὼν
ὀλίγος
τε
καὶ
οὐτιδανὸς
καὶ
ἄκικυς
515
ὀφθαλμοῦ
ἀλάωσεν
,
ἐπεί
μʼ
ἐδαμάσσατο
οἴνῳ
.
ἀλλʼ
ἄγε
δεῦρʼ
,
Ὀδυσεῦ
,
ἵνα
τοι
πὰρ
ξείνια
θείω
πομπήν
τʼ
ὀτρύνω
δόμεναι
κλυτὸν
ἐννοσίγαιον
·
τοῦ
γὰρ
ἐγὼ
πάϊς
εἰμί
,
πατὴρ
δʼ
ἐμὸς
εὔχεται
εἶναι
.
αὐτὸς
δʼ
,
αἴ
κʼ
ἐθέλῃσʼ
,
ἰήσεται
,
οὐδέ
τις
ἄλλος
520
οὔτε
θεῶν
μακάρων
οὔτε
θνητῶν
ἀνθρώπων
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
αἲ
γὰρ
δὴ
ψυχῆς
τε
καὶ
αἰῶνός
σε
δυναίμην
εὖνιν
ποιήσας
πέμψαι
δόμον
Ἄϊδος
εἴσω
,
ὡς
οὐκ
ὀφθαλμόν
γʼ
ἰήσεται
οὐδʼ
ἐνοσίχθων
.
525
ὣς
ἐφάμην
,
ὁ
δʼ
ἔπειτα
Ποσειδάωνι
ἄνακτι
εὔχετο
χεῖρʼ
ὀρέγων
εἰς
οὐρανὸν
ἀστερόεντα
·
κλῦθι
,
Ποσείδαον
γαιήοχε
κυανοχαῖτα
,
εἰ
ἐτεόν
γε
σός
εἰμι
,
πατὴρ
δʼ
ἐμὸς
εὔχεαι
εἶναι
,
δὸς
μὴ
Ὀδυσσῆα
πτολιπόρθιον
οἴκαδʼ
ἱκέσθαι
530
υἱὸν
Λαέρτεω
,
Ἰθάκῃ
ἔνι
οἰκίʼ
ἔχοντα
.
ἀλλʼ
εἴ
οἱ
μοῖρʼ
ἐστὶ
φίλους
τʼ
ἰδέειν
καὶ
ἱκέσθαι
οἶκον
ἐυκτίμενον
καὶ
ἑὴν
ἐς
πατρίδα
γαῖαν
,
ὀψὲ
κακῶς
ἔλθοι
,
ὀλέσας
ἄπο
πάντας
ἑταίρους
,
νηὸς
ἐπʼ
ἀλλοτρίης
,
εὕροι
δʼ
ἐν
πήματα
οἴκῳ
.
535
ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
κυανοχαίτης
.
αὐτὰρ
ὅ
γʼ
ἐξαῦτις
πολὺ
μείζονα
λᾶαν
ἀείρας
ἧκʼ
ἐπιδινήσας
,
ἐπέρεισε
δὲ
ἶνʼ
ἀπέλεθρον
,
κὰδʼ
δʼ
ἔβαλεν
μετόπισθε
νεὸς
κυανοπρῴροιο
τυτθόν
,
ἐδεύησεν
δʼ
οἰήιον
ἄκρον
ἱκέσθαι
.
540
ἐκλύσθη
δὲ
θάλασσα
κατερχομένης
ὑπὸ
πέτρης
·
τὴν
δὲ
πρόσω
φέρε
κῦμα
,
θέμωσε
δὲ
χέρσον
ἱκέσθαι
.
ἀλλʼ
ὅτε
δὴ
τὴν
νῆσον
ἀφικόμεθʼ
,
ἔνθα
περ
ἄλλαι
νῆες
ἐύσσελμοι
μένον
ἁθρόαι
,
ἀμφὶ
δʼ
ἑταῖροι
ἥατʼ
ὀδυρόμενοι
,
ἡμέας
ποτιδέγμενοι
αἰεί
,
545
νῆα
μὲν
ἔνθʼ
ἐλθόντες
ἐκέλσαμεν
ἐν
ψαμάθοισιν
,
ἐκ
δὲ
καὶ
αὐτοὶ
βῆμεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
μῆλα
δὲ
Κύκλωπος
γλαφυρῆς
ἐκ
νηὸς
ἑλόντες
δασσάμεθʼ
,
ὡς
μή
τίς
μοι
ἀτεμβόμενος
κίοι
ἴσης
.
ἀρνειὸν
δʼ
ἐμοὶ
οἴῳ
ἐυκνήμιδες
ἑταῖροι
550
μήλων
δαιομένων
δόσαν
ἔξοχα
·
τὸν
δʼ
ἐπὶ
θινὶ
Ζηνὶ
κελαινεφέι
Κρονίδῃ
,
ὃς
πᾶσιν
ἀνάσσει
,
ῥέξας
μηρίʼ
ἔκαιον
·
ὁ
δʼ
οὐκ
ἐμπάζετο
ἱρῶν
,
ἀλλʼ
ὅ
γε
μερμήριξεν
ὅπως
ἀπολοίατο
πᾶσαι
νῆες
ἐύσσελμοι
καὶ
ἐμοὶ
ἐρίηρες
ἑταῖροι
.
555
ὣς
τότε
μὲν
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
ἥμεθα
δαινύμενοι
κρέα
τʼ
ἄσπετα
καὶ
μέθυ
ἡδύ
·
ἦμος
δʼ
ἠέλιος
κατέδυ
καὶ
ἐπὶ
κνέφας
ἦλθε
,
δὴ
τότε
κοιμήθημεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
560
δὴ
τότʼ
ἐγὼν
ἑτάροισιν
ἐποτρύνας
ἐκέλευσα
αὐτούς
τʼ
ἀμβαίνειν
ἀνά
τε
πρυμνήσια
λῦσαι
·
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
,
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
ἔνθεν
δὲ
προτέρω
πλέομεν
ἀκαχήμενοι
ἦτορ
,
565
ἄσμενοι
ἐκ
θανάτοιο
,
φίλους
ὀλέσαντες
ἑταίρους
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.