τὼ
δʼ
αὖτʼ
ἐν
κλισίῃ
Ὀδυσεὺς
καὶ
δῖος
ὑφορβὸς
1
ἐντύνοντο
ἄριστον
ἅμʼ
ἠοῖ
,
κηαμένω
πῦρ
,
ἔκπεμψάν
τε
νομῆας
ἅμʼ
ἀγρομένοισι
σύεσσι
·
Τηλέμαχον
δὲ
περίσσαινον
κύνες
ὑλακόμωροι
,
οὐδʼ
ὕλαον
προσιόντα
.
νόησε
δὲ
δῖος
Ὀδυσσεὺς
5
σαίνοντάς
τε
κύνας
,
περί
τε
κτύπος
ἦλθε
ποδοῖϊν
.
αἶψα
δʼ
ἄρʼ
Εὔμαιον
ἔπεα
πτερόεντα
προσηύδα
·
Εὔμαιʼ
,
ἦ
μάλα
τίς
τοι
ἐλεύσεται
ἐνθάδʼ
ἑταῖρος
ἢ
καὶ
γνώριμος
ἄλλος
,
ἐπεὶ
κύνες
οὐχ
ὑλάουσιν
,
ἀλλὰ
περισσαίνουσι
·
ποδῶν
δʼ
ὑπὸ
δοῦπον
ἀκούω
.
10
οὔ
πω
πᾶν
εἴρητο
ἔπος
,
ὅτε
οἱ
φίλος
υἱὸς
ἔστη
ἐνὶ
προθύροισι
.
ταφὼν
δʼ
ἀνόρουσε
συβώτης
,
ἐκ
δʼ
ἄρα
οἱ
χειρῶν
πέσον
ἄγγεα
,
τοῖς
ἐπονεῖτο
,
κιρνὰς
αἴθοπα
οἶνον
.
ὁ
δʼ
ἀντίος
ἦλθεν
ἄνακτος
,
κύσσε
δέ
μιν
κεφαλήν
τε
καὶ
ἄμφω
φάεα
καλὰ
15
χεῖράς
τʼ
ἀμφοτέρας
·
θαλερὸν
δέ
οἱ
ἔκπεσε
δάκρυ
.
ὡς
δὲ
πατὴρ
ὃν
παῖδα
φίλα
φρονέων
ἀγαπάζῃ
ἐλθόντʼ
ἐξ
ἀπίης
γαίης
δεκάτῳ
ἐνιαυτῷ
,
μοῦνον
τηλύγετον
,
τῷ
ἔπʼ
ἄλγεα
πολλὰ
μογήσῃ
,
ὣς
τότε
Τηλέμαχον
θεοειδέα
δῖος
ὑφορβὸς
20
πάντα
κύσεν
περιφύς
,
ὡς
ἐκ
θανάτοιο
φυγόντα
·
καί
ῥʼ
ὀλοφυρόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
ἦλθες
,
Τηλέμαχε
,
γλυκερὸν
φάος
.
οὔ
σʼ
ἔτʼ
ἐγώ
γε
ὄψεσθαι
ἐφάμην
,
ἐπεὶ
ᾤχεο
νηῒ
Πύλονδε
.
ἀλλʼ
ἄγε
νῦν
εἴσελθε
,
φίλον
τέκος
,
ὄφρα
σε
θυμῷ
25
τέρψομαι
εἰσορόων
νέον
ἄλλοθεν
ἔνδον
ἐόντα
.
οὐ
μὲν
γάρ
τι
θάμʼ
ἀγρὸν
ἐπέρχεαι
οὐδὲ
νομῆας
,
ἀλλʼ
ἐπιδημεύεις
·
ὣς
γάρ
νύ
τοι
εὔαδε
θυμῷ
,
ἀνδρῶν
μνηστήρων
ἐσορᾶν
ἀΐδηλον
ὅμιλον
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
30
ἔσσεται
οὕτως
,
ἄττα
·
σέθεν
δʼ
ἕνεκʼ
ἐνθάδʼ
ἱκάνω
,
ὄφρα
σέ
τʼ
ὀφθαλμοῖσιν
ἴδω
καὶ
μῦθον
ἀκούσω
,
ἤ
μοι
ἔτʼ
ἐν
μεγάροις
μήτηρ
μένει
,
ἦέ
τις
ἤδη
ἀνδρῶν
ἄλλος
ἔγημεν
,
Ὀδυσσῆος
δέ
που
εὐνὴ
χήτει
ἐνευναίων
κάκʼ
ἀράχνια
κεῖται
ἔχουσα
.
35
τὸν
δʼ
αὖτε
προσέειπε
συβώτης
,
ὄρχαμος
ἀνδρῶν
·
καὶ
λίην
κείνη
γε
μένει
τετληότι
θυμῷ
σοῖσιν
ἐνὶ
μεγάροισιν
·
ὀϊζυραὶ
δέ
οἱ
αἰεὶ
φθίνουσιν
νύκτες
τε
καὶ
ἤματα
δάκρυ
χεούσῃ
.
ὣς
ἄρα
φωνήσας
οἱ
ἐδέξατο
χάλκεον
ἔγχος
·
40
αὐτὰρ
ὅ
γʼ
εἴσω
ἴεν
καὶ
ὑπέρβη
λάϊνον
οὐδόν
.
τῷ
δʼ
ἕδρης
ἐπιόντι
πατὴρ
ὑπόειξεν
Ὀδυσσεύς
·
Τηλέμαχος
δʼ
ἑτέρωθεν
ἐρήτυε
φώνησέν
τε
·
ἧσʼ
,
ὦ
ξεῖνʼ
·
ἡμεῖς
δὲ
καὶ
ἄλλοθι
δήομεν
ἕδρην
σταθμῷ
ἐν
ἡμετέρῳ
·
πάρα
δʼ
ἀνὴρ
ὃς
καταθήσει
.
45
ὣς
φάθʼ
,
ὁ
δʼ
αὖτις
ἰὼν
κατʼ
ἄρʼ
ἕζετο
·
τῷ
δὲ
συβώτης
.
χεῦεν
ὕπο
χλωρὰς
ῥῶπας
καὶ
κῶας
ὕπερθεν
·
ἔνθα
καθέζετʼ
ἔπειτα
Ὀδυσσῆος
φίλος
υἱός
.
τοῖσιν
δʼ
αὖ
κρειῶν
πίνακας
παρέθηκε
συβώτης
ὀπταλέων
,
ἅ
ῥα
τῇ
προτέρῃ
ὑπέλειπον
ἔδοντες
,
50
σῖτον
δʼ
ἐσσυμένως
παρενήνεεν
ἐν
κανέοισιν
,
ἐν
δʼ
ἄρα
κισσυβίῳ
κίρνη
μελιηδέα
οἶνον
·
αὐτὸς
δʼ
ἀντίον
ἷζεν
Ὀδυσσῆος
θείοιο
.
οἱ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
55
δὴ
τότε
Τηλέμαχος
προσεφώνεε
δῖον
ὑφορβόν
·
ἄττα
,
πόθεν
τοι
ξεῖνος
ὅδʼ
ἵκετο
;
πῶς
δέ
ἑ
ναῦται
ἤγαγον
εἰς
Ἰθάκην
;
τίνες
ἔμμεναι
εὐχετόωντο
;
οὐ
μὲν
γάρ
τί
ἑ
πεζὸν
ὀΐομαι
ἐνθάδʼ
ἱκέσθαι
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφης
,
Εὔμαιε
συβῶτα
·
60
τοιγὰρ
ἐγώ
τοι
,
τέκνον
,
ἀληθέα
πάντʼ
ἀγορεύσω
.
ἐκ
μὲν
Κρητάων
γένος
εὔχεται
εὐρειάων
,
φησὶ
δὲ
πολλὰ
βροτῶν
ἐπὶ
ἄστεα
δινηθῆναι
πλαζόμενος
·
ὣς
γάρ
οἱ
ἐπέκλωσεν
τά
γε
δαίμων
.
νῦν
αὖ
Θεσπρωτῶν
ἀνδρῶν
ἐκ
νηὸς
ἀποδρὰς
65
ἤλυθʼ
ἐμὸν
πρὸς
σταθμόν
,
ἐγὼ
δέ
τοι
ἐγγυαλίξω
·
ἔρξον
ὅπως
ἐθέλεις
·
ἱκέτης
δέ
τοι
εὔχεται
εἶναι
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Εὔμαιʼ
,
ἦ
μάλα
τοῦτο
ἔπος
θυμαλγὲς
ἔειπες
·
πῶς
γὰρ
δὴ
τὸν
ξεῖνον
ἐγὼν
ὑποδέξομαι
οἴκῳ
;
70
αὐτὸς
μὲν
νέος
εἰμὶ
καὶ
οὔ
πω
χερσὶ
πέποιθα
ἄνδρʼ
ἀπαμύνασθαι
,
ὅτε
τις
πρότερος
χαλεπήνῃ
·
μητρὶ
δʼ
ἐμῇ
δίχα
θυμὸς
ἐνὶ
φρεσὶ
μερμηρίζει
,
ἢ
αὐτοῦ
παρʼ
ἐμοί
τε
μένῃ
καὶ
δῶμα
κομίζῃ
,
εὐνήν
τʼ
αἰδομένη
πόσιος
δήμοιό
τε
φῆμιν
,
75
ἦ
ἤδη
ἅμʼ
ἕπηται
Ἀχαιῶν
ὅς
τις
ἄριστος
μνᾶται
ἐνὶ
μεγάροισιν
ἀνὴρ
καὶ
πλεῖστα
πόρῃσιν
.
ἀλλʼ
ἦ
τοὶ
τὸν
ξεῖνον
,
ἐπεὶ
τεὸν
ἵκετο
δῶμα
,
ἕσσω
μιν
χλαῖνάν
τε
χιτῶνά
τε
,
εἵματα
καλά
,
δώσω
δὲ
ξίφος
ἄμφηκες
καὶ
ποσσὶ
πέδιλα
,
80
πέμψω
δʼ
ὅππη
μιν
κραδίη
θυμός
τε
κελεύει
.
εἰ
δʼ
ἐθέλεις
,
σὺ
κόμισσον
ἐνὶ
σταθμοῖσιν
ἐρύξας
·
εἵματα
δʼ
ἐνθάδʼ
ἐγὼ
πέμψω
καὶ
σῖτον
ἅπαντα
ἔδμεναι
,
ὡς
ἂν
μή
σε
κατατρύχῃ
καὶ
ἑταίρους
.
κεῖσε
δʼ
ἂν
οὔ
μιν
ἐγώ
γε
μετὰ
μνηστῆρας
ἐῷμι
85
ἔρχεσθαι
·
λίην
γὰρ
ἀτάσθαλον
ὕβριν
ἔχουσι
·
μή
μιν
κερτομέωσιν
,
ἐμοὶ
δʼ
ἄχος
ἔσσεται
αἰνόν
.
πρῆξαι
δʼ
ἀργαλέον
τι
μετὰ
πλεόνεσσιν
ἐόντα
ἄνδρα
καὶ
ἴφθιμον
,
ἐπεὶ
ἦ
πολὺ
φέρτεροί
εἰσι
.
τὸν
δʼ
αὖτε
προσέειπε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
90
ὦ
φίλʼ
,
ἐπεί
θήν
μοι
καὶ
ἀμείψασθαι
θέμις
ἐστίν
,
ἦ
μάλα
μευ
καταδάπτετʼ
ἀκούοντος
φίλον
ἦτορ
,
οἷά
φατε
μνηστῆρας
ἀτάσθαλα
μηχανάασθαι
ἐν
μεγάροις
,
ἀέκητι
σέθεν
τοιούτου
ἐόντος
.
εἰπέ
μοι
ἠὲ
ἑκὼν
ὑποδάμνασαι
,
ἦ
σέ
γε
λαοὶ
95
ἐχθαίρουσʼ
ἀνὰ
δῆμον
,
ἐπισπόμενοι
θεοῦ
ὀμφῇ
,
ἦ
τι
κασιγνήτοις
ἐπιμέμφεαι
,
οἷσί
περ
ἀνὴρ
μαρναμένοισι
πέποιθε
,
καὶ
εἰ
μέγα
νεῖκος
ὄρηται
.
αἲ
γάρ
ἐγὼν
οὕτω
νέος
εἴην
τῷδʼ
ἐπὶ
θυμῷ
,
ἢ
παῖς
ἐξ
Ὀδυσῆος
ἀμύμονος
ἠὲ
καὶ
αὐτός
·
100
αὐτίκʼ
ἔπειτʼ
ἀπʼ
ἐμεῖο
κάρη
τάμοι
ἀλλότριος
φώς
,
εἰ
μὴ
ἐγὼ
κείνοισι
κακὸν
πάντεσσι
γενοίμην
,
ἐλθὼν
ἐς
μέγαρον
Λαερτιάδεω
Ὀδυσῆος
.
εἰ
δʼ
αὖ
με
πληθυῖ
δαμασαίατο
μοῦνον
ἐόντα
,
105
βουλοίμην
κʼ
ἐν
ἐμοῖσι
κατακτάμενος
μεγάροισι
τεθνάμεν
ἢ
τάδε
γʼ
αἰὲν
ἀεικέα
ἔργʼ
ὁράασθαι
,
ξείνους
τε
στυφελιζομένους
δμῳάς
τε
γυναῖκας
ῥυστάζοντας
ἀεικελίως
κατὰ
δώματα
καλά
,
καὶ
οἶνον
διαφυσσόμενον
,
καὶ
σῖτον
ἔδοντας
110
μὰψ
αὔτως
,
ἀτέλεστον
,
ἀνηνύστῳ
ἐπὶ
ἔργῳ
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
τοιγὰρ
ἐγώ
τοι
,
ξεῖνε
,
μάλʼ
ἀτρεκέως
ἀγορεύσω
.
οὔτε
τί
μοι
πᾶς
δῆμος
ἀπεχθόμενος
χαλεπαίνει
,
οὔτε
κασιγνήτοις
ἐπιμέμφομαι
,
οἷσί
περ
ἀνὴρ
115
μαρναμένοισι
πέποιθε
,
καὶ
εἰ
μέγα
νεῖκος
ὄρηται
.
ὧδε
γὰρ
ἡμετέρην
γενεὴν
μούνωσε
Κρονίων
·
μοῦνον
Λαέρτην
Ἀρκείσιος
υἱὸν
ἔτικτε
,
μοῦνον
δʼ
αὖτʼ
Ὀδυσῆα
πατὴρ
τέκεν
·
αὐτὰρ
Ὀδυσσεὺς
μοῦνον
ἔμʼ
ἐν
μεγάροισι
τεκὼν
λίπεν
οὐδʼ
ἀπόνητο
.
120
τῷ
νῦν
δυσμενέες
μάλα
μυρίοι
εἴσʼ
ἐνὶ
οἴκῳ
.
ὅσσοι
γὰρ
νήσοισιν
ἐπικρατέουσιν
ἄριστοι
,
Δουλιχίῳ
τε
Σάμῃ
τε
καὶ
ὑλήεντι
Ζακύνθῳ
,
ἠδʼ
ὅσσοι
κραναὴν
Ἰθάκην
κάτα
κοιρανέουσι
,
τόσσοι
μητέρʼ
ἐμὴν
μνῶνται
,
τρύχουσι
δὲ
οἶκον
.
125
ἡ
δʼ
οὔτʼ
ἀρνεῖται
στυγερὸν
γάμον
οὔτε
τελευτὴν
ποιῆσαι
δύναται
·
τοὶ
δὲ
φθινύθουσιν
ἔδοντες
οἶκον
ἐμόν
·
τάχα
δή
με
διαρραίσουσι
καὶ
αὐτόν
.
ἀλλʼ
ἦ
τοι
μὲν
ταῦτα
θεῶν
ἐν
γούνασι
κεῖται
·
ἄττα
,
σὺ
δʼ
ἔρχεο
θᾶσσον
,
ἐχέφρονι
Πηνελοπείῃ
130
εἴφʼ
ὅτι
οἱ
σῶς
εἰμὶ
καὶ
ἐκ
Πύλου
εἰλήλουθα
.
αὐτὰρ
ἐγὼν
αὐτοῦ
μενέω
,
σὺ
δὲ
δεῦρο
νέεσθαι
,
οἴῃ
ἀπαγγείλας
·
τῶν
δʼ
ἄλλων
μή
τις
Ἀχαιῶν
πευθέσθω
·
πολλοὶ
γὰρ
ἐμοὶ
κακὰ
μηχανόωνται
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφης
,
Εὔμαιε
συβῶτα
·
135
γιγνώσκω
,
φρονέω
·
τά
γε
δὴ
νοέοντι
κελεύεις
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
ἦ
καὶ
Λαέρτῃ
αὐτὴν
ὁδὸν
ἄγγελος
ἔλθω
δυσμόρῳ
,
ὃς
τῆος
μὲν
Ὀδυσσῆος
μέγʼ
ἀχεύων
ἔργα
τʼ
ἐποπτεύεσκε
μετὰ
δμώων
τʼ
ἐνὶ
οἴκῳ
140
πῖνε
καὶ
ἦσθʼ
,
ὅτε
θυμὸς
ἐνὶ
στήθεσσιν
ἀνώγοι
·
αὐτὰρ
νῦν
,
ἐξ
οὗ
σύ
γε
ᾤχεο
νηῒ
Πύλονδε
,
οὔ
πω
μίν
φασιν
φαγέμεν
καὶ
πιέμεν
αὔτως
,
οὐδʼ
ἐπὶ
ἔργα
ἰδεῖν
,
ἀλλὰ
στοναχῇ
τε
γόῳ
τε
ἧσται
ὀδυρόμενος
,
φθινύθει
δʼ
ἀμφʼ
ὀστεόφι
χρώς
.
145
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
ἄλγιον
,
ἀλλʼ
ἔμπης
μιν
ἐάσομεν
,
ἀχνύμενοί
περ
·
εἰ
γὰρ
πως
εἴη
αὐτάγρετα
πάντα
βροτοῖσι
,
πρῶτόν
κεν
τοῦ
πατρὸς
ἑλοίμεθα
νόστιμον
ἦμαρ
.
ἀλλὰ
σύ
γʼ
ἀγγείλας
ὀπίσω
κίε
,
μηδὲ
κατʼ
ἀγροὺς
150
πλάζεσθαι
μετʼ
ἐκεῖνον
·
ἀτὰρ
πρὸς
μητέρα
εἰπεῖν
ἀμφίπολον
ταμίην
ὀτρυνέμεν
ὅττι
τάχιστα
κρύβδην
·
κείνη
γὰρ
κεν
ἀπαγγείλειε
γέροντι
.
ἦ
ῥα
καὶ
ὦρσε
συφορβόν
·
ὁ
δʼ
εἵλετο
χερσὶ
πέδιλα
,
δησάμενος
δʼ
ὑπὸ
ποσσὶ
πόλινδʼ
ἴεν
.
οὐδʼ
ἄρʼ
Ἀθήνην
155
λῆθεν
ἀπὸ
σταθμοῖο
κιὼν
Εὔμαιος
ὑφορβός
,
ἀλλʼ
ἥ
γε
σχεδὸν
ἦλθε
·
δέμας
δʼ
ἤϊκτο
γυναικὶ
καλῇ
τε
μεγάλῃ
τε
καὶ
ἀγλαὰ
ἔργα
ἰδυίῃ
.
στῆ
δὲ
κατʼ
ἀντίθυρον
κλισίης
Ὀδυσῆϊ
φανεῖσα
·
οὐδʼ
ἄρα
Τηλέμαχος
ἴδεν
ἀντίον
οὐδʼ
ἐνόησεν
,
160
οὐ
γὰρ
πω
πάντεσσι
θεοὶ
φαίνονται
ἐναργεῖς
,
ἀλλʼ
Ὀδυσεύς
τε
κύνες
τε
ἴδον
,
καί
ῥʼ
οὐχ
ὑλάοντο
κνυζηθμῷ
δʼ
ἑτέρωσε
διὰ
σταθμοῖο
φόβηθεν
.
ἡ
δʼ
ἄρʼ
ἐπʼ
ὀφρύσι
νεῦσε
·
νόησε
δὲ
δῖος
Ὀδυσσεύς
,
ἐκ
δʼ
ἦλθεν
μεγάροιο
παρὲκ
μέγα
τειχίον
αὐλῆς
,
165
στῆ
δὲ
πάροιθʼ
αὐτῆς
·
τὸν
δὲ
προσέειπεν
Ἀθήνη
·
διογενὲς
Λαερτιάδη
,
πολυμήχανʼ
Ὀδυσσεῦ
.
ἤδη
νῦν
σῷ
παιδὶ
ἔπος
φάο
μηδʼ
ἐπίκευθε
,
ὡς
ἄν
μνηστῆρσιν
θάνατον
καὶ
κῆρ
ʼ
ἀραρόντε
ἔρχησθον
προτὶ
ἄστυ
περικλυτόν
·
οὐδʼ
ἐγὼ
αὐτὴ
170
δηρὸν
ἀπὸ
σφῶϊν
ἔσομαι
μεμαυῖα
μάχεσθαι
.
ἦ
καὶ
χρυσείῃ
ῥάβδῳ
ἐπεμάσσατʼ
Ἀθήνη
.
φᾶρος
μέν
οἱ
πρῶτον
ἐϋπλυνὲς
ἠδὲ
χιτῶνα
θῆκʼ
ἀμφὶ
στήθεσσι
,
δέμας
δʼ
ὤφελλε
καὶ
ἥβην
.
ἂψ
δὲ
μελαγχροιὴς
γένετο
,
γναθμοὶ
δὲ
τάνυσθεν
,
175
κυάνεαι
δʼ
ἐγένοντο
γενειάδες
ἀμφὶ
γένειον
.
ἡ
μὲν
ἄρʼ
ὣς
ἔρξασα
πάλιν
κίεν
·
αὐτὰρ
Ὀδυσσεὺς
ἤϊεν
ἐς
κλισίην
·
θάμβησε
δέ
μιν
φίλος
υἱός
,
ταρβήσας
δʼ
ἑτέρωσε
βάλʼ
ὄμματα
,
μὴ
θεὸς
εἴη
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
180
ἀλλοῖός
μοι
,
ξεῖνε
,
φάνης
νέον
ἠὲ
πάροιθεν
,
ἄλλα
δὲ
εἵματʼ
ἔχεις
,
καί
τοι
χρὼς
οὐκέθʼ
ὁμοῖος
.
ἦ
μάλα
τις
θεός
ἐσσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
·
ἀλλʼ
ἵληθʼ
,
ἵνα
τοι
κεχαρισμένα
δώομεν
ἱρὰ
ἠδὲ
χρύσεα
δῶρα
,
τετυγμένα
·
φείδεο
δʼ
ἡμέων
185
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
πολύτλας
δῖος
Ὀδυσσεύς
·
οὔ
τίς
τοι
θεός
εἰμι
·
τί
μʼ
ἀθανάτοισιν
ἐΐσκεις
;
ἀλλὰ
πατὴρ
τεός
εἰμι
,
τοῦ
εἵνεκα
σὺ
στεναχίζων
πάσχεις
ἄλγεα
πολλά
,
βίας
ὑποδέγμενος
ἀνδρῶν
.
ὣς
ἄρα
φωνήσας
υἱὸν
κύσε
,
κὰδ
δὲ
παρειῶν
190
δάκρυον
ἧκε
χαμᾶζε
·
πάρος
δʼ
ἔχε
νωλεμὲς
αἰεί
.
Τηλέμαχος
δʼ
,
οὐ
γάρ
πω
ἐπείθετο
ὃν
πατέρʼ
εἶναι
,
ἐξαῦτίς
μιν
ἔπεσσιν
ἀμειβόμενος
προσέειπεν
·
οὐ
σύ
γʼ
Ὀδυσσεύς
ἐσσι
,
πατὴρ
ἐμός
,
ἀλλά
με
δαίμων
θέλγει
,
ὄφρʼ
ἔτι
μᾶλλον
ὀδυρόμενος
στεναχίζω
.
195
οὐ
γάρ
πως
ἂν
θνητὸς
ἀνὴρ
τάδε
μηχανόῳτο
ᾧ
αὐτοῦ
γε
νόῳ
,
ὅτε
μὴ
θεὸς
αὐτὸς
ἐπελθὼν
ῥηϊδίως
ἐθέλων
θείη
νέον
ἠὲ
γέροντα
.
ἦ
γάρ
τοι
νέον
ἦσθα
γέρων
καὶ
ἀεικέα
ἕσσο
·
νῦν
δὲ
θεοῖσιν
ἔοικας
,
οἳ
οὐρανὸν
εὐρὺν
ἔχουσι
.
200
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Τηλέμαχʼ
,
οὔ
σε
ἔοικε
φίλον
πατέρ
ἔνδον
ἐόντα
οὔτε
τι
θαυμάζειν
περιώσιον
οὔτʼ
ἀγάασθαι
·
οὐ
μὲν
γάρ
τοι
ἔτʼ
ἄλλος
ἐλεύσεται
ἐνθάδʼ
Ὀδυσσεύς
,
ἀλλʼ
ὅδʼ
ἐγὼ
τοιόσδε
,
παθὼν
κακά
,
πολλὰ
δʼ
ἀληθείς
,
205
ἤλυθον
εἰκοστῷ
ἔτεϊ
ἐς
πατρίδα
γαῖαν
.
αὐτάρ
τοι
τόδε
ἔργον
Ἀθηναίης
ἀγελείης
,
ἥ
τέ
με
τοῖον
ἔθηκεν
,
ὅπως
ἐθέλει
,
δύναται
γὰρ
,
ἄλλοτε
μὲν
πτωχῷ
ἐναλίγκιον
,
ἄλλοτε
δʼ
αὖτε
ἀνδρὶ
νέῳ
καὶ
καλὰ
περὶ
χροῒ
εἵματʼ
ἔχοντι
.
210
ῥηΐδιον
δὲ
θεοῖσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
,
ἠμὲν
κυδῆναι
θνητὸν
βροτὸν
ἠδὲ
κακῶσαι
.
ὣς
ἄρα
φωνήσας
κατʼ
ἄρʼ
ἕζετο
,
Τηλέμαχος
δὲ
ἀμφιχυθεὶς
πατέρʼ
ἐσθλὸν
ὀδύρετο
,
δάκρυα
λείβων
,
ἀμφοτέροισι
δὲ
τοῖσιν
ὑφʼ
ἵμερος
ὦρτο
γόοιο
·
215
κλαῖον
δὲ
λιγέως
,
ἀδινώτερον
ἤ
τʼ
οἰωνοί
,
φῆναι
ἢ
αἰγυπιοὶ
γαμψώνυχες
,
οἷσί
τε
τέκνα
ἀγρόται
ἐξείλοντο
πάρος
πετεηνὰ
γενέσθαι
·
ὣς
ἄρα
τοί
γʼ
ἐλεεινὸν
ὑπʼ
ὀφρύσι
δάκρυον
εἶβον
.
καί
νύ
κʼ
ὀδυρομένοισιν
ἔδυ
φάος
ἠελίοιο
,
220
εἰ
μὴ
Τηλέμαχος
προσεφώνεεν
ὃν
πατέρʼ
αἶψα
·
ποίῃ
γὰρ
νῦν
δεῦρο
,
πάτερ
φίλε
,
νηΐ
σε
ναῦται
ἤγαγον
εἰς
Ἰθάκην
;
τίνες
ἔμμεναι
εὐχετόωντο
;
οὐ
μὲν
γάρ
τί
σε
πεζὸν
ὀΐομαι
ἐνθάδʼ
ἱκέσθαι
.
τὸν
δʼ
αὖτε
προσέειπε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
225
τοιγὰρ
ἐγώ
τοι
,
τέκνον
,
ἀληθείην
καταλέξω
.
Φαίηκές
μʼ
ἄγαγον
ναυσίκλυτοι
,
οἵ
τε
καὶ
ἄλλους
ἀνθρώπους
πέμπουσιν
,
ὅτις
σφέας
εἰσαφίκηται
·
καί
μʼ
εὕδοντʼ
ἐν
νηῒ
θοῇ
ἐπὶ
πόντον
ἄγοντες
κάτθεσαν
εἰς
Ἰθάκην
,
ἔπορον
δέ
μοι
ἀγλαὰ
δῶρα
,
230
χαλκόν
τε
χρυσόν
τε
ἅλις
ἐσθῆτά
θʼ
ὑφαντήν
.
καὶ
τὰ
μὲν
ἐν
σπήεσσι
θεῶν
ἰότητι
κέονται
·
νῦν
αὖ
δεῦρʼ
ἱκόμην
ὑποθημοσύνῃσιν
Ἀθήνης
,
ὄφρα
κε
δυσμενέεσσι
φόνου
πέρι
βουλεύσωμεν
.
ἀλλʼ
ἄγε
μοι
μνηστῆρας
ἀριθμήσας
κατάλεξον
,
235
ὄφρʼ
εἰδέω
ὅσσοι
τε
καὶ
οἵ
τινες
ἀνέρες
εἰσί
·
καί
κεν
ἐμὸν
κατὰ
θυμὸν
ἀμύμονα
μερμηρίξας
φράσσομαι
,
ἤ
κεν
νῶϊ
δυνησόμεθʼ
ἀντιφέρεσθαι
μούνω
ἄνευθʼ
ἄλλων
,
ἦ
καὶ
διζησόμεθʼ
ἄλλους
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
240
ὦ
πάτερ
,
ἦ
τοι
σεῖο
μέγα
κλέος
αἰὲν
ἄκουον
,
χεῖράς
τʼ
αἰχμητὴν
ἔμεναι
καὶ
ἐπίφρονα
βουλήν
·
ἀλλὰ
λίην
μέγα
εἶπες
·
ἄγη
μʼ
ἔχει
·
οὐδέ
κεν
εἴη
ἄνδρε
δύω
πολλοῖσι
καὶ
ἰφθίμοισι
μάχεσθαι
.
μνηστήρων
δʼ
οὔτʼ
ἂρ
δεκὰς
ἀτρεκὲς
οὔτε
δύʼ
οἶαι
,
245
ἀλλὰ
πολὺ
πλέονες
·
τάχα
δʼ
εἴσεαι
ἐνθάδʼ
ἀριθμόν
.
ἐκ
μὲν
Δουλιχίοιο
δύω
καὶ
πεντήκοντα
κοῦροι
κεκριμένοι
,
ἓξ
δὲ
δρηστῆρες
ἕπονται
·
ἐκ
δὲ
Σάμης
πίσυρές
τε
καὶ
εἴκοσι
φῶτες
ἔασιν
,
ἐκ
δὲ
Ζακύνθου
ἔασιν
ἐείκοσι
κοῦροι
Ἀχαιῶν
,
250
ἐκ
δʼ
αὐτῆς
Ἰθάκης
δυοκαίδεκα
πάντες
ἄριστοι
,
καί
σφιν
ἅμʼ
ἐστὶ
Μέδων
κῆρυξ
καὶ
θεῖος
ἀοιδὸς
καὶ
δοιὼ
θεράποντε
,
δαήμονε
δαιτροσυνάων
.
τῶν
εἴ
κεν
πάντων
ἀντήσομεν
ἔνδον
ἐόντων
,
μὴ
πολύπικρα
καὶ
αἰνὰ
βίας
ἀποτίσεαι
ἐλθών
.
255
ἀλλὰ
σύ
γʼ
,
εἰ
δύνασαί
τινʼ
ἀμύντορα
μερμηρίξαι
,
φράζευ
,
ὅ
κέν
τις
νῶϊν
ἀμύνοι
πρόφρονι
θυμῷ
.
τὸν
δʼ
αὖτε
προσέειπε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
τοιγὰρ
ἐγὼν
ἐρέω
,
σὺ
δὲ
σύνθεο
καί
μευ
ἄκουσον
·
καὶ
φράσαι
ἤ
κεν
νῶϊν
Ἀθήνη
σὺν
Διὶ
πατρὶ
260
ἀρκέσει
,
ἦέ
τινʼ
ἄλλον
ἀμύντορα
μερμηρίξω
.
τὸν
δʼ
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
ἐσθλώ
τοι
τούτω
γʼ
ἐπαμύντορε
,
τοὺς
ἀγορεύεις
,
ὕψι
περ
ἐν
νεφέεσσι
καθημένω
·
ὥ
τε
καὶ
ἄλλοις
ἀνδράσι
τε
κρατέουσι
καὶ
ἀθανάτοισι
θεοῖσι
.
265
τὸν
δʼ
αὖτε
προσέειπε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
οὐ
μέν
τοι
κείνω
γε
πολὺν
χρόνον
ἀμφὶς
ἔσεσθον
φυλόπιδος
κρατερῆς
,
ὁπότε
μνηστῆρσι
καὶ
ἡμῖν
ἐν
μεγάροισιν
ἐμοῖσι
μένος
κρίνηται
Ἄρηος
.
ἀλλὰ
σὺ
μὲν
νῦν
ἔρχευ
ἅμʼ
ἠοῖ
φαινομένηφιν
270
οἴκαδε
,
καὶ
μνηστῆρσιν
ὑπερφιάλοισιν
ὁμίλει
·
αὐτὰρ
ἐμὲ
προτὶ
ἄστυ
συβώτης
ὕστερον
ἄξει
,
πτωχῷ
λευγαλέῳ
ἐναλίγκιον
ἠδὲ
γέροντι
.
εἰ
δέ
μʼ
ἀτιμήσουσι
δόμον
κάτα
,
σὸν
δὲ
φίλον
κῆρ
τετλάτω
ἐν
στήθεσσι
κακῶς
πάσχοντος
ἐμεῖο
,
275
ἤν
περ
καὶ
διὰ
δῶμα
ποδῶν
ἕλκωσι
θύραζε
ἢ
βέλεσι
βάλλωσι
·
σὺ
δʼ
εἰσορόων
ἀνέχεσθαι
.
ἀλλʼ
ἦ
τοι
παύεσθαι
ἀνωγέμεν
ἀφροσυνάων
,
μειλιχίοις
ἐπέεσσι
παραυδῶν
·
οἱ
δέ
τοι
οὔ
τι
πείσονται
·
δὴ
γάρ
σφι
παρίσταται
αἴσιμον
ἦμαρ
.
280
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
ὁππότε
κεν
πολύβουλος
ἐνὶ
φρεσὶ
θῇσιν
Ἀθήνη
,
νεύσω
μέν
τοι
ἐγὼ
κεφαλῇ
,
σὺ
δʼ
ἔπειτα
νοήσας
ὅσσα
τοι
ἐν
μεγάροισιν
Ἀρήϊα
τεύχεα
κεῖται
ἐς
μυχὸν
ὑψηλοῦ
θαλάμου
καταθεῖναι
ἀείρας
285
πάντα
μάλʼ
·
αὐτὰρ
μνηστῆρας
μαλακοῖς
ἐπέεσσι
παρφάσθαι
,
ὅτε
κέν
σε
μεταλλῶσιν
ποθέοντες
·
ἐκ
καπνοῦ
κατέθηκʼ
,
ἐπεὶ
οὐκέτι
τοῖσιν
ἐῴκει
οἷά
ποτε
Τροίηνδε
κιὼν
κατέλειπεν
Ὀδυσσεύς
,
ἀλλὰ
κατῄκισται
,
ὅσσον
πυρὸς
ἵκετʼ
ἀϋτμή
.
290
πρὸς
δʼ
ἔτι
καὶ
τόδε
μεῖζον
ἐνὶ
φρεσὶ
θῆκε
Κρονίων
,
μή
πως
οἰνωθέντες
,
ἔριν
στήσαντες
ἐν
ὑμῖν
,
ἀλλήλους
τρώσητε
καταισχύνητέ
τε
δαῖτα
καὶ
μνηστύν
·
αὐτὸς
γὰρ
ἐφέλκεται
ἄνδρα
σίδηρος
.
νῶϊν
δʼ
οἴοισιν
δύο
φάσγανα
καὶ
δύο
δοῦρε
295
καλλιπέειν
καὶ
δοιὰ
βοάγρια
χερσὶν
ἑλέσθαι
,
ὡς
ἂν
ἐπιθύσαντες
ἑλοίμεθα
·
τοὺς
δέ
κʼ
ἔπειτα
Παλλὰς
Ἀθηναίη
θέλξει
καὶ
μητίετα
Ζεύς
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
εἰ
ἐτεόν
γʼ
ἐμός
ἐσσι
καὶ
αἵματος
ἡμετέροιο
,
300
μή
τις
ἔπειτʼ
Ὀδυσῆος
ἀκουσάτω
ἔνδον
ἐόντος
,
μήτʼ
οὖν
Λαέρτης
ἴστω
τό
γε
μήτε
συβώτης
μήτε
τις
οἰκήων
μήτʼ
αὐτὴ
Πηνελόπεια
,
ἀλλʼ
οἶοι
σύ
τʼ
ἐγώ
τε
γυναικῶν
γνώομεν
ἰθύν
·
καί
κέ
τεο
δμώων
ἀνδρῶν
ἔτι
πειρηθεῖμεν
,
305
ἠμὲν
ὅπου
τις
νῶϊ
τίει
καὶ
δείδιε
θυμῷ
,
ἠδʼ
ὅτις
οὐκ
ἀλέγει
,
σὲ
δʼ
ἀτιμᾷ
τοῖον
ἐόντα
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσεφώνεε
φαίδιμος
υἱός
ὦ
πάτερ
,
ἦ
τοι
ἐμὸν
θυμὸν
καὶ
ἔπειτά
γʼ
,
ὀΐω
,
γνώσεαι
·
οὐ
μὲν
γάρ
τι
χαλιφροσύναι
γέ
μʼ
ἔχουσιν
·
310
ἀλλʼ
οὔ
τοι
τόδε
κέρδος
ἐγὼν
ἔσσεσθαι
ὀΐω
ἡμῖν
ἀμφοτέροισι
·
σὲ
δὲ
φράζεσθαι
ἄνωγα
.
δηθὰ
γὰρ
αὔτως
εἴσῃ
ἑκάστου
πειρητίζων
,
ἔργα
μετερχόμενος
·
τοὶ
δʼ
ἐν
μεγάροισιν
ἕκηλοι
χρήματα
δαρδάπτουσιν
ὑπέρβιον
οὐδʼ
ἔπι
φειδώ
.
315
ἀλλʼ
ἦ
τοί
σε
γυναῖκας
ἐγὼ
δεδάασθαι
ἄνωγα
,
αἵ
τέ
σʼ
ἀτιμάζουσι
καὶ
αἳ
νηλείτιδές
εἰσιν
·
ἀνδρῶν
δʼ
οὐκ
ἂν
ἐγώ
γε
κατὰ
σταθμοὺς
ἐθέλοιμι
ἡμέας
πειράζειν
,
ἀλλʼ
ὕστερα
ταῦτα
πένεσθαι
,
εἰ
ἐτεόν
γέ
τι
οἶσθα
Διὸς
τέρας
αἰγιόχοιο
.
320
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
ἡ
δʼ
ἄρʼ
ἔπειτʼ
Ἰθάκηνδε
κατήγετο
νηῦς
εὐεργής
,
ἣ
φέρε
Τηλέμαχον
Πυλόθεν
καὶ
πάντας
ἑταίρους
.
οἱ
δʼ
ὅτε
δὴ
λιμένος
πολυβενθέος
ἐντὸς
ἵκοντο
,
νῆα
μὲν
οἵ
γε
μέλαιναν
ἐπʼ
ἠπείροιο
ἔρυσσαν
,
325
τεύχεα
δέ
σφʼ
ἀπένεικαν
ὑπέρθυμοι
θεράποντες
,
αὐτίκα
δʼ
ἐς
Κλυτίοιο
φέρον
περικαλλέα
δῶρα
.
αὐτὰρ
κήρυκα
πρόεσαν
δόμον
εἰς
Ὀδυσῆος
,
ἀγγελίην
ἐρέοντα
περίφρονι
Πηνελοπείῃ
,
οὕνεκα
Τηλέμαχος
μὲν
ἐπʼ
ἀγροῦ
,
νῆα
δʼ
ἀνώγει
330
ἄστυδʼ
ἀποπλείειν
,
ἵνα
μὴ
δείσασʼ
ἐνὶ
θυμῷ
ἰφθίμη
βασίλεια
τέρεν
κατὰ
δάκρυον
εἴβοι
τὼ
δὲ
συναντήτην
κῆρυξ
καὶ
δῖος
ὑφορβὸς
τῆς
αὐτῆς
ἕνεκʼ
ἀγγελίης
,
ἐρέοντε
γυναικί
.
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἵκοντο
δόμον
θείου
βασιλῆος
,
335
κῆρυξ
μέν
ῥα
μέσῃσι
μετὰ
δμῳῇσιν
ἔειπεν
·
ἤδη
τοι
,
βασίλεια
,
φίλος
πάϊς
εἰλήλουθε
.
Πηνελοπείῃ
δʼ
εἶπε
συβώτης
ἄγχι
παραστὰς
πάνθʼ
ὅσα
οἱ
φίλος
υἱὸς
ἀνώγει
μυθήσασθαι
.
αὐτὰρ
ἐπεὶ
δὴ
πᾶσαν
ἐφημοσύνην
ἀπέειπε
,
340
βῆ
ῥʼ
ἴμεναι
μεθʼ
ὕας
,
λίπε
δʼ
ἕρκεά
τε
μέγαρόν
τε
.
μνηστῆρες
δʼ
ἀκάχοντο
κατήφησάν
τʼ
ἐνὶ
θυμῷ
,
ἐκ
δʼ
ἦλθον
μεγάροιο
παρὲκ
μέγα
τειχίον
αὐλῆς
,
αὐτοῦ
δὲ
προπάροιθε
θυράων
ἑδριόωντο
.
τοῖσιν
δʼ
Εὐρύμαχος
,
Πολύβου
πάϊς
,
ἦρχʼ
ἀγορεύειν
·
345
ὦ
φίλοι
,
ἦ
μέγα
ἔργον
ὑπερφιάλως
τετέλεσται
Τηλεμάχῳ
ὁδὸς
ἥδε
·
φάμεν
δέ
οἱ
οὐ
τελέεσθαι
.
ἀλλʼ
ἄγε
νῆα
μέλαιναν
ἐρύσσομεν
ἥ
τις
ἀρίστη
,
ἐς
δʼ
ἐρέτας
ἁλιῆας
ἀγείρομεν
,
οἵ
κε
τάχιστα
κείνοις
ἀγγείλωσι
θοῶς
οἶκόνδε
νέεσθαι
.
350
οὔ
πω
πᾶν
εἴρηθʼ
,
ὅτʼ
ἄρʼ
Ἀμφίνομος
ἴδε
νῆα
,
στρεφθεὶς
ἐκ
χώρης
,
λιμένος
πολυβενθέος
ἐντός
,
ἱστία
τε
στέλλοντας
ἐρετμά
τε
χερσὶν
ἔχοντας
.
ἡδὺ
δʼ
ἄρʼ
ἐκγελάσας
μετεφώνεεν
οἷς
ἑτάροισι
·
μή
τινʼ
ἔτʼ
ἀγγελίην
ὀτρύνομεν
·
οἵδε
γὰρ
ἔνδον
.
355
ἤ
τίς
σφιν
τόδʼ
ἔειπε
θεῶν
,
ἢ
εἴσιδον
αὐτοὶ
νῆα
παρερχομένην
,
τὴν
δʼ
οὐκ
ἐδύναντο
κιχῆναι
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἀνστάντες
ἔβαν
ἐπὶ
θῖνα
θαλάσσης
,
αἶψα
δὲ
νῆα
μέλαιναν
ἐπʼ
ἠπείροιο
ἔρυσσαν
,
τεύχεα
δέ
σφʼ
ἀπένεικαν
ὑπέρθυμοι
θεράποντες
.
360
αὐτοὶ
δʼ
εἰς
ἀγορὴν
κίον
ἀθρόοι
,
οὐδέ
τινʼ
ἄλλον
εἴων
οὔτε
νέων
μεταΐζειν
οὔτε
γερόντων
.
τοῖσιν
δʼ
Ἀντίνοος
μετέφη
,
Εὐπείθεος
υἱός
·
ὢ
πόποι
,
ὡς
τόνδʼ
ἄνδρα
θεοὶ
κακότητος
ἔλυσαν
.
ἤματα
μὲν
σκοποὶ
ἷζον
ἐπʼ
ἄκριας
ἠνεμοέσσας
365
αἰὲν
ἐπασσύτεροι
·
ἅμα
δʼ
ἠελίῳ
καταδύντι
οὔ
ποτʼ
ἐπʼ
ἠπείρου
νύκτʼ
ἄσαμεν
,
ἀλλʼ
ἐνὶ
πόντῳ
νηῒ
θοῇ
πλείοντες
ἐμίμνομεν
Ἠῶ
δῖαν
,
Τηλέμαχον
λοχόωντες
,
ἵνα
φθίσωμεν
ἑλόντες
αὐτόν
·
τὸν
δʼ
ἄρα
τῆος
ἀπήγαγεν
οἴκαδε
δαίμων
,
370
ἡμεῖς
δʼ
ἐνθάδε
οἱ
φραζώμεθα
λυγρὸν
ὄλεθρον
Τηλεμάχῳ
,
μηδʼ
ἧμας
ὑπεκφύγοι
·
οὐ
γὰρ
ὀΐω
τούτου
γε
ζώοντος
ἀνύσσεσθαι
τάδε
ἔργα
.
αὐτὸς
μὲν
γὰρ
ἐπιστήμων
βουλῇ
τε
νόῳ
τε
,
λαοὶ
δʼ
οὐκέτι
πάμπαν
ἐφʼ
ἡμῖν
ἦρα
φέρουσιν
.
375
ἀλλʼ
ἄγετε
,
πρὶν
κεῖνον
ὁμηγυρίσασθαι
Ἀχαιοὺς
εἰς
ἀγορήν
—οὐ
γάρ
τι
μεθησέμεναί
μιν
ὀΐω
,
ἀλλʼ
ἀπομηνίσει
,
ἐρέει
δʼ
ἐν
πᾶσιν
ἀναστὰς
οὕνεκά
οἱ
φόνον
αἰπὺν
ἐράπτομεν
οὐδʼ
ἐκίχημεν
·
οἱ
δʼ
οὐκ
αἰνήσουσιν
ἀκούοντες
κακὰ
ἔργα
·
380
μή
τι
κακὸν
ῥέξωσι
καὶ
ἡμέας
ἐξελάσωσι
γαίης
ἡμετέρης
,
ἄλλων
δʼ
ἀφικώμεθα
δῆμον
·
ἀλλὰ
φθέωμεν
ἑλόντες
ἐπʼ
ἀγροῦ
νόσφι
πόληος
ἢ
ἐν
ὁδῷ
·
βίοτον
δʼ
αὐτοὶ
καὶ
κτήματʼ
ἔχωμεν
,
δασσάμενοι
κατὰ
μοῖραν
ἐφʼ
ἡμέας
,
οἰκία
δʼ
αὖτε
385
κείνου
μητέρι
δοῖμεν
ἔχειν
ἠδʼ
ὅστις
ὀπυίοι
.
εἰ
δʼ
ὑμῖν
ὅδε
μῦθος
ἀφανδάνει
,
ἀλλὰ
βόλεσθε
αὐτόν
τε
ζώειν
καὶ
ἔχειν
πατρώϊα
πάντα
,
μή
οἱ
χρήματʼ
ἔπειτα
ἅλις
θυμηδέʼ
ἔδωμεν
ἐνθάδʼ
ἀγειρόμενοι
,
ἀλλʼ
ἐκ
μεγάροιο
ἕκαστος
390
μνάσθω
ἐέδνοισιν
διζήμενος
·
ἡ
δέ
κʼ
ἔπειτα
γήμαιθʼ
ὅς
κε
πλεῖστα
πόροι
καὶ
μόρσιμος
ἔλθοι
.
ὣς
ἔφαθʼ
,
οἱ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
τοῖσιν
δʼ
Ἀμφίνομος
ἀγορήσατο
καὶ
μετέειπε
,
Νίσου
φαίδιμος
υἱός
,
Ἀρητιάδαο
ἄνακτος
,
395
ὅς
ῥʼ
ἐκ
Δουλιχίου
πολυπύρου
,
ποιήεντος
,
ἡγεῖτο
μνηστῆρσι
,
μάλιστα
δὲ
Πηνελοπείῃ
ἥνδανε
μύθοισι
·
φρεσὶ
γὰρ
κέχρητʼ
ἀγαθῇσιν
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
ὦ
φίλοι
,
οὐκ
ἂν
ἐγώ
γε
κατακτείνειν
ἐθέλοιμι
400
Τηλέμαχον
·
δεινὸν
δὲ
γένος
βασιλήϊόν
ἐστιν
κτείνειν
·
ἀλλὰ
πρῶτα
θεῶν
εἰρώμεθα
βουλάς
.
εἰ
μέν
κʼ
αἰνήσωσι
Διὸς
μεγάλοιο
θέμιστες
,
αὐτός
τε
κτενέω
τούς
τʼ
ἄλλους
πάντας
ἀνώξω
·
εἰ
δέ
κʼ
ἀποτρωπῶσι
θεοί
,
παύσασθαι
ἄνωγα
.
405
ὣς
ἔφατʼ
Ἀμφίνομος
,
τοῖσιν
δʼ
ἐπιήνδανε
μῦθος
.
αὐτίκʼ
ἔπειτʼ
ἀνστάντες
ἔβαν
δόμον
εἰς
Ὀδυσῆος
,
ἐλθόντες
δὲ
καθῖζον
ἐπὶ
ξεστοῖσι
θρόνοισιν
.
ἡ
δʼ
αὖτʼ
ἄλλʼ
ἐνόησε
περίφρων
Πηνελόπεια
,
μνηστήρεσσι
φανῆναι
ὑπέρβιον
ὕβριν
ἔχουσι
.
410
πεύθετο
γὰρ
οὗ
παιδὸς
ἐνὶ
μεγάροισιν
ὄλεθρον
·
κῆρυξ
γὰρ
οἱ
ἔειπε
Μέδων
,
ὃς
ἐπεύθετο
βουλάς
.
βῆ
δʼ
ἰέναι
μέγαρόνδε
σὺν
ἀμφιπόλοισι
γυναιξίν
.
ἀλλʼ
ὅτε
δὴ
μνηστῆρας
ἀφίκετο
δῖα
γυναικῶν
,
στῆ
ῥα
παρὰ
σταθμὸν
τέγεος
πύκα
ποιητοῖο
,
415
ἄντα
παρειάων
σχομένη
λιπαρὰ
κρήδεμνα
,
Ἀντίνοον
δʼ
ἐνένιπεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
Ἀντίνοʼ
,
ὕβριν
ἔχων
,
κακομήχανε
,
καὶ
δέ
σέ
φασιν
ἐν
δήμῳ
Ἰθάκης
μεθʼ
ὁμήλικας
ἔμμεν
ἄριστον
βουλῇ
καὶ
μύθοισι
·
σὺ
δʼ
οὐκ
ἄρα
τοῖος
ἔησθα
.
420
μάργε
,
τίη
δὲ
σὺ
Τηλεμάχῳ
θάνατόν
τε
μόρον
τε
ῥάπτεις
,
οὐδʼ
ἱκέτας
ἐμπάζεαι
,
οἷσιν
ἄρα
Ζεὺς
μάρτυρος
;
οὐδʼ
ὁσίη
κακὰ
ῥάπτειν
ἀλλήλοισιν
.
ἦ
οὐκ
οἶσθʼ
ὅτε
δεῦρο
πατὴρ
τεὸς
ἵκετο
φεύγων
,
δῆμον
ὑποδείσας
;
δὴ
γὰρ
κεχολώατο
λίην
,
425
οὕνεκα
ληϊστῆρσιν
ἐπισπόμενος
Ταφίοισιν
ἤκαχε
Θεσπρωτούς
·
οἱ
δʼ
ἡμῖν
ἄρθμιοι
ἦσαν
·
τόν
ῥʼ
ἔθελον
φθῖσαι
καὶ
ἀπορραῖσαι
φίλον
ἦτορ
ἠδὲ
κατὰ
ζωὴν
φαγέειν
μενοεικέα
πολλήν
·
ἀλλʼ
Ὀδυσεὺς
κατέρυκε
καὶ
ἔσχεθεν
ἱεμένους
περ
.
430
τοῦ
νῦν
οἶκον
ἄτιμον
ἔδεις
,
μνάᾳ
δὲ
γυναῖκα
παῖδά
τʼ
ἀποκτείνεις
,
ἐμὲ
δὲ
μεγάλως
ἀκαχίζεις
·
ἀλλά
σε
παύσασθαι
κέλομαι
καὶ
ἀνωγέμεν
ἄλλους
.
τὴν
δʼ
αὖτʼ
Εὐρύμαχος
,
Πολύβου
πάϊς
,
ἀντίον
ηὔδα
·
κούρη
Ἰκαρίοιο
,
περίφρον
Πηνελόπεια
,
435
θάρσει
·
μή
τοι
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μελόντων
.
οὐκ
ἔσθʼ
οὗτος
ἀνὴρ
οὐδʼ
ἔσσεται
οὐδὲ
γένηται
,
ὅς
κεν
Τηλεμάχῳ
σῷ
υἱέϊ
χεῖρας
ἐποίσει
ζώοντός
γʼ
ἐμέθεν
καὶ
ἐπὶ
χθονὶ
δερκομένοιο
.
ὧδε
γὰρ
ἐξερέω
,
καὶ
μὴν
τετελεσμένον
ἔσται
·
440
αἶψά
οἱ
αἷμα
κελαινὸν
ἐρωήσει
περὶ
δουρὶ
ἡμετέρῳ
,
ἐπεὶ
ἦ
καὶ
ἐμὲ
πτολίπορθος
Ὀδυσσεὺς
πολλάκι
γούνασιν
οἷσιν
ἐφεσσάμενος
κρέας
ὀπτὸν
ἐν
χείρεσσιν
ἔθηκεν
,
ἐπέσχε
τε
οἶνον
ἐρυθρόν
.
τῷ
μοι
Τηλέμαχος
πάντων
πολὺ
φίλτατός
ἐστιν
445
ἀνδρῶν
,
οὐδέ
τί
μιν
θάνατον
τρομέεσθαι
ἄνωγα
ἔκ
γε
μνηστήρων
·
θεόθεν
δʼ
οὐκ
ἔστʼ
ἀλέασθαι
.
ὣς
φάτο
θαρσύνων
,
τῷ
δʼ
ἤρτυεν
αὐτὸς
ὄλεθρον
.
ἡ
μὲν
ἄρʼ
εἰσαναβᾶσʼ
ὑπερώϊα
σιγαλόεντα
κλαῖεν
ἔπειτʼ
Ὀδυσῆα
,
φίλον
πόσιν
,
ὄφρα
οἱ
ὕπνον
450
ἡδὺν
ἐπὶ
βλεφάροισι
βάλε
γλαυκῶπις
Ἀθήνη
.
ἑσπέριος
δʼ
Ὀδυσῆϊ
καὶ
υἱέϊ
δῖος
ὑφορβὸς
ἤλυθεν
·
οἱ
δʼ
ἄρα
δόρπον
ἐπισταδὸν
ὡπλίζοντο
,
σῦν
ἱερεύσαντες
ἐνιαύσιον
.
αὐτὰρ
Ἀθήνη
,
ἄγχι
παρισταμένη
,
Λαερτιάδην
Ὀδυσῆα
455
ῥάβδῳ
πεπληγυῖα
πάλιν
ποίησε
γέροντα
,
λυγρὰ
δὲ
εἵματα
ἕσσε
περὶ
χροΐ
,
μή
ἑ
συβώτης
γνοίη
ἐσάντα
ἰδὼν
καὶ
ἐχέφρονι
Πηνελοπείῃ
ἔλθοι
ἀπαγγέλλων
μηδὲ
φρεσὶν
εἰρύσσαιτο
.
τὸν
καὶ
Τηλέμαχος
πρότερος
πρὸς
μῦθον
ἔειπεν
·
460
ἦλθες
,
δῖʼ
Εὔμαιε
.
τί
δὴ
κλέος
ἔστʼ
ἀνὰ
ἄστυ
;
ἦ
ῥʼ
ἤδη
μνηστῆρες
ἀγήνορες
ἔνδον
ἔασιν
ἐκ
λόχου
,
ἦ
ἔτι
μʼ
αὖτʼ
εἰρύαται
οἴκαδʼ
ἰόντα
;
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφης
,
Εὔμαιε
συβῶτα
·
οὐκ
ἔμελέν
μοι
ταῦτα
μεταλλῆσαι
καὶ
ἐρέσθαι
465
ἄστυ
καταβλώσκοντα
·
τάχιστά
με
θυμὸς
ἀνώγει
ἀγγελίην
εἰπόντα
πάλιν
δεῦρʼ
ἀπονέεσθαι
.
ὡμήρησε
δέ
μοι
παρʼ
ἑταίρων
ἄγγελος
ὠκύς
,
κῆρυξ
,
ὃς
δὴ
πρῶτος
ἔπος
σῇ
μητρὶ
ἔειπεν
.
ἄλλο
δέ
τοι
τό
γε
οἶδα
·
τὸ
γὰρ
ἴδον
ὀφθαλμοῖσιν
.
470
ἤδη
ὑπὲρ
πόλιος
,
ὅθι
θʼ
Ἕρμαιος
λόφος
ἐστίν
,
ἦα
κιών
,
ὅτε
νῆα
θοὴν
ἰδόμην
κατιοῦσαν
ἐς
λιμένʼ
ἡμέτερον
·
πολλοὶ
δʼ
ἔσαν
ἄνδρες
ἐν
αὐτῇ
,
βεβρίθει
δὲ
σάκεσσι
καὶ
ἔγχεσιν
ἀμφιγύοισι
·
καὶ
σφέας
ὠΐσθην
τοὺς
ἔμμεναι
,
οὐδέ
τι
οἶδα
.
475
ὣς
φάτο
,
μείδησεν
δʼ
ἱερὴ
ἲς
Τηλεμάχοιο
ἐς
πατέρʼ
ὀφθαλμοῖσιν
ἰδών
,
ἀλέεινε
δʼ
ὑφορβόν
.
οἱ
δʼ
ἐπεὶ
οὖν
παύσαντο
πόνου
τετύκοντό
τε
δαῖτα
,
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
480
κοίτου
τε
μνήσαντο
καὶ
ὕπνου
δῶρον
ἕλοντο
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.