ὧς
ὁ
μὲν
ἔνθʼ
ἠρᾶτο
πολύτλας
δῖος
Ὀδυσσεύς
,
1
κούρην
δὲ
προτὶ
ἄστυ
φέρεν
μένος
ἡμιόνοιιν
.
ἡ
δʼ
ὅτε
δὴ
οὗ
πατρὸς
ἀγακλυτὰ
δώμαθʼ
ἵκανε
,
στῆσεν
ἄρʼ
ἐν
προθύροισι
,
κασίγνητοι
δέ
μιν
ἀμφὶς
ἵσταντʼ
ἀθανάτοις
ἐναλίγκιοι
,
οἵ
ῥʼ
ὑπʼ
ἀπήνης
5
ἡμιόνους
ἔλυον
ἐσθῆτά
τε
ἔσφερον
εἴσω
.
αὐτὴ
δʼ
ἐς
θάλαμον
ἑὸν
ἤιε
·
δαῖε
δέ
οἱ
πῦρ
γρῆυς
Ἀπειραίη
,
θαλαμηπόλος
Εὐρυμέδουσα
,
τήν
ποτʼ
Ἀπείρηθεν
νέες
ἤγαγον
ἀμφιέλισσαι
·
Ἀλκινόῳ
δʼ
αὐτὴν
γέρας
ἔξελον
,
οὕνεκα
πᾶσιν
10
Φαιήκεσσιν
ἄνασσε
,
θεοῦ
δʼ
ὣς
δῆμος
ἄκουεν
·
ἣ
τρέφε
Ναυσικάαν
λευκώλενον
ἐν
μεγάροισιν
.
ἥ
οἱ
πῦρ
ἀνέκαιε
καὶ
εἴσω
δόρπον
ἐκόσμει
.
καὶ
τότʼ
Ὀδυσσεὺς
ὦρτο
πόλινδʼ
ἴμεν
·
ἀμφὶ
δʼ
Ἀθήνη
πολλὴν
ἠέρα
χεῦε
φίλα
φρονέουσʼ
Ὀδυσῆι
,
15
μή
τις
Φαιήκων
μεγαθύμων
ἀντιβολήσας
κερτομέοι
τʼ
ἐπέεσσι
καὶ
ἐξερέοιθʼ
ὅτις
εἴη
.
ἀλλʼ
ὅτε
δὴ
ἄρʼ
ἔμελλε
πόλιν
δύσεσθαι
ἐραννήν
,
ἔνθα
οἱ
ἀντεβόλησε
θεά
,
γλαυκῶπις
Ἀθήνη
,
παρθενικῇ
ἐικυῖα
νεήνιδι
,
κάλπιν
ἐχούσῃ
.
20
στῆ
δὲ
πρόσθʼ
αὐτοῦ
,
ὁ
δʼ
ἀνείρετο
δῖος
Ὀδυσσεύς
·
ὦ
τέκος
,
οὐκ
ἄν
μοι
δόμον
ἀνέρος
ἡγήσαιο
Ἀλκινόου
,
ὃς
τοῖσδε
μετʼ
ἀνθρώποισι
ἀνάσσει
;
καὶ
γὰρ
ἐγὼ
ξεῖνος
ταλαπείριος
ἐνθάδʼ
ἱκάνω
τηλόθεν
ἐξ
ἀπίης
γαίης
·
τῷ
οὔ
τινα
οἶδα
25
ἀνθρώπων
,
οἳ
τήνδε
πόλιν
καὶ
γαῖαν
ἔχουσιν
.
τὸν
δʼ
αὖτε
προσέειπε
θεά
,
γλαυκῶπις
Ἀθήνη
·
τοιγὰρ
ἐγώ
τοι
,
ξεῖνε
πάτερ
,
δόμον
,
ὅν
με
κελεύεις
,
δείξω
,
ἐπεί
μοι
πατρὸς
ἀμύμονος
ἐγγύθι
ναίει
.
ἀλλʼ
ἴθι
σιγῇ
τοῖον
,
ἐγὼ
δʼ
ὁδὸν
ἡγεμονεύσω
,
30
μηδέ
τινʼ
ἀνθρώπων
προτιόσσεο
μηδʼ
ἐρέεινε
.
οὐ
γὰρ
ξείνους
οἵδε
μάλʼ
ἀνθρώπους
ἀνέχονται
,
οὐδʼ
ἀγαπαζόμενοι
φιλέουσʼ
ὅς
κʼ
ἄλλοθεν
ἔλθῃ
.
νηυσὶ
θοῇσιν
τοί
γε
πεποιθότες
ὠκείῃσι
λαῖτμα
μέγʼ
ἐκπερόωσιν
,
ἐπεί
σφισι
δῶκʼ
ἐνοσίχθων
·
35
τῶν
νέες
ὠκεῖαι
ὡς
εἰ
πτερὸν
ἠὲ
νόημα
.
ὣς
ἄρα
φωνήσασʼ
ἡγήσατο
Παλλὰς
Ἀθήνη
καρπαλίμως
·
ὁ
δʼ
ἔπειτα
μετʼ
ἴχνια
βαῖνε
θεοῖο
.
τὸν
δʼ
ἄρα
Φαίηκες
ναυσικλυτοὶ
οὐκ
ἐνόησαν
ἐρχόμενον
κατὰ
ἄστυ
διὰ
σφέας
·
οὐ
γὰρ
Ἀθήνη
40
εἴα
ἐυπλόκαμος
,
δεινὴ
θεός
,
ἥ
ῥά
οἱ
ἀχλὺν
θεσπεσίην
κατέχευε
φίλα
φρονέουσʼ
ἐνὶ
θυμῷ
.
θαύμαζεν
δʼ
Ὀδυσεὺς
λιμένας
καὶ
νῆας
ἐίσας
αὐτῶν
θʼ
ἡρώων
ἀγορὰς
καὶ
τείχεα
μακρὰ
ὑψηλά
,
σκολόπεσσιν
ἀρηρότα
,
θαῦμα
ἰδέσθαι
.
45
ἀλλʼ
ὅτε
δὴ
βασιλῆος
ἀγακλυτὰ
δώμαθʼ
ἵκοντο
,
τοῖσι
δὲ
μύθων
ἦρχε
θεά
,
γλαυκῶπις
Ἀθήνη
·
οὗτος
δή
τοι
,
ξεῖνε
πάτερ
,
δόμος
,
ὅν
με
κελεύεις
πεφραδέμεν
·
δήεις
δὲ
διοτρεφέας
βασιλῆας
δαίτην
δαινυμένους
·
σὺ
δʼ
ἔσω
κίε
,
μηδέ
τι
θυμῷ
50
τάρβει
·
θαρσαλέος
γὰρ
ἀνὴρ
ἐν
πᾶσιν
ἀμείνων
ἔργοισιν
τελέθει
,
εἰ
καί
ποθεν
ἄλλοθεν
ἔλθοι
.
δέσποιναν
μὲν
πρῶτα
κιχήσεαι
ἐν
μεγάροισιν
·
Ἀρήτη
δʼ
ὄνομʼ
ἐστὶν
ἐπώνυμον
,
ἐκ
δὲ
τοκήων
τῶν
αὐτῶν
οἵ
περ
τέκον
Ἀλκίνοον
βασιλῆα
.
55
Ναυσίθοον
μὲν
πρῶτα
Ποσειδάων
ἐνοσίχθων
γείνατο
καὶ
Περίβοια
,
γυναικῶν
εἶδος
ἀρίστη
,
ὁπλοτάτη
θυγάτηρ
μεγαλήτορος
Εὐρυμέδοντος
,
ὅς
ποθʼ
ὑπερθύμοισι
Γιγάντεσσιν
βασίλευεν
.
ἀλλʼ
ὁ
μὲν
ὤλεσε
λαὸν
ἀτάσθαλον
,
ὤλετο
δʼ
αὐτός
·
60
τῇ
δὲ
Ποσειδάων
ἐμίγη
καὶ
ἐγείνατο
παῖδα
Ναυσίθοον
μεγάθυμον
,
ὃς
ἐν
Φαίηξιν
ἄνασσε
·
Ναυσίθοος
δʼ
ἔτεκεν
Ῥηξήνορά
τʼ
Ἀλκίνοόν
τε
.
τὸν
μὲν
ἄκουρον
ἐόντα
βάλʼ
ἀργυρότοξος
Ἀπόλλων
νυμφίον
ἐν
μεγάρῳ
,
μίαν
οἴην
παῖδα
λιπόντα
65
Ἀρήτην
·
τὴν
δʼ
Ἀλκίνοος
ποιήσατʼ
ἄκοιτιν
,
καί
μιν
ἔτισʼ
,
ὡς
οὔ
τις
ἐπὶ
χθονὶ
τίεται
ἄλλη
,
ὅσσαι
νῦν
γε
γυναῖκες
ὑπʼ
ἀνδράσιν
οἶκον
ἔχουσιν
.
ὣς
κείνη
περὶ
κῆρι
τετίμηταί
τε
καὶ
ἔστιν
ἔκ
τε
φίλων
παίδων
ἔκ
τʼ
αὐτοῦ
Ἀλκινόοιο
70
καὶ
λαῶν
,
οἵ
μίν
ῥα
θεὸν
ὣς
εἰσορόωντες
δειδέχαται
μύθοισιν
,
ὅτε
στείχῃσʼ
ἀνὰ
ἄστυ
.
οὐ
μὲν
γάρ
τι
νόου
γε
καὶ
αὐτὴ
δεύεται
ἐσθλοῦ
·
ᾗσι
τʼ
ἐὺ
φρονέῃσι
καὶ
ἀνδράσι
νείκεα
λύει
.
εἴ
κέν
τοι
κείνη
γε
φίλα
φρονέῃσʼ
ἐνὶ
θυμῷ
,
75
ἐλπωρή
τοι
ἔπειτα
φίλους
τʼ
ἰδέειν
καὶ
ἱκέσθαι
οἶκον
ἐς
ὑψόροφον
καὶ
σὴν
ἐς
πατρίδα
γαῖαν
.
ὣς
ἄρα
φωνήσασʼ
ἀπέβη
γλαυκῶπις
Ἀθήνη
πόντον
ἐπʼ
ἀτρύγετον
,
λίπε
δὲ
Σχερίην
ἐρατεινήν
,
ἵκετο
δʼ
ἐς
Μαραθῶνα
καὶ
εὐρυάγυιαν
Ἀθήνην
,
80
δῦνε
δʼ
Ἐρεχθῆος
πυκινὸν
δόμον
.
αὐτὰρ
Ὀδυσσεὺς
Ἀλκινόου
πρὸς
δώματʼ
ἴε
κλυτά
·
πολλὰ
δέ
οἱ
κῆρ
ὥρμαινʼ
ἱσταμένῳ
,
πρὶν
χάλκεον
οὐδὸν
ἱκέσθαι
.
ὥς
τε
γὰρ
ἠελίου
αἴγλη
πέλεν
ἠὲ
σελήνης
δῶμα
καθʼ
ὑψερεφὲς
μεγαλήτορος
Ἀλκινόοιο
.
85
χάλκεοι
μὲν
γὰρ
τοῖχοι
ἐληλέδατʼ
ἔνθα
καὶ
ἔνθα
,
ἐς
μυχὸν
ἐξ
οὐδοῦ
,
περὶ
δὲ
θριγκὸς
κυάνοιο
·
χρύσειαι
δὲ
θύραι
πυκινὸν
δόμον
ἐντὸς
ἔεργον
·
σταθμοὶ
δʼ
ἀργύρεοι
ἐν
χαλκέῳ
ἕστασαν
οὐδῷ
,
ἀργύρεον
δʼ
ἐφʼ
ὑπερθύριον
,
χρυσέη
δὲ
κορώνη
.
90
χρύσειοι
δʼ
ἑκάτερθε
καὶ
ἀργύρεοι
κύνες
ἦσαν
,
οὓς
Ἥφαιστος
ἔτευξεν
ἰδυίῃσι
πραπίδεσσι
δῶμα
φυλασσέμεναι
μεγαλήτορος
Ἀλκινόοιο
,
ἀθανάτους
ὄντας
καὶ
ἀγήρως
ἤματα
πάντα
.
ἐν
δὲ
θρόνοι
περὶ
τοῖχον
ἐρηρέδατʼ
ἔνθα
καὶ
ἔνθα
,
95
ἐς
μυχὸν
ἐξ
οὐδοῖο
διαμπερές
,
ἔνθʼ
ἐνὶ
πέπλοι
λεπτοὶ
ἐύννητοι
βεβλήατο
,
ἔργα
γυναικῶν
.
ἔνθα
δὲ
Φαιήκων
ἡγήτορες
ἑδριόωντο
πίνοντες
καὶ
ἔδοντες
·
ἐπηετανὸν
γὰρ
ἔχεσκον
.
χρύσειοι
δʼ
ἄρα
κοῦροι
ἐυδμήτων
ἐπὶ
βωμῶν
100
ἕστασαν
αἰθομένας
δαΐδας
μετὰ
χερσὶν
ἔχοντες
,
φαίνοντες
νύκτας
κατὰ
δώματα
δαιτυμόνεσσι
.
πεντήκοντα
δέ
οἱ
δμωαὶ
κατὰ
δῶμα
γυναῖκες
αἱ
μὲν
ἀλετρεύουσι
μύλῃς
ἔπι
μήλοπα
καρπόν
,
αἱ
δʼ
ἱστοὺς
ὑφόωσι
καὶ
ἠλάκατα
στρωφῶσιν
105
ἥμεναι
,
οἷά
τε
φύλλα
μακεδνῆς
αἰγείροιο
·
καιρουσσέων
δʼ
ὀθονέων
ἀπολείβεται
ὑγρὸν
ἔλαιον
.
ὅσσον
Φαίηκες
περὶ
πάντων
ἴδριες
ἀνδρῶν
νῆα
θοὴν
ἐνὶ
πόντῳ
ἐλαυνέμεν
,
ὣς
δὲ
γυναῖκες
ἱστῶν
τεχνῆσσαι
·
πέρι
γάρ
σφισι
δῶκεν
Ἀθήνη
110
ἔργα
τʼ
ἐπίστασθαι
περικαλλέα
καὶ
φρένας
ἐσθλάς
.
ἔκτοσθεν
δʼ
αὐλῆς
μέγας
ὄρχατος
ἄγχι
θυράων
τετράγυος
·
περὶ
δʼ
ἕρκος
ἐλήλαται
ἀμφοτέρωθεν
.
ἔνθα
δὲ
δένδρεα
μακρὰ
πεφύκασι
τηλεθόωντα
,
ὄγχναι
καὶ
ῥοιαὶ
καὶ
μηλέαι
ἀγλαόκαρποι
115
συκέαι
τε
γλυκεραὶ
καὶ
ἐλαῖαι
τηλεθόωσαι
.
τάων
οὔ
ποτε
καρπὸς
ἀπόλλυται
οὐδʼ
ἀπολείπει
χείματος
οὐδὲ
θέρευς
,
ἐπετήσιος
·
ἀλλὰ
μάλʼ
αἰεὶ
Ζεφυρίη
πνείουσα
τὰ
μὲν
φύει
,
ἄλλα
δὲ
πέσσει
.
ὄγχνη
ἐπʼ
ὄγχνῃ
γηράσκει
,
μῆλον
δʼ
ἐπὶ
μήλῳ
,
120
αὐτὰρ
ἐπὶ
σταφυλῇ
σταφυλή
,
σῦκον
δʼ
ἐπὶ
σύκῳ
.
ἔνθα
δέ
οἱ
πολύκαρπος
ἀλωὴ
ἐρρίζωται
,
τῆς
ἕτερον
μὲν
θειλόπεδον
λευρῷ
ἐνὶ
χώρῳ
τέρσεται
ἠελίῳ
,
ἑτέρας
δʼ
ἄρα
τε
τρυγόωσιν
,
ἄλλας
δὲ
τραπέουσι
·
πάροιθε
δέ
τʼ
ὄμφακές
εἰσιν
125
ἄνθος
ἀφιεῖσαι
,
ἕτεραι
δʼ
ὑποπερκάζουσιν
.
ἔνθα
δὲ
κοσμηταὶ
πρασιαὶ
παρὰ
νείατον
ὄρχον
παντοῖαι
πεφύασιν
,
ἐπηετανὸν
γανόωσαι
·
ἐν
δὲ
δύω
κρῆναι
ἡ
μέν
τʼ
ἀνὰ
κῆπον
ἅπαντα
σκίδναται
,
ἡ
δʼ
ἑτέρωθεν
ὑπʼ
αὐλῆς
οὐδὸν
ἵησι
130
πρὸς
δόμον
ὑψηλόν
,
ὅθεν
ὑδρεύοντο
πολῖται
.
τοῖʼ
ἄρʼ
ἐν
Ἀλκινόοιο
θεῶν
ἔσαν
ἀγλαὰ
δῶρα
.
ἔνθα
στὰς
θηεῖτο
πολύτλας
δῖος
Ὀδυσσεύς
.
αὐτὰρ
ἐπεὶ
δὴ
πάντα
ἑῷ
θηήσατο
θυμῷ
,
καρπαλίμως
ὑπὲρ
οὐδὸν
ἐβήσετο
δώματος
εἴσω
.
135
εὗρε
δὲ
Φαιήκων
ἡγήτορας
ἠδὲ
μέδοντας
σπένδοντας
δεπάεσσιν
ἐυσκόπῳ
ἀργεϊφόντῃ
,
ᾧ
πυμάτῳ
σπένδεσκον
,
ὅτε
μνησαίατο
κοίτου
.
αὐτὰρ
ὁ
βῆ
διὰ
δῶμα
πολύτλας
δῖος
Ὀδυσσεὺς
πολλὴν
ἠέρʼ
ἔχων
,
ἥν
οἱ
περίχευεν
Ἀθήνη
,
140
ὄφρʼ
ἵκετʼ
Ἀρήτην
τε
καὶ
Ἀλκίνοον
βασιλῆα
.
ἀμφὶ
δʼ
ἄρʼ
Ἀρήτης
βάλε
γούνασι
χεῖρας
Ὀδυσσεύς
,
καὶ
τότε
δή
ῥʼ
αὐτοῖο
πάλιν
χύτο
θέσφατος
ἀήρ
.
οἱ
δʼ
ἄνεῳ
ἐγένοντο
,
δόμον
κάτα
φῶτα
ἰδόντες
·
θαύμαζον
δʼ
ὁρόωντες
.
ὁ
δὲ
λιτάνευεν
Ὀδυσσεύς
·
145
Ἀρήτη
,
θύγατερ
Ῥηξήνορος
ἀντιθέοιο
,
σόν
τε
πόσιν
σά
τε
γούναθʼ
ἱκάνω
πολλὰ
μογήσας
τούσδε
τε
δαιτυμόνας
·
τοῖσιν
θεοὶ
ὄλβια
δοῖεν
ζωέμεναι
,
καὶ
παισὶν
ἐπιτρέψειεν
ἕκαστος
κτήματʼ
ἐνὶ
μεγάροισι
γέρας
θʼ
ὅ
τι
δῆμος
ἔδωκεν
·
150
αὐτὰρ
ἐμοὶ
πομπὴν
ὀτρύνετε
πατρίδʼ
ἱκέσθαι
θᾶσσον
,
ἐπεὶ
δὴ
δηθὰ
φίλων
ἄπο
πήματα
πάσχω
.
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετʼ
ἐπʼ
ἐσχάρῃ
ἐν
κονίῃσιν
πὰρ
πυρί
·
οἱ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
ὀψὲ
δὲ
δὴ
μετέειπε
γέρων
ἥρως
Ἐχένηος
,
155
ὃς
δὴ
Φαιήκων
ἀνδρῶν
προγενέστερος
ἦεν
καὶ
μύθοισι
κέκαστο
,
παλαιά
τε
πολλά
τε
εἰδώς
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
Ἀλκίνοʼ
,
οὐ
μέν
τοι
τόδε
κάλλιον
,
οὐδὲ
ἔοικε
,
ξεῖνον
μὲν
χαμαὶ
ἧσθαι
ἐπʼ
ἐσχάρῃ
ἐν
κονίῃσιν
,
160
οἵδε
δὲ
σὸν
μῦθον
ποτιδέγμενοι
ἰσχανόωνται
.
ἄλλʼ
ἄγε
δὴ
ξεῖνον
μὲν
ἐπὶ
θρόνου
ἀργυροήλου
εἷσον
ἀναστήσας
,
σὺ
δὲ
κηρύκεσσι
κέλευσον
οἶνον
ἐπικρῆσαι
,
ἵνα
καὶ
Διὶ
τερπικεραύνῳ
σπείσομεν
,
ὅς
θʼ
ἱκέτῃσιν
ἅμʼ
αἰδοίοισιν
ὀπηδεῖ
·
165
δόρπον
δὲ
ξείνῳ
ταμίη
δότω
ἔνδον
ἐόντων
.
αὐτὰρ
ἐπεὶ
τό
γʼ
ἄκουσʼ
ἱερὸν
μένος
Ἀλκινόοιο
,
χειρὸς
ἑλὼν
Ὀδυσῆα
δαΐφρονα
ποικιλομήτην
ὦρσεν
ἀπʼ
ἐσχαρόφιν
καὶ
ἐπὶ
θρόνου
εἷσε
φαεινοῦ
,
υἱὸν
ἀναστήσας
ἀγαπήνορα
Λαοδάμαντα
,
170
ὅς
οἱ
πλησίον
ἷζε
,
μάλιστα
δέ
μιν
φιλέεσκεν
.
χέρνιβα
δʼ
ἀμφίπολος
προχόῳ
ἐπέχευε
φέρουσα
καλῇ
χρυσείῃ
ὑπὲρ
ἀργυρέοιο
λέβητος
,
νίψασθαι
·
παρὰ
δὲ
ξεστὴν
ἐτάνυσσε
τράπεζαν
.
σῖτον
δʼ
αἰδοίη
ταμίη
παρέθηκε
φέρουσα
,
175
εἴδατα
πόλλʼ
ἐπιθεῖσα
,
χαριζομένη
παρεόντων
.
αὐτὰρ
ὁ
πῖνε
καὶ
ἦσθε
πολύτλας
δῖος
Ὀδυσσεύς
.
καὶ
τότε
κήρυκα
προσέφη
μένος
Ἀλκινόοιο
·
Ποντόνοε
,
κρητῆρα
κερασσάμενος
μέθυ
νεῖμον
πᾶσιν
ἀνὰ
μέγαρον
,
ἵνα
καὶ
Διὶ
τερπικεραύνῳ
180
σπείσομεν
,
ὅς
θʼ
ἱκέτῃσιν
ἅμʼ
αἰδοίοισιν
ὀπηδεῖ
.
ὣς
φάτο
,
Ποντόνοος
δὲ
μελίφρονα
οἶνον
ἐκίρνα
,
νώμησεν
δʼ
ἄρα
πᾶσιν
ἐπαρξάμενος
δεπάεσσιν
.
αὐτὰρ
ἐπεὶ
σπεῖσάν
τʼ
ἔπιόν
θʼ
,
ὅσον
ἤθελε
θυμός
,
τοῖσιν
δʼ
Ἀλκίνοος
ἀγορήσατο
καὶ
μετέειπε
·
185
κέκλυτε
,
Φαιήκων
ἡγήτορες
ἠδὲ
μέδοντες
ὄφρʼ
εἴπω
τά
με
θυμὸς
ἐνὶ
στήθεσσι
κελεύει
.
νῦν
μὲν
δαισάμενοι
κατακείετε
οἴκαδʼ
ἰόντες
·
ἠῶθεν
δὲ
γέροντας
ἐπὶ
πλέονας
καλέσαντες
ξεῖνον
ἐνὶ
μεγάροις
ξεινίσσομεν
ἠδὲ
θεοῖσιν
190
ῥέξομεν
ἱερὰ
καλά
,
ἔπειτα
δὲ
καὶ
περὶ
πομπῆς
μνησόμεθʼ
,
ὥς
χʼ
ὁ
ξεῖνος
ἄνευθε
πόνου
καὶ
ἀνίης
πομπῇ
ὑφʼ
ἡμετέρῃ
ἣν
πατρίδα
γαῖαν
ἵκηται
χαίρων
καρπαλίμως
,
εἰ
καὶ
μάλα
τηλόθεν
ἐστί
,
μηδέ
τι
μεσσηγύς
γε
κακὸν
καὶ
πῆμα
πάθῃσι
,
195
πρίν
γε
τὸν
ἧς
γαίης
ἐπιβήμεναι
·
ἔνθα
δʼ
ἔπειτα
πείσεται
,
ἅσσα
οἱ
αἶσα
κατὰ
κλῶθές
τε
βαρεῖαι
γιγνομένῳ
νήσαντο
λίνῳ
,
ὅτε
μιν
τέκε
μήτηρ
.
εἰ
δέ
τις
ἀθανάτων
γε
κατʼ
οὐρανοῦ
εἰλήλουθεν
,
ἄλλο
τι
δὴ
τόδʼ
ἔπειτα
θεοὶ
περιμηχανόωνται
.
200
αἰεὶ
γὰρ
τὸ
πάρος
γε
θεοὶ
φαίνονται
ἐναργεῖς
ἡμῖν
,
εὖτʼ
ἔρδωμεν
ἀγακλειτὰς
ἑκατόμβας
,
δαίνυνταί
τε
παρʼ
ἄμμι
καθήμενοι
ἔνθα
περ
ἡμεῖς
.
εἰ
δʼ
ἄρα
τις
καὶ
μοῦνος
ἰὼν
ξύμβληται
ὁδίτης
,
οὔ
τι
κατακρύπτουσιν
,
ἐπεί
σφισιν
ἐγγύθεν
εἰμέν
,
205
ὥς
περ
Κύκλωπές
τε
καὶ
ἄγρια
φῦλα
Γιγάντων
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Ἀλκίνοʼ
,
ἄλλο
τί
τοι
μελέτω
φρεσίν
·
οὐ
γὰρ
ἐγώ
γε
ἀθανάτοισιν
ἔοικα
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
,
οὐ
δέμας
οὐδὲ
φυήν
,
ἀλλὰ
θνητοῖσι
βροτοῖσιν
.
210
οὕς
τινας
ὑμεῖς
ἴστε
μάλιστʼ
ὀχέοντας
ὀιζὺν
ἀνθρώπων
,
τοῖσίν
κεν
ἐν
ἄλγεσιν
ἰσωσαίμην
.
καὶ
δʼ
ἔτι
κεν
καὶ
μᾶλλον
ἐγὼ
κακὰ
μυθησαίμην
,
ὅσσα
γε
δὴ
ξύμπαντα
θεῶν
ἰότητι
μόγησα
.
ἀλλʼ
ἐμὲ
μὲν
δορπῆσαι
ἐάσατε
κηδόμενόν
περ
·
215
οὐ
γάρ
τι
στυγερῇ
ἐπὶ
γαστέρι
κύντερον
ἄλλο
ἔπλετο
,
ἥ
τʼ
ἐκέλευσεν
ἕο
μνήσασθαι
ἀνάγκῃ
καὶ
μάλα
τειρόμενον
καὶ
ἐνὶ
φρεσὶ
πένθος
ἔχοντα
,
ὡς
καὶ
ἐγὼ
πένθος
μὲν
ἔχω
φρεσίν
,
ἡ
δὲ
μάλʼ
αἰεὶ
ἐσθέμεναι
κέλεται
καὶ
πινέμεν
,
ἐκ
δέ
με
πάντων
220
ληθάνει
ὅσσʼ
ἔπαθον
,
καὶ
ἐνιπλησθῆναι
ἀνώγει
.
ὑμεῖς
δʼ
ὀτρύνεσθαι
ἅμʼ
ἠοῖ
φαινομένηφιν
,
ὥς
κʼ
ἐμὲ
τὸν
δύστηνον
ἐμῆς
ἐπιβήσετε
πάτρης
καί
περ
πολλὰ
παθόντα
·
ἰδόντα
με
καὶ
λίποι
αἰὼν
κτῆσιν
ἐμήν
,
δμῶάς
τε
καὶ
ὑψερεφὲς
μέγα
δῶμα
.
225
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἐπῄνεον
ἠδʼ
ἐκέλευον
πεμπέμεναι
τὸν
ξεῖνον
,
ἐπεὶ
κατὰ
μοῖραν
ἔειπεν
.
αὐτὰρ
ἐπεὶ
σπεῖσάν
τʼ
ἔπιον
θʼ
ὅσον
ἤθελε
θυμός
,
οἱ
μὲν
κακκείοντες
ἔβαν
οἶκόνδε
ἕκαστος
,
αὐτὰρ
ὁ
ἐν
μεγάρῳ
ὑπελείπετο
δῖος
Ὀδυσσεύς
,
230
πὰρ
δέ
οἱ
Ἀρήτη
τε
καὶ
Ἀλκίνοος
θεοειδὴς
ἥσθην
·
ἀμφίπολοι
δʼ
ἀπεκόσμεον
ἔντεα
δαιτός
.
τοῖσιν
δʼ
Ἀρήτη
λευκώλενος
ἤρχετο
μύθων
·
ἔγνω
γὰρ
φᾶρός
τε
χιτῶνά
τε
εἵματʼ
ἰδοῦσα
καλά
,
τά
ῥʼ
αὐτὴ
τεῦξε
σὺν
ἀμφιπόλοισι
γυναιξί
·
235
καί
μιν
φωνήσασʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
ξεῖνε
,
τὸ
μέν
σε
πρῶτον
ἐγὼν
εἰρήσομαι
αὐτή
·
τίς
πόθεν
εἰς
ἀνδρῶν
;
τίς
τοι
τάδε
εἵματʼ
ἔδωκεν
;
οὐ
δὴ
φῆς
ἐπὶ
πόντον
ἀλώμενος
ἐνθάδʼ
ἱκέσθαι
;
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
240
ἀργαλέον
,
βασίλεια
,
διηνεκέως
ἀγορεῦσαι
κήδεʼ
,
ἐπεί
μοι
πολλὰ
δόσαν
θεοὶ
Οὐρανίωνες
·
τοῦτο
δέ
τοι
ἐρέω
ὅ
μʼ
ἀνείρεαι
ἠδὲ
μεταλλᾷς
.
Ὠγυγίη
τις
νῆσος
ἀπόπροθεν
εἰν
ἁλὶ
κεῖται
·
ἔνθα
μὲν
Ἄτλαντος
θυγάτηρ
,
δολόεσσα
Καλυψὼ
245
ναίει
ἐυπλόκαμος
,
δεινὴ
θεός
·
οὐδέ
τις
αὐτῇ
μίσγεται
οὔτε
θεῶν
οὔτε
θνητῶν
ἀνθρώπων
.
ἀλλʼ
ἐμὲ
τὸν
δύστηνον
ἐφέστιον
ἤγαγε
δαίμων
οἶον
,
ἐπεί
μοι
νῆα
θοὴν
ἀργῆτι
κεραυνῷ
Ζεὺς
ἔλσας
ἐκέασσε
μέσῳ
ἐνὶ
οἴνοπι
πόντῳ
.
250
ἔνθʼ
ἄλλοι
μὲν
πάντες
ἀπέφθιθεν
ἐσθλοὶ
ἑταῖροι
,
αὐτὰρ
ἐγὼ
τρόπιν
ἀγκὰς
ἑλὼν
νεὸς
ἀμφιελίσσης
ἐννῆμαρ
φερόμην
·
δεκάτῃ
δέ
με
νυκτὶ
μελαίνῃ
νῆσον
ἐς
Ὠγυγίην
πέλασαν
θεοί
,
ἔνθα
Καλυψὼ
ναίει
ἐυπλόκαμος
,
δεινὴ
θεός
,
ἥ
με
λαβοῦσα
255
ἐνδυκέως
ἐφίλει
τε
καὶ
ἔτρεφεν
ἠδὲ
ἔφασκε
θήσειν
ἀθάνατον
καὶ
ἀγήραον
ἤματα
πάντα
·
ἀλλʼ
ἐμὸν
οὔ
ποτε
θυμὸν
ἐνὶ
στήθεσσιν
ἔπειθεν
.
ἔνθα
μὲν
ἑπτάετες
μένον
ἔμπεδον
,
εἵματα
δʼ
αἰεὶ
δάκρυσι
δεύεσκον
,
τά
μοι
ἄμβροτα
δῶκε
Καλυψώ
·
260
ἀλλʼ
ὅτε
δὴ
ὀγδόατόν
μοι
ἐπιπλόμενον
ἔτος
ἦλθεν
,
καὶ
τότε
δή
μʼ
ἐκέλευσεν
ἐποτρύνουσα
νέεσθαι
Ζηνὸς
ὑπʼ
ἀγγελίης
,
ἢ
καὶ
νόος
ἐτράπετʼ
αὐτῆς
.
πέμπε
δʼ
ἐπὶ
σχεδίης
πολυδέσμου
,
πολλὰ
δʼ
ἔδωκε
,
σῖτον
καὶ
μέθυ
ἡδύ
,
καὶ
ἄμβροτα
εἵματα
ἕσσεν
,
265
οὖρον
δὲ
προέηκεν
ἀπήμονά
τε
λιαρόν
τε
.
ἑπτὰ
δὲ
καὶ
δέκα
μὲν
πλέον
ἤματα
ποντοπορεύων
,
ὀκτωκαιδεκάτῃ
δʼ
ἐφάνη
ὄρεα
σκιόεντα
γαίης
ὑμετέρης
,
γήθησε
δέ
μοι
φίλον
ἦτορ
δυσμόρῳ
·
ἦ
γὰρ
ἔμελλον
ἔτι
ξυνέσεσθαι
ὀιζυῖ
270
πολλῇ
,
τήν
μοι
ἐπῶρσε
Ποσειδάων
ἐνοσίχθων
,
ὅς
μοι
ἐφορμήσας
ἀνέμους
κατέδησε
κέλευθον
,
ὤρινεν
δὲ
θάλασσαν
ἀθέσφατον
,
οὐδέ
τι
κῦμα
εἴα
ἐπὶ
σχεδίης
ἁδινὰ
στενάχοντα
φέρεσθαι
.
τὴν
μὲν
ἔπειτα
θύελλα
διεσκέδασʼ
·
αὐτὰρ
ἐγώ
γε
275
νηχόμενος
τόδε
λαῖτμα
διέτμαγον
,
ὄφρα
με
γαίῃ
ὑμετέρῃ
ἐπέλασσε
φέρων
ἄνεμός
τε
καὶ
ὕδωρ
.
ἔνθα
κέ
μʼ
ἐκβαίνοντα
βιήσατο
κῦμʼ
ἐπὶ
χέρσου
,
πέτρῃς
πρὸς
μεγάλῃσι
βαλὸν
καὶ
ἀτερπέι
χώρῳ
·
ἀλλʼ
ἀναχασσάμενος
νῆχον
πάλιν
,
ἧος
ἐπῆλθον
280
ἐς
ποταμόν
,
τῇ
δή
μοι
ἐείσατο
χῶρος
ἄριστος
,
λεῖος
πετράων
,
καὶ
ἐπὶ
σκέπας
ἦν
ἀνέμοιο
.
ἐκ
δʼ
ἔπεσον
θυμηγερέων
,
ἐπὶ
δʼ
ἀμβροσίη
νὺξ
ἤλυθʼ
.
ἐγὼ
δʼ
ἀπάνευθε
διιπετέος
ποταμοῖο
ἐκβὰς
ἐν
θάμνοισι
κατέδραθον
,
ἀμφὶ
δὲ
φύλλα
285
ἠφυσάμην
·
ὕπνον
δὲ
θεὸς
κατʼ
ἀπείρονα
χεῦεν
.
ἔνθα
μὲν
ἐν
φύλλοισι
φίλον
τετιημένος
ἦτορ
εὗδον
παννύχιος
καὶ
ἐπʼ
ἠῶ
καὶ
μέσον
ἦμαρ
.
δείλετό
τʼ
ἠέλιος
καί
με
γλυκὺς
ὕπνος
ἀνῆκεν
.
ἀμφιπόλους
δʼ
ἐπὶ
θινὶ
τεῆς
ἐνόησα
θυγατρὸς
290
παιζούσας
,
ἐν
δʼ
αὐτὴ
ἔην
ἐικυῖα
θεῇσι
·
τὴν
ἱκέτευσʼ
·
ἡ
δʼ
οὔ
τι
νοήματος
ἤμβροτεν
ἐσθλοῦ
,
ὡς
οὐκ
ἂν
ἔλποιο
νεώτερον
ἀντιάσαντα
ἐρξέμεν
·
αἰεὶ
γάρ
τε
νεώτεροι
ἀφραδέουσιν
.
ἥ
μοι
σῖτον
ἔδωκεν
ἅλις
ἠδʼ
αἴθοπα
οἶνον
295
καὶ
λοῦσʼ
ἐν
ποταμῷ
καί
μοι
τάδε
εἵματʼ
ἔδωκε
.
ταῦτά
τοι
ἀχνύμενός
περ
ἀληθείην
κατέλεξα
.
τὸν
δʼ
αὖτʼ
Ἀλκίνοος
ἀπαμείβετο
φώνησέν
τε
·
ξεῖνʼ
,
ἦ
τοι
μὲν
τοῦτο
γʼ
ἐναίσιμον
οὐκ
ἐνόησε
παῖς
ἐμή
,
οὕνεκά
σʼ
οὔ
τι
μετʼ
ἀμφιπόλοισι
γυναιξὶν
300
ἦγεν
ἐς
ἡμέτερον
,
σὺ
δʼ
ἄρα
πρώτην
ἱκέτευσας
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ἥρως
,
μή
τοι
τοὔνεκʼ
ἀμύμονα
νείκεε
κούρην
·
ἡ
μὲν
γάρ
μʼ
ἐκέλευε
σὺν
ἀμφιπόλοισιν
ἕπεσθαι
,
ἀλλʼ
ἐγὼ
οὐκ
ἔθελον
δείσας
αἰσχυνόμενός
τε
,
305
μή
πως
καὶ
σοὶ
θυμὸς
ἐπισκύσσαιτο
ἰδόντι
·
δύσζηλοι
γάρ
τʼ
εἰμὲν
ἐπὶ
χθονὶ
φῦλʼ
ἀνθρώπων
.
τὸν
δʼ
αὖτʼ
Ἀλκίνοος
ἀπαμείβετο
φώνησέν
τε
·
ξεῖνʼ
,
οὔ
μοι
τοιοῦτον
ἐνὶ
στήθεσσι
φίλον
κῆρ
μαψιδίως
κεχολῶσθαι
·
ἀμείνω
δʼ
αἴσιμα
πάντα
.
310
αἲ
γάρ
,
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
,
τοῖος
ἐὼν
οἷός
ἐσσι
,
τά
τε
φρονέων
ἅ
τʼ
ἐγώ
περ
,
παῖδά
τʼ
ἐμὴν
ἐχέμεν
καὶ
ἐμὸς
γαμβρὸς
καλέεσθαι
αὖθι
μένων
·
οἶκον
δέ
κʼ
ἐγὼ
καὶ
κτήματα
δοίην
,
εἴ
κʼ
ἐθέλων
γε
μένοις
·
ἀέκοντα
δέ
σʼ
οὔ
τις
ἐρύξει
315
Φαιήκων
·
μὴ
τοῦτο
φίλον
Διὶ
πατρὶ
γένοιτο
.
πομπὴν
δʼ
ἐς
τόδʼ
ἐγὼ
τεκμαίρομαι
,
ὄφρʼ
ἐὺ
εἰδῇς
,
αὔριον
ἔς
·
τῆμος
δὲ
σὺ
μὲν
δεδμημένος
ὕπνῳ
λέξεαι
,
οἱ
δʼ
ἐλόωσι
γαλήνην
,
ὄφρʼ
ἂν
ἵκηαι
πατρίδα
σὴν
καὶ
δῶμα
,
καὶ
εἴ
πού
τοι
φίλον
ἐστίν
,
320
εἴ
περ
καὶ
μάλα
πολλὸν
ἑκαστέρω
ἔστʼ
Εὐβοίης
,
τήν
περ
τηλοτάτω
φάσʼ
ἔμμεναι
,
οἵ
μιν
ἴδοντο
λαῶν
ἡμετέρων
,
ὅτε
τε
ξανθὸν
Ῥαδάμανθυν
ἦγον
ἐποψόμενον
Τιτυὸν
Γαιήιον
υἱόν
.
καὶ
μὲν
οἱ
ἔνθʼ
ἦλθον
καὶ
ἄτερ
καμάτοιο
τέλεσσαν
325
ἤματι
τῷ
αὐτῷ
καὶ
ἀπήνυσαν
οἴκαδʼ
ὀπίσσω
.
εἰδήσεις
δὲ
καὶ
αὐτὸς
ἐνὶ
φρεσὶν
ὅσσον
ἄρισται
νῆες
ἐμαὶ
καὶ
κοῦροι
ἀναρρίπτειν
ἅλα
πηδῷ
.
ὣς
φάτο
,
γήθησεν
δὲ
πολύτλας
δῖος
Ὀδυσσεύς
,
εὐχόμενος
δʼ
ἄρα
εἶπεν
,
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
330
Ζεῦ
πάτερ
,
αἴθʼ
ὅσα
εἶπε
τελευτήσειεν
ἅπαντα
Ἀλκίνοος
·
τοῦ
μέν
κεν
ἐπὶ
ζείδωρον
ἄρουραν
ἄσβεστον
κλέος
εἴη
,
ἐγὼ
δέ
κε
πατρίδʼ
ἱκοίμην
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
·
κέκλετο
δʼ
Ἀρήτη
λευκώλενος
ἀμφιπόλοισιν
335
δέμνιʼ
ὑπʼ
αἰθούσῃ
θέμεναι
καὶ
ῥήγεα
καλὰ
πορφύρεʼ
ἐμβαλέειν
,
στορέσαι
τʼ
ἐφύπερθε
τάπητας
χλαίνας
τʼ
ἐνθέμεναι
οὔλας
καθύπερθεν
ἕσασθαι
.
αἱ
δʼ
ἴσαν
ἐκ
μεγάροιο
δάος
μετὰ
χερσὶν
ἔχουσαι
·
αὐτὰρ
ἐπεὶ
στόρεσαν
πυκινὸν
λέχος
ἐγκονέουσαι
,
340
ὤτρυνον
δʼ
Ὀδυσῆα
παριστάμεναι
ἐπέεσσιν
·
ὄρσο
κέων
,
ὦ
ξεῖνε
·
πεποίηται
δέ
τοι
εὐνή
.
ὣς
φάν
,
τῷ
δʼ
ἀσπαστὸν
ἐείσατο
κοιμηθῆναι
.
ὣς
ὁ
μὲν
ἔνθα
καθεῦδε
πολύτλας
δῖος
Ὀδυσσεὺς
τρητοῖς
ἐν
λεχέεσσιν
ὑπʼ
αἰθούσῃ
ἐριδούπῳ
·
345
Ἀλκίνοος
δʼ
ἄρα
λέκτο
μυχῷ
δόμου
ὑψηλοῖο
,
πὰρ
δὲ
γυνὴ
δέσποινα
λέχος
πόρσυνε
καὶ
εὐνήν
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.