αὐτὰρ
ὁ
γυμνώθη
ῥακέων
πολύμητις
Ὀδυσσεύς
,
1
ἆλτο
δʼ
ἐπὶ
μέγαν
οὐδόν
,
ἔχων
βιὸν
ἠδὲ
φαρέτρην
ἰῶν
ἐμπλείην
,
ταχέας
δʼ
ἐκχεύατʼ
ὀϊστοὺς
αὐτοῦ
πρόσθε
ποδῶν
,
μετὰ
δὲ
μνηστῆρσιν
ἔειπεν
·
οὗτος
μὲν
δὴ
ἄεθλος
ἀάατος
ἐκτετέλεσται
·
5
νῦν
αὖτε
σκοπὸν
ἄλλον
,
ὃν
οὔ
πώ
τις
βάλεν
ἀνήρ
,
εἴσομαι
,
αἴ
κε
τύχωμι
,
πόρῃ
δέ
μοι
εὖχος
Ἀπόλλων
.
ἦ
καὶ
ἐπʼ
Ἀντινόῳ
ἰθύνετο
πικρὸν
ὀϊστόν
.
ἦ
τοι
ὁ
καλὸν
ἄλεισον
ἀναιρήσεσθαι
ἔμελλε
,
χρύσεον
ἄμφωτον
,
καὶ
δὴ
μετὰ
χερσὶν
ἐνώμα
,
10
ὄφρα
πίοι
οἴνοιο
·
φόνος
δέ
οἱ
οὐκ
ἐνὶ
θυμῷ
μέμβλετο
·
τίς
κʼ
οἴοιτο
μετʼ
ἀνδράσι
δαιτυμόνεσσι
μοῦνον
ἐνὶ
πλεόνεσσι
,
καὶ
εἰ
μάλα
καρτερὸς
εἴη
,
οἷ
τεύξειν
θάνατόν
τε
κακὸν
καὶ
κῆρα
μέλαιναν
;
τὸν
δʼ
Ὀδυσεὺς
κατὰ
λαιμὸν
ἐπισχόμενος
βάλεν
ἰῷ
,
15
ἀντικρὺ
δʼ
ἁπαλοῖο
διʼ
αὐχένος
ἤλυθʼ
ἀκωκή
.
ἐκλίνθη
δʼ
ἑτέρωσε
,
δέπας
δέ
οἱ
ἔκπεσε
χειρὸς
βλημένου
,
αὐτίκα
δʼ
αὐλὸς
ἀνὰ
ῥῖνας
παχὺς
ἦλθεν
αἵματος
ἀνδρομέοιο
·
θοῶς
δʼ
ἀπὸ
εἷο
τράπεζαν
ὦσε
ποδὶ
πλήξας
,
ἀπὸ
δʼ
εἴδατα
χεῦεν
ἔραζε
·
20
σῖτός
τε
κρέα
τʼ
ὀπτὰ
φορύνετο
.
τοὶ
δʼ
ὁμάδησαν
μνηστῆρες
κατὰ
δώμαθʼ
,
ὅπως
ἴδον
ἄνδρα
πεσόντα
,
ἐκ
δὲ
θρόνων
ἀνόρουσαν
ὀρινθέντες
κατὰ
δῶμα
,
πάντοσε
παπταίνοντες
ἐϋδμήτους
ποτὶ
τοίχους
·
οὐδέ
πη
ἀσπὶς
ἔην
οὐδʼ
ἄλκιμον
ἔγχος
ἑλέσθαι
.
25
νείκειον
δʼ
Ὀδυσῆα
χολωτοῖσιν
ἐπέεσσι
·
ξεῖνε
,
κακῶς
ἀνδρῶν
τοξάζεαι
·
οὐκέτʼ
ἀέθλων
ἄλλων
ἀντιάσεις
·
νῦν
τοι
σῶς
αἰπὺς
ὄλεθρος
.
καὶ
γὰρ
δὴ
νῦν
φῶτα
κατέκτανες
ὃς
μέγʼ
ἄριστος
κούρων
εἰν
Ἰθάκῃ
·
τῷ
σʼ
ἐνθάδε
γῦπες
ἔδονται
.
30
ἴσκεν
ἕκαστος
ἀνήρ
,
ἐπεὶ
ἦ
φάσαν
οὐκ
ἐθέλοντα
ἄνδρα
κατακτεῖναι
·
τὸ
δὲ
νήπιοι
οὐκ
ἐνόησαν
,
ὡς
δή
σφιν
καὶ
πᾶσιν
ὀλέθρου
πείρατʼ
ἐφῆπτο
.
τοὺς
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
κύνες
,
οὔ
μʼ
ἔτʼ
ἐφάσκεθʼ
ὑπότροπον
οἴκαδʼ
ἱκέσθαι
35
δήμου
ἄπο
Τρώων
,
ὅτι
μοι
κατεκείρετε
οἶκον
,
δμῳῇσιν
δὲ
γυναιξὶ
παρευνάζεσθε
βιαίως
,
αὐτοῦ
τε
ζώοντος
ὑπεμνάασθε
γυναῖκα
,
οὔτε
θεοὺς
δείσαντες
,
οἳ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
,
οὔτε
τινʼ
ἀνθρώπων
νέμεσιν
κατόπισθεν
ἔσεσθαι
·
40
νῦν
ὑμῖν
καὶ
πᾶσιν
ὀλέθρου
πείρατʼ
ἐφῆπται
.
ὣς
φάτο
,
τοὺς
δʼ
ἄρα
πάντας
ὑπὸ
χλωρὸν
δέος
εἷλεν
·
πάπτηνεν
δὲ
ἕκαστος
ὅπη
φύγοι
αἰπὺν
ὄλεθρον
.
Εὐρύμαχος
δέ
μιν
οἶος
ἀμειβόμενος
προσέειπεν
·
εἰ
μὲν
δὴ
Ὀδυσεὺς
Ἰθακήσιος
εἰλήλουθας
,
45
ταῦτα
μὲν
αἴσιμα
εἶπας
,
ὅσα
ῥέζεσκον
Ἀχαιοί
,
πολλὰ
μὲν
ἐν
μεγάροισιν
ἀτάσθαλα
,
πολλὰ
δʼ
ἐπʼ
ἀγροῦ
.
ἀλλʼ
ὁ
μὲν
ἤδη
κεῖται
ὃς
αἴτιος
ἔπλετο
πάντων
,
Ἀντίνοος
·
οὗτος
γὰρ
ἐπίηλεν
τάδε
ἔργα
,
οὔ
τι
γάμου
τόσσον
κεχρημένος
οὐδὲ
χατίζων
,
50
ἀλλʼ
ἄλλα
φρονέων
,
τά
οἱ
οὐκ
ἐτέλεσσε
Κρονίων
,
ὄφρʼ
Ἰθάκης
κατὰ
δῆμον
ἐϋκτιμένης
βασιλεύοι
αὐτός
,
ἀτὰρ
σὸν
παῖδα
κατακτείνειε
λοχήσας
.
νῦν
δʼ
ὁ
μὲν
ἐν
μοίρῃ
πέφαται
,
σὺ
δὲ
φείδεο
λαῶν
σῶν
·
ἀτὰρ
ἄμμες
ὄπισθεν
ἀρεσσάμενοι
κατὰ
δῆμον
,
55
ὅσσα
τοι
ἐκπέποται
καὶ
ἐδήδοται
ἐν
μεγάροισι
,
τιμὴν
ἀμφὶς
ἄγοντες
ἐεικοσάβοιον
ἕκαστος
,
χαλκόν
τε
χρυσόν
τʼ
ἀποδώσομεν
,
εἰς
ὅ
κε
σὸν
κῆρ
ἰανθῇ
·
πρὶν
δʼ
οὔ
τι
νεμεσσητὸν
κεχολῶσθαι
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
60
Εὐρύμαχʼ
,
οὐδʼ
εἴ
μοι
πατρώϊα
πάντʼ
ἀποδοῖτε
,
ὅσσα
τε
νῦν
ὔμμʼ
ἐστὶ
καὶ
εἴ
ποθεν
ἄλλʼ
ἐπιθεῖτε
,
οὐδέ
κεν
ὣς
ἔτι
χεῖρας
ἐμὰς
λήξαιμι
φόνοιο
πρὶν
πᾶσαν
μνηστῆρας
ὑπερβασίην
ἀποτῖσαι
.
νῦν
ὑμῖν
παράκειται
ἐναντίον
ἠὲ
μάχεσθαι
65
ἢ
φεύγειν
,
ὅς
κεν
θάνατον
καὶ
κῆρας
ἀλύξῃ
·
ἀλλά
τινʼ
οὐ
φεύξεσθαι
ὀΐομαι
αἰπὺν
ὄλεθρον
.
ὣς
φάτο
,
τῶν
δʼ
αὐτοῦ
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
.
τοῖσιν
δʼ
Εὐρύμαχος
προσεφώνεε
δεύτερον
αὖτις
·
ὦ
φίλοι
,
οὐ
γὰρ
σχήσει
ἀνὴρ
ὅδε
χεῖρας
ἀάπτους
,
70
ἀλλʼ
ἐπεὶ
ἔλλαβε
τόξον
ἐΰξοον
ἠδὲ
φαρέτρην
,
οὐδοῦ
ἄπο
ξεστοῦ
τοξάσσεται
,
εἰς
ὅ
κε
πάντας
ἄμμε
κατακτείνῃ
·
ἀλλὰ
μνησώμεθα
χάρμης
.
φάσγανά
τε
σπάσσασθε
καὶ
ἀντίσχεσθε
τραπέζας
ἰῶν
ὠκυμόρων
·
ἐπὶ
δʼ
αὐτῷ
πάντες
ἔχωμεν
75
ἀθρόοι
,
εἴ
κέ
μιν
οὐδοῦ
ἀπώσομεν
ἠδὲ
θυράων
,
ἔλθωμεν
δʼ
ἀνὰ
ἄστυ
,
βοὴ
δʼ
ὤκιστα
γένοιτο
·
τῷ
κε
τάχʼ
οὗτος
ἀνὴρ
νῦν
ὕστατα
τοξάσσαιτο
.
ὣς
ἄρα
φωνήσας
εἰρύσσατο
φάσγανον
ὀξὺ
χάλκεον
,
ἀμφοτέρωθεν
ἀκαχμένον
,
ἆλτο
δʼ
ἐπʼ
αὐτῷ
80
σμερδαλέα
ἰάχων
·
ὁ
δʼ
ἁμαρτῆ
δῖος
Ὀδυσσεὺς
ἰὸν
ἀποπροίει
,
βάλε
δὲ
στῆθος
παρὰ
μαζόν
,
ἐν
δέ
οἱ
ἥπατι
πῆξε
θοὸν
βέλος
·
ἐκ
δʼ
ἄρα
χειρὸς
φάσγανον
ἧκε
χαμᾶζε
,
περιρρηδὴς
δὲ
τραπέζῃ
κάππεσεν
ἰδνωθείς
,
ἀπὸ
δʼ
εἴδατα
χεῦεν
ἔραζε
85
καὶ
δέπας
ἀμφικύπελλον
·
ὁ
δὲ
χθόνα
τύπτε
μετώπῳ
θυμῷ
ἀνιάζων
,
ποσὶ
δὲ
θρόνον
ἀμφοτέροισι
λακτίζων
ἐτίνασσε
·
κατʼ
ὀφθαλμῶν
δʼ
ἔχυτʼ
ἀχλύς
.
Ἀμφίνομος
δʼ
Ὀδυσῆος
ἐείσατο
κυδαλίμοιο
ἀντίος
ἀΐξας
,
εἴρυτο
δὲ
φάσγανον
ὀξύ
,
90
εἴ
πώς
οἱ
εἴξειε
θυράων
.
ἀλλʼ
ἄρα
μιν
φθῆ
Τηλέμαχος
κατόπισθε
βαλὼν
χαλκήρεϊ
δουρὶ
ὤμων
μεσσηγύς
,
διὰ
δὲ
στήθεσφιν
ἔλασσεν
·
δούπησεν
δὲ
πεσών
,
χθόνα
δʼ
ἤλασε
παντὶ
μετώπῳ
.
Τηλέμαχος
δʼ
ἀπόρουσε
,
λιπὼν
δολιχόσκιον
ἔγχος
95
αὐτοῦ
ἐν
Ἀμφινόμῳ
·
περὶ
γὰρ
δίε
μή
τις
Ἀχαιῶν
ἔγχος
ἀνελκόμενον
δολιχόσκιον
ἢ
ἐλάσειε
φασγάνῳ
ἀΐξας
ἠὲ
προπρηνέα
τύψας
.
βῆ
δὲ
θέειν
,
μάλα
δʼ
ὦκα
φίλον
πατέρʼ
εἰσαφίκανεν
,
ἀγχοῦ
δʼ
ἱστάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
100
ὦ
πάτερ
,
ἤδη
τοι
σάκος
οἴσω
καὶ
δύο
δοῦρε
καὶ
κυνέην
πάγχαλκον
,
ἐπὶ
κροτάφοις
ἀραρυῖαν
αὐτός
τʼ
ἀμφιβαλεῦμαι
ἰών
,
δώσω
δὲ
συβώτῃ
καὶ
τῷ
βουκόλῳ
ἄλλα
·
τετευχῆσθαι
γὰρ
ἄμεινον
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
105
οἶσε
θέων
,
ἧός
μοι
ἀμύνεσθαι
πάρʼ
ὀϊστοί
,
μή
μʼ
ἀποκινήσωσι
θυράων
μοῦνον
ἐόντα
.
ὣς
φάτο
,
Τηλέμαχος
δὲ
φίλῳ
ἐπεπείθετο
πατρί
,
βῆ
δʼ
ἴμεναι
θάλαμόνδʼ
,
ὅθι
οἱ
κλυτὰ
τεύχεα
κεῖτο
.
ἔνθεν
τέσσαρα
μὲν
σάκεʼ
ἔξελε
,
δούρατα
δʼ
ὀκτὼ
110
καὶ
πίσυρας
κυνέας
χαλκήρεας
ἱπποδασείας
·
βῆ
δὲ
φέρων
,
μάλα
δʼ
ὦκα
φίλον
πατέρʼ
εἰσαφίκανεν
,
αὐτὸς
δὲ
πρώτιστα
περὶ
χροῒ
δύσετο
χαλκόν
·
ὣς
δʼ
αὔτως
τὼ
δμῶε
δυέσθην
τεύχεα
καλά
,
ἔσταν
δʼ
ἀμφʼ
Ὀδυσῆα
δαΐφρονα
ποικιλομήτην
.
115
αὐτὰρ
ὅ
γʼ
,
ὄφρα
μὲν
αὐτῷ
ἀμύνεσθαι
ἔσαν
ἰοί
.
τόφρα
μνηστήρων
ἕνα
γʼ
αἰεὶ
ᾧ
ἐνὶ
οἴκῳ
βάλλε
τιτυσκόμενος
·
τοὶ
δʼ
ἀγχιστῖνοι
ἔπιπτον
.
αὐτὰρ
ἐπεὶ
λίπον
ἰοὶ
ὀϊστεύοντα
ἄνακτα
,
τόξον
μὲν
πρὸς
σταθμὸν
ἐϋσταθέος
μεγάροιο
120
ἔκλινʼ
ἑστάμεναι
,
πρὸς
ἐνώπια
παμφανόωντα
,
αὐτὸς
δʼ
ἀμφʼ
ὤμοισι
σάκος
θέτο
τετραθέλυμνον
,
κρατὶ
δʼ
ἐπʼ
ἰφθίμῳ
κυνέην
εὔτυκτον
ἔθηκεν
,
ἵππουριν
,
δεινὸν
δὲ
λόφος
καθύπερθεν
ἔνευεν
·
εἵλετο
δʼ
ἄλκιμα
δοῦρε
δύω
κεκορυθμένα
χαλκῷ
.
125
ὀρσοθύρη
δέ
τις
ἔσκεν
ἐϋδμήτῳ
ἐνὶ
τοίχῳ
,
ἀκρότατον
δὲ
παρʼ
οὐδὸν
ἐϋσταθέος
μεγάροιο
ἦν
ὁδὸς
ἐς
λαύρην
,
σανίδες
δʼ
ἔχον
εὖ
ἀραρυῖαι
.
τὴν
δʼ
Ὀδυσεὺς
φράζεσθαι
ἀνώγει
δῖον
ὑφορβὸν
ἑσταότʼ
ἄγχʼ
αὐτῆς
·
μία
δʼ
οἴη
γίγνετʼ
ἐφορμή
.
130
τοῖς
δʼ
Ἀγέλεως
μετέειπεν
,
ἔπος
πάντεσσι
πιφαύσκων
·
ὦ
φίλοι
,
οὐκ
ἂν
δή
τις
ἀνʼ
ὀρσοθύρην
ἀναβαίη
καὶ
εἴποι
λαοῖσι
,
βοὴ
δʼ
ὤκιστα
γένοιτο
;
τῷ
κε
τάχʼ
οὗτος
ἀνὴρ
νῦν
ὕστατα
τοξάσσαιτο
.
τὸν
δʼ
αὖτε
προσέειπε
Μελάνθιος
,
αἰπόλος
αἰγῶν
·
135
οὔ
πως
ἔστʼ
,
Ἀγέλαε
διοτρεφές
·
ἄγχι
γὰρ
αἰνῶς
αὐλῆς
καλὰ
θύρετρα
καὶ
ἀργαλέον
στόμα
λαύρης
·
καί
χʼ
εἷς
πάντας
ἐρύκοι
ἀνήρ
,
ὅς
τʼ
ἄλκιμος
εἴη
.
ἀλλʼ
ἄγεθʼ
,
ὑμῖν
τεύχεʼ
ἐνείκω
θωρηχθῆναι
ἐκ
θαλάμου
·
ἔνδον
γάρ
,
ὀΐομαι
,
οὐδέ
πη
ἄλλῃ
140
τεύχεα
κατθέσθην
Ὀδυσεὺς
καὶ
φαίδιμος
υἱός
.
ὣς
εἰπὼν
ἀνέβαινε
Μελάνθιος
,
αἰπόλος
αἰγῶν
,
εἰς
θαλάμους
Ὀδυσῆος
ἀνὰ
ῥῶγας
μεγάροιο
.
ἔνθεν
δώδεκα
μὲν
σάκεʼ
ἔξελε
,
τόσσα
δὲ
δοῦρα
καὶ
τόσσας
κυνέας
χαλκήρεας
ἱπποδασείας
·
145
βῆ
δʼ
ἴμεναι
,
μάλα
δʼ
ὦκα
φέρων
μνηστῆρσιν
ἔδωκεν
.
καὶ
τότʼ
Ὀδυσσῆος
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
,
ὡς
περιβαλλομένους
ἴδε
τεύχεα
χερσί
τε
δοῦρα
μακρὰ
τινάσσοντας
·
μέγα
δʼ
αὐτῷ
φαίνετο
ἔργον
.
αἶψα
δὲ
Τηλέμαχον
ἔπεα
πτερόεντα
προσηύδα
·
150
Τηλέμαχʼ
,
ἦ
μάλα
δή
τις
ἐνὶ
μεγάροισι
γυναικῶν
νῶϊν
ἐποτρύνει
πόλεμον
κακὸν
ἠὲ
Μελανθεύς
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
ὦ
πάτερ
,
αὐτὸς
ἐγὼ
τόδε
γʼ
ἤμβροτον
—οὐδέ
τις
ἄλλος
αἴτιος
—ὃς
θαλάμοιο
θύρην
πυκινῶς
ἀραρυῖαν
155
κάλλιπον
ἀγκλίνας
·
τῶν
δὲ
σκοπὸς
ἦεν
ἀμείνων
.
ἀλλʼ
ἴθι
,
δῖʼ
Εὔμαιε
,
θύρην
ἐπίθες
θαλάμοιο
καὶ
φράσαι
ἤ
τις
ἄρʼ
ἐστὶ
γυναικῶν
ἣ
τάδε
ῥέζει
,
ἢ
υἱὸς
Δολίοιο
,
Μελανθεύς
,
τόν
περ
ὀΐω
.
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
160
βῆ
δʼ
αὖτις
θάλαμόνδε
Μελάνθιος
,
αἰπόλος
αἰγῶν
,
οἴσων
τεύχεα
καλά
.
νόησε
δὲ
δῖος
ὑφορβός
,
αἶψα
δʼ
Ὀδυσσῆα
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
,
κεῖνος
δʼ
αὖτʼ
ἀΐδηλος
ἀνήρ
,
ὃν
ὀϊόμεθʼ
αὐτοί
,
165
ἔρχεται
ἐς
θάλαμον
·
σὺ
δέ
μοι
νημερτὲς
ἐνίσπες
,
ἤ
μιν
ἀποκτείνω
,
αἴ
κε
κρείσσων
γε
γένωμαι
,
ἦε
σοὶ
ἐνθάδʼ
ἄγω
,
ἵνʼ
ὑπερβασίας
ἀποτίσῃ
πολλάς
,
ὅσσας
οὗτος
ἐμήσατο
σῷ
ἐνὶ
οἴκῳ
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
170
ἦ
τοι
ἐγὼ
καὶ
Τηλέμαχος
μνηστῆρας
ἀγαυοὺς
σχήσομεν
ἔντοσθεν
μεγάρων
,
μάλα
περ
μεμαῶτας
.
σφῶϊ
δʼ
ἀποστρέψαντε
πόδας
καὶ
χεῖρας
ὕπερθεν
ἐς
θάλαμον
βαλέειν
,
σανίδας
δʼ
ἐκδῆσαι
ὄπισθε
,
σειρὴν
δὲ
πλεκτὴν
ἐξ
αὐτοῦ
πειρήναντε
175
κίον
ʼ
ἀνʼ
ὑψηλὴν
ἐρύσαι
πελάσαι
τε
δοκοῖσιν
,
ὥς
κεν
δηθὰ
ζωὸς
ἐὼν
χαλέπʼ
ἄλγεα
πάσχῃ
·
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδʼ
ἐπίθοντο
,
βὰν
δʼ
ἴμεν
ἐς
θάλαμον
,
λαθέτην
δέ
μιν
ἔνδον
ἐόντα
.
ἦ
τοι
ὁ
μὲν
θαλάμοιο
μυχὸν
κάτα
τεύχεʼ
ἐρεύνα
,
180
τὼ
δʼ
ἔσταν
ἑκάτερθε
παρὰ
σταθμοῖσι
μένοντε
.
εὖθʼ
ὑπὲρ
οὐδὸν
ἔβαινε
Μελάνθιος
,
αἰπόλος
αἰγῶν
,
τῇ
ἑτέρῃ
μὲν
χειρὶ
φέρων
καλὴν
τρυφάλειαν
,
τῇ
δʼ
ἑτέρῃ
σάκος
εὐρὺ
γέρον
,
πεπαλαγμένον
ἄζῃ
,
Λαέρτεω
ἥρωος
,
ὃ
κουρίζων
φορέεσκε
·
185
δὴ
τότε
γʼ
ἤδη
κεῖτο
,
ῥαφαὶ
δὲ
λέλυντο
ἱμάντων
·
τὼ
δʼ
ἄρʼ
ἐπαΐξανθʼ
ἑλέτην
ἔρυσάν
τέ
μιν
εἴσω
κουρίξ
,
ἐν
δαπέδῳ
δὲ
χαμαὶ
βάλον
ἀχνύμενον
κῆρ
,
σὺν
δὲ
πόδας
χεῖράς
τε
δέον
θυμαλγέϊ
δεσμῷ
εὖ
μάλʼ
ἀποστρέψαντε
διαμπερές
,
ὡς
ἐκέλευσεν
190
υἱὸς
Λαέρταο
,
πολύτλας
δῖος
Ὀδυσσεύς
·
σειρὴν
δὲ
πλεκτὴν
ἐξ
αὐτοῦ
πειρήναντε
κίονʼ
ἀνʼ
ὑψηλὴν
ἔρυσαν
πέλασάν
τε
δοκοῖσι
.
τὸν
δʼ
ἐπικερτομέων
προσέφης
,
Εὔμαιε
συβῶτα
·
νῦν
μὲν
δὴ
μάλα
πάγχυ
,
Μελάνθιε
,
νύκτα
φυλάξεις
,
195
εὐνῇ
ἔνι
μαλακῇ
καταλέγμενος
,
ὥς
σε
ἔοικεν
·
οὐδέ
σέ
γʼ
ἠριγένεια
παρʼ
Ὠκεανοῖο
ῥοάων
λήσει
ἐπερχομένη
χρυσόθρονος
,
ἡνίκʼ
ἀγινεῖς
αἶγας
μνηστήρεσσι
δόμον
κάτα
δαῖτα
πένεσθαι
.
ὣς
ὁ
μὲν
αὖθι
λέλειπτο
,
ταθεὶς
ὀλοῷ
ἐνὶ
δεσμῷ
·
200
τὼ
δʼ
ἐς
τεύχεα
δύντε
,
θύρην
ἐπιθέντε
φαεινήν
,
βήτην
εἰς
Ὀδυσῆα
δαΐφρονα
,
ποικιλομήτην
.
ἔνθα
μένος
πνείοντες
ἐφέστασαν
,
οἱ
μὲν
ἐπʼ
οὐδοῦ
τέσσαρες
,
οἱ
δʼ
ἔντοσθε
δόμων
πολέες
τε
καὶ
ἐσθλοί
.
τοῖσι
δʼ
ἐπʼ
ἀγχίμολον
θυγάτηρ
Διὸς
ἦλθεν
Ἀθήνη
,
205
Μέντορι
εἰδομένη
ἠμὲν
δέμας
ἠδὲ
καὶ
αὐδήν
.
τὴν
δʼ
Ὀδυσεὺς
γήθησεν
ἰδὼν
καὶ
μῦθον
ἔειπε
·
Μέντορ
,
ἄμυνον
ἀρήν
,
μνῆσαι
δʼ
ἑτάροιο
φίλοιο
,
ὅς
σʼ
ἀγαθὰ
ῥέζεσκον
·
ὁμηλικίην
δέ
μοί
ἐσσι
.
ὣς
φάτʼ
,
ὀϊόμενος
λαοσσόον
ἔμμεν
Ἀθήνην
.
210
μνηστῆρες
δʼ
ἑτέρωθεν
ὁμόκλεον
ἐν
μεγάροισι
·
πρῶτος
τήν
γʼ
ἐνένιπε
Δαμαστορίδης
Ἀγέλαος
·
Μέντορ
,
μή
σʼ
ἐπέεσσι
παραιπεπίθῃσιν
Ὀδυσσεὺς
μνηστήρεσσι
μάχεσθαι
,
ἀμυνέμεναι
δέ
οἱ
αὐτῷ
.
ὧδε
γὰρ
ἡμέτερόν
γε
νόον
τελέεσθαι
ὀΐω
·
215
ὁππότε
κεν
τούτους
κτέωμεν
,
πατέρʼ
ἠδὲ
καὶ
υἱόν
,
ἐν
δὲ
σὺ
τοῖσιν
ἔπειτα
πεφήσεαι
,
οἷα
μενοινᾷς
ἔρδειν
ἐν
μεγάροις
·
σῷ
δʼ
αὐτοῦ
κράατι
τίσεις
.
αὐτὰρ
ἐπὴν
ὑμέων
γε
βίας
ἀφελώμεθα
χαλκῷ
,
κτήμαθʼ
ὁπόσσα
τοί
ἐστι
,
τά
τʼ
ἔνδοθι
καὶ
τὰ
θύρηφι
,
220
τοῖσιν
Ὀδυσσῆος
μεταμίξομεν
·
οὐδέ
τοι
υἷας
ζώειν
ἐν
μεγάροισιν
ἐάσομεν
,
οὐδέ
θύγατρας
οὐδʼ
ἄλοχον
κεδνὴν
Ἰθάκης
κατὰ
ἄστυ
πολεύειν
.
ὣς
φάτʼ
,
Ἀθηναίη
δὲ
χολώσατο
κηρόθι
μᾶλλον
,
νείκεσσεν
δʼ
Ὀδυσῆα
χολωτοῖσιν
ἐπέεσσιν
·
225
οὐκέτι
σοί
γʼ
,
Ὀδυσεῦ
,
μένος
ἔμπεδον
οὐδέ
τις
ἀλκή
οἵη
ὅτʼ
ἀμφʼ
Ἑλένῃ
λευκωλένῳ
εὐπατερείῃ
,
εἰνάετες
Τρώεσσιν
ἐμάρναο
νωλεμὲς
αἰεί
,
πολλοὺς
δʼ
ἄνδρας
ἔπεφνες
ἐν
αἰνῇ
δηϊοτῆτι
,
σῇ
δʼ
ἥλω
βουλῇ
Πριάμου
πόλις
εὐρυάγυια
.
230
πῶς
δὴ
νῦν
,
ὅτε
σόν
τε
δόμον
καὶ
κτήμαθʼ
ἱκάνεις
,
ἄντα
μνηστήρων
ὀλοφύρεαι
ἄλκιμος
εἶναι
;
ἀλλʼ
ἄγε
δεῦρο
,
πέπον
,
παρʼ
ἔμʼ
ἵστασο
καὶ
ἴδε
ἔργον
,
ὄφρʼ
εἰδῇς
οἷός
τοι
ἐν
ἀνδράσι
δυσμενέεσσιν
Μέντωρ
Ἀλκιμίδης
εὐεργεσίας
ἀποτίνειν
.
235
ἦ
ῥα
,
καὶ
οὔ
πω
πάγχυ
δίδου
ἑτεραλκέα
νίκην
,
ἀλλʼ
ἔτʼ
ἄρα
σθένεός
τε
καὶ
ἀλκῆς
πειρήτιζεν
ἠμὲν
Ὀδυσσῆος
ἠδʼ
υἱοῦ
κυδαλίμοιο
.
αὐτὴ
δʼ
αἰθαλόεντος
ἀνὰ
μεγάροιο
μέλαθρον
ἕζετʼ
ἀναΐξασα
,
χελιδόνι
εἰκέλη
ἄντην
.
240
μνηστῆρας
δʼ
ὤτρυνε
Δαμαστορίδης
Ἀγέλαος
,
Εὐρύνομός
τε
καὶ
Ἀμφιμέδων
Δημοπτόλεμός
τε
,
Πείσανδρός
τε
Πολυκτορίδης
Πόλυβός
τε
δαΐφρων
·
οἱ
γὰρ
μνηστήρων
ἀρετῇ
ἔσαν
ἔξοχʼ
ἄριστοι
,
ὅσσοι
ἔτʼ
ἔζωον
περί
τε
ψυχέων
ἐμάχοντο
·
245
τοὺς
δʼ
ἤδη
ἐδάμασσε
βιὸς
καὶ
ταρφέες
ἰοί
.
τοῖς
δʼ
Ἀγέλεως
μετέειπεν
,
ἔπος
πάντεσσι
πιφαύσκων
·
ὦ
φίλοι
,
ἤδη
σχήσει
ἀνὴρ
ὅδε
χεῖρας
ἀάπτους
·
καὶ
δή
οἱ
Μέντωρ
μὲν
ἔβη
κενὰ
εὔγματα
εἰπών
,
οἱ
δʼ
οἶοι
λείπονται
ἐπὶ
πρώτῃσι
θύρῃσι
.
250
τῷ
νῦν
μὴ
ἅμα
πάντες
ἐφίετε
δούρατα
μακρά
,
ἀλλʼ
ἄγεθʼ
οἱ
ἓξ
πρῶτον
ἀκοντίσατʼ
,
αἴ
κέ
ποθι
Ζεὺς
δώῃ
Ὀδυσσῆα
βλῆσθαι
καὶ
κῦδος
ἀρέσθαι
.
τῶν
δʼ
ἄλλων
οὐ
κῆδος
,
ἐπὴν
οὗτός
γε
πέσῃσιν
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἀκόντισαν
ὡς
ἐκέλευεν
,
255
ἱέμενοι
·
τὰ
δὲ
πάντα
ἐτώσια
θῆκεν
Ἀθήνη
,
τῶν
ἄλλος
μὲν
σταθμὸν
ἐϋσταθέος
μεγάροιο
βεβλήκει
,
ἄλλος
δὲ
θύρην
πυκινῶς
ἀραρυῖαν
·
ἄλλου
δʼ
ἐν
τοίχῳ
μελίη
πέσε
χαλκοβάρεια
.
αὐτὰρ
ἐπεὶ
δὴ
δούρατʼ
ἀλεύαντο
μνηστήρων
,
260
τοῖς
δʼ
ἄρα
μύθων
ἦρχε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
ὦ
φίλοι
,
ἤδη
μέν
κεν
ἐγὼν
εἴποιμι
καὶ
ἄμμι
μνηστήρων
ἐς
ὅμιλον
ἀκοντίσαι
,
οἳ
μεμάασιν
ἡμέας
ἐξεναρίξαι
ἐπὶ
προτέροισι
κακοῖσιν
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἀκόντισαν
ὀξέα
δοῦρα
265
ἄντα
τιτυσκόμενοι
·
Δημοπτόλεμον
μὲν
Ὀδυσσεύς
,
Εὐρυάδην
δʼ
ἄρα
Τηλέμαχος
,
Ἔλατον
δὲ
συβώτης
,
Πείσανδρον
δʼ
ἄρʼ
ἔπεφνε
βοῶν
ἐπιβουκόλος
ἀνήρ
.
οἱ
μὲν
ἔπειθʼ
ἅμα
πάντες
ὀδὰξ
ἕλον
ἄσπετον
οὖδας
,
μνηστῆρες
δʼ
ἀνεχώρησαν
μεγάροιο
μυχόνδε
·
270
τοὶ
δʼ
ἄρʼ
ἐπήϊξαν
,
νεκύων
δʼ
ἐξ
ἔγχεʼ
ἕλοντο
.
αὖτις
δὲ
μνηστῆρες
ἀκόντισαν
ὀξέα
δοῦρα
ἱέμενοι
·
τὰ
δὲ
πολλὰ
ἐτώσια
θῆκεν
Ἀθήνη
.
τῶν
ἄλλος
μὲν
σταθμὸν
ἐϋσταθέος
μεγάροιο
βεβλήκειν
,
ἄλλος
δὲ
θύρην
πυκινῶς
ἀραρυῖαν
·
275
ἄλλου
δʼ
ἐν
τοίχῳ
μελίη
πέσε
χαλκοβάρεια
.
Ἀμφιμέδων
δʼ
ἄρα
Τηλέμαχον
βάλε
χεῖρʼ
ἐπὶ
καρπῷ
λίγδην
,
ἄκρον
δὲ
ῥινὸν
δηλήσατο
χαλκός
.
Κτήσιππος
δʼ
Εὔμαιον
ὑπὲρ
σάκος
ἔγχεϊ
μακρῷ
ὦμον
ἐπέγραψεν
·
τὸ
δʼ
ὑπέρπτατο
,
πῖπτε
δʼ
ἔραζε
.
280
τοὶ
δʼ
αὖτʼ
ἀμφʼ
Ὀδυσῆα
δαΐφρονα
ποικιλομήτην
,
μνηστήρων
ἐς
ὅμιλον
ἀκόντισαν
ὀξέα
δοῦρα
.
ἔνθʼ
αὖτʼ
Εὐρυδάμαντα
βάλε
πτολίπορθος
Ὀδυσσεύς
,
Ἀμφιμέδοντα
δὲ
Τηλέμαχος
,
Πόλυβον
δὲ
συβώτης
·
Κτήσιππον
δʼ
ἄρʼ
ἔπειτα
βοῶν
ἐπιβουκόλος
ἀνὴρ
285
βεβλήκει
πρὸς
στῆθος
,
ἐπευχόμενος
δὲ
προσηύδα
·
ὦ
Πολυθερσεΐδη
φιλοκέρτομε
,
μή
ποτε
πάμπαν
εἴκων
ἀφραδίῃς
μέγα
εἰπεῖν
,
ἀλλὰ
θεοῖσιν
μῦθον
ἐπιτρέψαι
,
ἐπεὶ
ἦ
πολὺ
φέρτεροί
εἰσι
.
τοῦτό
τοι
ἀντὶ
ποδὸς
ξεινήϊον
,
ὅν
ποτʼ
ἔδωκας
290
ἀντιθέῳ
Ὀδυσῆϊ
δόμον
κάτʼ
ἀλητεύοντι
.
ἦ
ῥα
βοῶν
ἑλίκων
ἐπιβουκόλος
·
αὐτὰρ
Ὀδυσσεὺς
οὖτα
Δαμαστορίδην
αὐτοσχεδὸν
ἔγχεϊ
μακρῷ
.
Τηλέμαχος
δʼ
Εὐηνορίδην
Λειώκριτον
οὖτα
δουρὶ
μέσον
κενεῶνα
,
διαπρὸ
δὲ
χαλκὸν
ἔλασσεν
·
295
ἤριπε
δὲ
πρηνής
,
χθόνα
δʼ
ἤλασε
παντὶ
μετώπῳ
.
δὴ
τότʼ
Ἀθηναίη
φθισίμβροτον
αἰγίδʼ
ἀνέσχεν
ὑψόθεν
ἐξ
ὀροφῆς
·
τῶν
δὲ
φρένες
ἐπτοίηθεν
.
οἱ
δʼ
ἐφέβοντο
κατὰ
μέγαρον
βόες
ὣς
ἀγελαῖαι
·
τὰς
μέν
τʼ
αἰόλος
οἶστρος
ἐφορμηθεὶς
ἐδόνησεν
300
ὥρῃ
ἐν
εἰαρινῇ
,
ὅτε
τʼ
ἤματα
μακρὰ
πέλονται
.
οἱ
δʼ
ὥς
τʼ
αἰγυπιοὶ
γαμψώνυχες
ἀγκυλοχεῖλαι
,
ἐξ
ὀρέων
ἐλθόντες
ἐπʼ
ὀρνίθεσσι
θόρωσι
·
ταὶ
μέν
τʼ
ἐν
πεδίῳ
νέφεα
πτώσσουσαι
ἵενται
,
οἱ
δέ
τε
τὰς
ὀλέκουσιν
ἐπάλμενοι
,
οὐδέ
τις
ἀλκὴ
305
γίγνεται
οὐδὲ
φυγή
·
χαίρουσι
δέ
τʼ
ἀνέρες
ἄγρῃ
·
ὣς
ἄρα
τοὶ
μνηστῆρας
ἐπεσσύμενοι
κατὰ
δῶμα
τύπτον
ἐπιστροφάδην
·
τῶν
δὲ
στόνος
ὤρνυτʼ
ἀεικὴς
κράτων
τυπτομένων
,
δάπεδον
δʼ
ἅπαν
αἵματι
θῦε
.
Λειώδης
δʼ
Ὀδυσῆος
ἐπεσσύμενος
λάβε
γούνων
,
310
καί
μιν
λισσόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
γουνοῦμαί
σʼ
,
Ὀδυσεῦ
·
σὺ
δέ
μʼ
αἴδεο
καί
μʼ
ἐλέησον
·
οὐ
γάρ
πώ
τινά
φημι
γυναικῶν
ἐν
μεγάροισιν
εἰπεῖν
οὐδέ
τι
ῥέξαι
ἀτάσθαλον
·
ἀλλὰ
καὶ
ἄλλους
παύεσκον
μνηστῆρας
,
ὅτις
τοιαῦτά
γε
ῥέζοι
.
315
ἀλλά
μοι
οὐ
πείθοντο
κακῶν
ἄπο
χεῖρας
ἔχεσθαι
·
τῷ
καὶ
ἀτασθαλίῃσιν
ἀεικέα
πότμον
ἐπέσπον
.
αὐτὰρ
ἐγὼ
μετὰ
τοῖσι
θυοσκόος
οὐδὲν
ἐοργὼς
κείσομαι
,
ὡς
οὐκ
ἔστι
χάρις
μετόπισθʼ
εὐεργέων
·
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
320
εἰ
μὲν
δὴ
μετὰ
τοῖσι
θυοσκόος
εὔχεαι
εἶναι
,
πολλάκι
που
μέλλεις
ἀρήμεναι
ἐν
μεγάροισι
τηλοῦ
ἐμοὶ
νόστοιο
τέλος
γλυκεροῖο
γενέσθαι
,
σοὶ
δʼ
ἄλοχόν
τε
φίλην
σπέσθαι
καὶ
τέκνα
τεκέσθαι
·
τῷ
οὐκ
ἂν
θάνατόν
γε
δυσηλεγέα
προφύγοισθα
.
325
ὣς
ἄρα
φωνήσας
ξίφος
εἵλετο
χειρὶ
παχείῃ
κείμενον
,
ὅ
ῥʼ
Ἀγέλαος
ἀποπροέηκε
χαμᾶζε
κτεινόμενος
·
τῷ
τόν
γε
κατʼ
αὐχένα
μέσσον
ἔλασσε
.
φθεγγομένου
δʼ
ἄρα
τοῦ
γε
κάρη
κονίῃσιν
ἐμίχθη
.
Τερπιάδης
δʼ
ἔτʼ
ἀοιδὸς
ἀλύσκανε
κῆρα
μέλαιναν
,
330
Φήμιος
,
ὅς
ῥʼ
ἤειδε
μετὰ
μνηστῆρσιν
ἀνάγκῃ
.
ἔστη
δʼ
ἐν
χείρεσσίν
ἔχων
φόρμιγγα
λίγειαν
ἄγχι
παρʼ
ὀρσοθύρην
·
δίχα
δὲ
φρεσὶ
μερμήριζεν
,
ἢ
ἐκδὺς
μεγάροιο
Διὸς
μεγάλου
ποτὶ
βωμὸν
ἑρκείου
ἵζοιτο
τετυγμένον
,
ἔνθʼ
ἄρα
πολλὰ
335
Λαέρτης
Ὀδυσεύς
τε
βοῶν
ἐπὶ
μηρίʼ
ἔκηαν
,
ἦ
γούνων
λίσσοιτο
προσαΐξας
Ὀδυσῆα
.
ὧδε
δέ
οἱ
φρονέοντι
δοάσσατο
κέρδιον
εἶναι
,
γούνων
ἅψασθαι
Λαερτιάδεω
Ὀδυσῆος
.
ἦ
τοι
ὁ
φόρμιγγα
γλαφυρὴν
κατέθηκε
χαμᾶζε
340
μεσσηγὺς
κρητῆρος
ἰδὲ
θρόνου
ἀργυροήλου
,
αὐτὸς
δʼ
αὖτʼ
Ὀδυσῆα
προσαΐξας
λάβε
γούνων
,
καί
μιν
λισσόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
γουνοῦμαί
σʼ
,
Ὀδυσεῦ
·
σὺ
δέ
μʼ
αἴδεο
καί
μʼ
ἐλέησον
·
αὐτῷ
τοι
μετόπισθʼ
ἄχος
ἔσσεται
,
εἴ
κεν
ἀοιδὸν
345
πέφνῃς
,
ὅς
τε
θεοῖσι
καὶ
ἀνθρώποισιν
ἀείδω
.
αὐτοδίδακτος
δʼ
εἰμί
,
θεὸς
δέ
μοι
ἐν
φρεσὶν
οἴμας
παντοίας
ἐνέφυσεν
·
ἔοικα
δέ
τοι
παραείδειν
ὥς
τε
θεῷ
·
τῷ
μή
με
λιλαίεο
δειροτομῆσαι
.
καί
κεν
Τηλέμαχος
τάδε
γʼ
εἴποι
,
σὸς
φίλος
υἱός
,
350
ὡς
ἐγὼ
οὔ
τι
ἑκὼν
ἐς
σὸν
δόμον
οὐδὲ
χατίζων
πωλεύμην
μνηστῆρσιν
ἀεισόμενος
μετὰ
δαῖτας
,
ἀλλὰ
πολὺ
πλέονες
καὶ
κρείσσονες
ἦγον
ἀνάγκῃ
.
ὣς
φάτο
,
τοῦ
δʼ
ἤκουσʼ
ἱερὴ
ἲς
Τηλεμάχοιο
,
αἶψα
δʼ
ἑὸν
πατέρα
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
355
ἴσχεο
μηδέ
τι
τοῦτον
ἀναίτιον
οὔταε
χαλκῷ
·
καὶ
κήρυκα
Μέδοντα
σαώσομεν
,
ὅς
τέ
μευ
αἰεὶ
οἴκῳ
ἐν
ἡμετέρῳ
κηδέσκετο
παιδὸς
ἐόντος
,
εἰ
δὴ
μή
μιν
ἔπεφνε
Φιλοίτιος
ἠὲ
συβώτης
,
ἠὲ
σοὶ
ἀντεβόλησεν
ὀρινομένῳ
κατὰ
δῶμα
.
360
ὣς
φάτο
,
τοῦ
δʼ
ἤκουσε
Μέδων
πεπνυμένα
εἰδώς
·
πεπτηὼς
γὰρ
ἔκειτο
ὑπὸ
θρόνον
,
ἀμφὶ
δὲ
δέρμα
ἕστο
βοὸς
νεόδαρτον
,
ἀλύσκων
κῆρα
μέλαιναν
.
αἶψα
δʼ
ἀπὸ
θρόνου
ὦρτο
,
θοῶς
δʼ
ἀπέδυνε
βοείην
Τηλέμαχον
δʼ
ἄρʼ
ἔπειτα
προσαΐξας
λάβε
γούνων
,
365
καί
μιν
λισσόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
ὦ
φίλʼ
,
ἐγὼ
μὲν
ὅδʼ
εἰμί
,
σὺ
δʼ
ἴσχεο
εἰπὲ
δὲ
πατρὶ
μή
με
περισθενέων
δηλήσεται
ὀξέϊ
χαλκῷ
,
ἀνδρῶν
μνηστήρων
κεχολωμένος
,
οἵ
οἱ
ἔκειρον
κτήματʼ
ἐνὶ
μεγάροις
,
σὲ
δὲ
νήπιοι
οὐδὲν
ἔτιον
.
370
τὸν
δʼ
ἐπιμειδήσας
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
θάρσει
,
ἐπεὶ
δή
σʼ
οὗτος
ἐρύσσατο
καὶ
ἐσάωσεν
,
ὄφρα
γνῷς
κατὰ
θυμόν
,
ἀτὰρ
εἴπῃσθα
καὶ
ἄλλῳ
,
ὡς
κακοεργίης
εὐεργεσίη
μέγʼ
ἀμείνων
.
ἀλλʼ
ἐξελθόντες
μεγάρων
ἕζεσθε
θύραζε
375
ἐκ
φόνου
εἰς
αὐλήν
,
σύ
τε
καὶ
πολύφημος
ἀοιδός
,
ὄφρʼ
ἂν
ἐγὼ
κατὰ
δῶμα
πονήσομαι
ὅττεό
με
χρή
.
ὣς
φάτο
,
τὼ
δʼ
ἔξω
βήτην
μεγάροιο
κιόντε
,
ἑζέσθην
δʼ
ἄρα
τώ
γε
Διὸς
μεγάλου
ποτὶ
βωμόν
,
πάντοσε
παπταίνοντε
,
φόνον
ποτιδεγμένω
αἰεί
.
380
πάπτηνεν
δʼ
Ὀδυσεὺς
καθʼ
ἑὸν
δόμον
,
εἴ
τις
ἔτʼ
ἀνδρῶν
ζωὸς
ὑποκλοπέοιτο
,
ἀλύσκων
κῆρα
μέλαιναν
.
τοὺς
δὲ
ἴδεν
μάλα
πάντας
ἐν
αἵματι
καὶ
κονίῃσι
πεπτεῶτας
πολλούς
,
ὥστʼ
ἰχθύας
,
οὕς
θʼ
ἁλιῆες
κοῖλον
ἐς
αἰγιαλὸν
πολιῆς
ἔκτοσθε
θαλάσσης
385
δικτύῳ
ἐξέρυσαν
πολυωπῷ
·
οἱ
δέ
τε
πάντες
κύμαθʼ
ἁλὸς
ποθέοντες
ἐπὶ
ψαμάθοισι
κέχυνται
·
τῶν
μέν
τʼ
Ἠέλιος
φαέθων
ἐξείλετο
θυμόν
·
ὣς
τότʼ
ἄρα
μνηστῆρες
ἐπʼ
ἀλλήλοισι
κέχυντο
.
δὴ
τότε
Τηλέμαχον
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
390
Τηλέμαχʼ
,
εἰ
δʼ
ἄγε
μοι
κάλεσον
τροφὸν
Εὐρύκλειαν
,
ὄφρα
ἔπος
εἴπωμι
τό
μοι
καταθύμιόν
ἐστιν
.
ὣς
φάτο
,
Τηλέμαχος
δὲ
φίλῳ
ἐπεπείθετο
πατρί
,
κινήσας
δὲ
θύρην
προσέφη
τροφὸν
Εὐρύκλειαν
·
δεῦρο
δὴ
ὄρσο
,
γρηῢ
παλαιγενές
,
ἥ
τε
γυναικῶν
395
δμῳάων
σκοπός
ἐσσι
κατὰ
μέγαρʼ
ἡμετεράων
·
ἔρχεο
·
κικλήσκει
σε
πατὴρ
ἐμός
,
ὄφρα
τι
εἴπῃ
.
ὣς
ἄρʼ
ἐφώνησεν
,
τῇ
δʼ
ἄπτερος
ἔπλετο
μῦθος
,
ὤϊξεν
δὲ
θύρας
μεγάρων
εὖ
ναιεταόντων
,
βῆ
δʼ
ἴμεν
·
αὐτὰρ
Τηλέμαχος
πρόσθʼ
ἡγεμόνευεν
.
400
εὗρεν
ἔπειτʼ
Ὀδυσῆα
μετὰ
κταμένοισι
νέκυσσιν
,
αἵματι
καὶ
λύθρῳ
πεπαλαγμένον
ὥστε
λέοντα
,
ὅς
ῥά
τε
βεβρωκὼς
βοὸς
ἔρχεται
ἀγραύλοιο
·
πᾶν
δʼ
ἄρα
οἱ
στῆθός
τε
παρήϊά
τʼ
ἀμφοτέρωθεν
αἱματόεντα
πέλει
,
δεινὸς
δʼ
εἰς
ὦπα
ἰδέσθαι
·
405
ὣς
Ὀδυσεὺς
πεπάλακτο
πόδας
καὶ
χεῖρας
ὕπερθεν
.
ἡ
δʼ
ὡς
οὖν
νέκυάς
τε
καὶ
ἄσπετον
εἴσιδεν
αἷμα
,
ἴθυσέν
ῥʼ
ὀλολύξαι
,
ἐπεὶ
μέγα
εἴσιδεν
ἔργον
·
ἀλλʼ
Ὀδυσεὺς
κατέρυκε
καὶ
ἔσχεθεν
ἱεμένην
περ
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
410
ἐν
θυμῷ
,
γρηῦ
,
χαῖρε
καὶ
ἴσχεο
μηδʼ
ὀλόλυζε
·
οὐχ
ὁσίη
κταμένοισιν
ἐπʼ
ἀνδράσιν
εὐχετάασθαι
.
τούσδε
δὲ
μοῖρʼ
ἐδάμασσε
θεῶν
καὶ
σχέτλια
ἔργα
·
οὔ
τινα
γὰρ
τίεσκον
ἐπιχθονίων
ἀνθρώπων
,
οὐ
κακὸν
οὐδὲ
μὲν
ἐσθλόν
,
ὅτις
σφέας
εἰσαφίκοιτο
·
415
τῷ
καὶ
ἀτασθαλίῃσιν
ἀεικέα
πότμον
ἐπέσπον
.
ἀλλʼ
ἄγε
μοι
σὺ
γυναῖκας
ἐνὶ
μεγάροις
κατάλεξον
,
αἵ
τέ
μʼ
ἀτιμάζουσι
καὶ
αἳ
νηλείτιδές
εἰσιν
.
τὸν
δʼ
αὖτε
προσέειπε
φίλη
τροφὸς
Εὐρύκλεια
·
τοιγὰρ
ἐγώ
τοι
,
τέκνον
,
ἀληθείην
καταλέξω
.
420
πεντήκοντά
τοί
εἰσιν
ἐνὶ
μεγάροισι
γυναῖκες
δμῳαί
,
τὰς
μέν
τʼ
ἔργα
διδάξαμεν
ἐργάζεσθαι
,
εἴριά
τε
ξαίνειν
καὶ
δουλοσύνην
ἀνέχεσθαι
·
τάων
δώδεκα
πᾶσαι
ἀναιδείης
ἐπέβησαν
,
οὔτʼ
ἐμὲ
τίουσαι
οὔτʼ
αὐτὴν
Πηνελόπειαν
.
425
Τηλέμαχος
δὲ
νέον
μὲν
ἀέξετο
,
οὐδέ
ἑ
μήτηρ
σημαίνειν
εἴασκεν
ἐπὶ
δμῳῇσι
γυναιξίν
.
ἀλλʼ
ἄγʼ
ἐγὼν
ἀναβᾶσʼ
ὑπερώϊα
σιγαλόεντα
εἴπω
σῇ
ἀλόχῳ
,
τῇ
τις
θεὸς
ὕπνον
ἐπῶρσε
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
430
μή
πω
τήνδʼ
ἐπέγειρε
·
σὺ
δʼ
ἐνθάδε
εἰπὲ
γυναιξὶν
ἐλθέμεν
,
αἵ
περ
πρόσθεν
ἀεικέα
μηχανόωντο
.
ὣς
ἄρʼ
ἔφη
,
γρηῢς
δὲ
διὲκ
μεγάροιο
βεβήκει
ἀγγελέουσα
γυναιξὶ
καὶ
ὀτρυνέουσα
νέεσθαι
.
αὐτὰρ
ὁ
Τηλέμαχον
καὶ
βουκόλον
ἠδὲ
συβώτην
435
εἰς
ἓ
καλεσσάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
ἄρχετε
νῦν
νέκυας
φορέειν
καὶ
ἄνωχθε
γυναῖκας
·
αὐτὰρ
ἔπειτα
θρόνους
περικαλλέας
ἠδὲ
τραπέζας
ὕδατι
καὶ
σπόγγοισι
πολυτρήτοισι
καθαίρειν
.
αὐτὰρ
ἐπὴν
δὴ
πάντα
δόμον
κατακοσμήσησθε
,
440
δμῳὰς
ἐξαγαγόντες
ἐϋσταθέος
μεγάροιο
,
μεσσηγύς
τε
θόλου
καὶ
ἀμύμονος
ἕρκεος
αὐλῆς
,
θεινέμεναι
ξίφεσιν
τανυήκεσιν
,
εἰς
ὅ
κε
πασέων
ψυχὰς
ἐξαφέλησθε
καὶ
ἐκλελάθωντʼ
Ἀφροδίτης
,
τὴν
ἄρʼ
ὑπὸ
μνηστῆρσιν
ἔχον
μίσγοντό
τε
λάθρη
.
445
ὣς
ἔφαθʼ
,
αἱ
δὲ
γυναῖκες
ἀολλέες
ἦλθον
ἅπασαι
,
αἴνʼ
ὀλοφυρόμεναι
,
θαλερὸν
κατὰ
δάκρυ
χέουσαι
.
πρῶτα
μὲν
οὖν
νέκυας
φόρεον
κατατεθνηῶτας
,
κὰδ
δʼ
ἄρʼ
ὑπʼ
αἰθούσῃ
τίθεσαν
εὐερκέος
αὐλῆς
,
ἀλλήλοισιν
ἐρείδουσαι
·
σήμαινε
δʼ
Ὀδυσσεὺς
450
αὐτὸς
ἐπισπέρχων
·
ταὶ
δʼ
ἐκφόρεον
καὶ
ἀνάγκῃ
.
αὐτὰρ
ἔπειτα
θρόνους
περικαλλέας
ἠδὲ
τραπέζας
ὕδατι
καὶ
σπόγγοισι
πολυτρήτοισι
κάθαιρον
.
αὐτὰρ
Τηλέμαχος
καὶ
βουκόλος
ἠδὲ
συβώτῃς
λίστροισιν
δάπεδον
πύκα
ποιητοῖο
δόμοιο
455
ξῦον
·
ταὶ
δʼ
ἐφόρεον
δμῳαί
,
τίθεσαν
δὲ
θύραζε
.
αὐτὰρ
ἐπειδὴ
πᾶν
μέγαρον
διεκοσμήσαντο
,
δμῳὰς
δʼ
ἐξαγαγόντες
ἐϋσταθέος
μεγάροιο
,
μεσσηγύς
τε
θόλου
καὶ
ἀμύμονος
ἕρκεος
αὐλῆς
,
εἴλεον
ἐν
στείνει
,
ὅθεν
οὔ
πως
ἦεν
ἀλύξαι
.
460
τοῖσι
δὲ
Τηλέμαχος
πεπνυμένος
ἦρχʼ
ἀγορεύειν
·
μὴ
μὲν
δὴ
καθαρῷ
θανάτῳ
ἀπὸ
θυμὸν
ἑλοίμην
τάων
,
αἳ
δὴ
ἐμῇ
κεφαλῇ
κατʼ
ὀνείδεα
χεῦαν
μητέρι
θʼ
ἡμετέρῃ
παρά
τε
μνηστῆρσιν
ἴαυον
.
ὣς
ἄρʼ
ἔφη
,
καὶ
πεῖσμα
νεὸς
κυανοπρῴροιο
465
κίονος
ἐξάψας
μεγάλης
περίβαλλε
θόλοιο
,
ὑψόσʼ
ἐπεντανύσας
,
μή
τις
ποσὶν
οὖδας
ἵκοιτο
.
ὡς
δʼ
ὅτʼ
ἂν
ἢ
κίχλαι
τανυσίπτεροι
ἠὲ
πέλειαι
ἕρκει
ἐνιπλήξωσι
,
τό
θʼ
ἑστήκῃ
ἐνὶ
θάμνῳ
,
αὖλιν
ἐσιέμεναι
,
στυγερὸς
δʼ
ὑπεδέξατο
κοῖτος
,
470
ὣς
αἵ
γʼ
ἑξείης
κεφαλὰς
ἔχον
,
ἀμφὶ
δὲ
πάσαις
δειρῇσι
βρόχοι
ἦσαν
,
ὅπως
οἴκτιστα
θάνοιεν
.
ἤσπαιρον
δὲ
πόδεσσι
μίνυνθά
περ
οὔ
τι
μάλα
δήν
.
ἐκ
δὲ
Μελάνθιον
ἦγον
ἀνὰ
πρόθυρόν
τε
καὶ
αὐλήν
·
τοῦ
δʼ
ἀπὸ
μὲν
ῥῖνάς
τε
καὶ
οὔατα
νηλέϊ
χαλκῷ
475
τάμνον
,
μήδεά
τʼ
ἐξέρυσαν
,
κυσὶν
ὠμὰ
δάσασθαι
,
χεῖράς
τʼ
ἠδὲ
πόδας
κόπτον
κεκοτηότι
θυμῷ
.
οἱ
μὲν
ἔπειτʼ
ἀπονιψάμενοι
χεῖράς
τε
πόδας
τε
εἰς
Ὀδυσῆα
δόμονδε
κίον
,
τετέλεστο
δὲ
ἔργον
·
αὐτὰρ
ὅ
γε
προσέειπε
φίλην
τροφὸν
Εὐρύκλειαν
·
480
οἶσε
θέειον
,
γρηΰ
,
κακῶν
ἄκος
,
οἶσε
δέ
μοι
πῦρ
,
ὄφρα
θεειώσω
μέγαρον
·
σὺ
δὲ
Πηνελόπειαν
ἐλθεῖν
ἐνθάδʼ
ἄνωχθι
σὺν
ἀμφιπόλοισι
γυναιξί
·
πάσας
δʼ
ὄτρυνον
δμῳὰς
κατὰ
δῶμα
νέεσθαι
.
τὸν
δʼ
αὖτε
προσέειπε
φίλη
τροφὸς
Εὐρύκλεια
·
485
ναὶ
δὴ
ταῦτά
γε
,
τέκνον
ἐμόν
,
κατὰ
μοῖραν
ἔειπες
.
ἀλλʼ
ἄγε
τοι
χλαῖνάν
τε
χιτῶνά
τε
εἵματʼ
ἐνείκω
,
μηδʼ
οὕτω
ῥάκεσιν
πεπυκασμένος
εὐρέας
ὤμους
ἕσταθʼ
ἐνὶ
μεγάροισι
·
νεμεσσητὸν
δέ
κεν
εἴη
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
490
πῦρ
νῦν
μοι
πρώτιστον
ἐνὶ
μεγάροισι
γενέσθω
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
φίλη
τροφὸς
Εὐρύκλεια
,
ἤνεικεν
δʼ
ἄρα
πῦρ
καὶ
θήϊον
·
αὐτὰρ
Ὀδυσσεὺς
εὖ
διεθείωσεν
μέγαρον
καὶ
δῶμα
καὶ
αὐλήν
.
γρηῢς
δʼ
αὖτʼ
ἀπέβη
διὰ
δώματα
κάλʼ
Ὀδυσῆος
495
ἀγγελέουσα
γυναιξὶ
καὶ
ὀτρυνέουσα
νέεσθαι
·
αἱ
δʼ
ἴσαν
ἐκ
μεγάροιο
δάος
μετὰ
χερσὶν
ἔχουσαι
.
αἱ
μὲν
ἄρʼ
ἀμφεχέοντο
καὶ
ἠσπάζοντʼ
Ὀδυσῆα
,
καὶ
κύνεον
ἀγαπαξόμεναι
κεφαλήν
τε
καὶ
ὤμους
χεῖράς
τʼ
αἰνύμεναι
·
τὸν
δὲ
γλυκὺς
ἵμερος
ᾕρει
500
κλαυθμοῦ
καὶ
στοναχῆς
,
γίγνωσκε
δʼ
ἄρα
φρεσὶ
πάσας
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.