αὐτὰρ
ἐπεὶ
ποταμοῖο
λίπεν
ῥόον
Ὠκεανοῖο
1
νηῦς
,
ἀπὸ
δʼ
ἵκετο
κῦμα
θαλάσσης
εὐρυπόροιο
νῆσόν
τʼ
Αἰαίην
,
ὅθι
τʼ
Ἠοῦς
ἠριγενείης
οἰκία
καὶ
χοροί
εἰσι
καὶ
ἀντολαὶ
Ἠελίοιο
,
νῆα
μὲν
ἔνθʼ
ἐλθόντες
ἐκέλσαμεν
ἐν
ψαμάθοισιν
,
5
ἐκ
δὲ
καὶ
αὐτοὶ
βῆμεν
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
·
ἔνθα
δʼ
ἀποβρίξαντες
ἐμείναμεν
Ἠῶ
δῖαν
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
δὴ
τότʼ
ἐγὼν
ἑτάρους
προΐειν
ἐς
δώματα
Κίρκης
οἰσέμεναι
νεκρόν
,
Ἐλπήνορα
τεθνηῶτα
.
10
φιτροὺς
δʼ
αἶψα
ταμόντες
,
ὅθʼ
ἀκροτάτη
πρόεχʼ
ἀκτή
,
θάπτομεν
ἀχνύμενοι
θαλερὸν
κατὰ
δάκρυ
χέοντες
.
αὐτὰρ
ἐπεὶ
νεκρός
τʼ
ἐκάη
καὶ
τεύχεα
νεκροῦ
,
τύμβον
χεύαντες
καὶ
ἐπὶ
στήλην
ἐρύσαντες
πήξαμεν
ἀκροτάτῳ
τύμβῳ
ἐυῆρες
ἐρετμόν
.
15
ἡμεῖς
μὲν
τὰ
ἕκαστα
διείπομεν
·
οὐδʼ
ἄρα
Κίρκην
ἐξ
Ἀίδεω
ἐλθόντες
ἐλήθομεν
,
ἀλλὰ
μάλʼ
ὦκα
ἦλθʼ
ἐντυναμένη
·
ἅμα
δʼ
ἀμφίπολοι
φέρον
αὐτῇ
σῖτον
καὶ
κρέα
πολλὰ
καὶ
αἴθοπα
οἶνον
ἐρυθρόν
.
ἡ
δʼ
ἐν
μέσσῳ
στᾶσα
μετηύδα
δῖα
θεάων
·
20
σχέτλιοι
,
οἳ
ζώοντες
ὑπήλθετε
δῶμʼ
Ἀίδαο
,
δισθανέες
,
ὅτε
τʼ
ἄλλοι
ἅπαξ
θνῄσκουσʼ
ἄνθρωποι
.
ἀλλʼ
ἄγετʼ
ἐσθίετε
βρώμην
καὶ
πίνετε
οἶνον
αὖθι
πανημέριοι
·
ἅμα
δʼ
ἠοῖ
φαινομένηφι
πλεύσεσθʼ
·
αὐτὰρ
ἐγὼ
δείξω
ὁδὸν
ἠδὲ
ἕκαστα
25
σημανέω
,
ἵνα
μή
τι
κακορραφίῃ
ἀλεγεινῇ
ἢ
ἁλὸς
ἢ
ἐπὶ
γῆς
ἀλγήσετε
πῆμα
παθόντες
.
ὣς
ἔφαθʼ
,
ἡμῖν
δʼ
αὖτʼ
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ
.
ὣς
τότε
μὲν
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
ἥμεθα
δαινύμενοι
κρέα
τʼ
ἄσπετα
καὶ
μέθυ
ἡδύ
·
30
ἦμος
δʼ
ἠέλιος
κατέδυ
καὶ
ἐπὶ
κνέφας
ἦλθεν
,
οἱ
μὲν
κοιμήσαντο
παρὰ
πρυμνήσια
νηός
,
ἡ
δʼ
ἐμὲ
χειρὸς
ἑλοῦσα
φίλων
ἀπονόσφιν
ἑταίρων
εἷσέ
τε
καὶ
προσέλεκτο
καὶ
ἐξερέεινεν
ἕκαστα
·
αὐτὰρ
ἐγὼ
τῇ
πάντα
κατὰ
μοῖραν
κατέλεξα
.
35
καὶ
τότε
δή
μʼ
ἐπέεσσι
προσηύδα
πότνια
Κίρκη
·
ταῦτα
μὲν
οὕτω
πάντα
πεπείρανται
,
σὺ
δʼ
ἄκουσον
,
ὥς
τοι
ἐγὼν
ἐρέω
,
μνήσει
δέ
σε
καὶ
θεὸς
αὐτός
.
Σειρῆνας
μὲν
πρῶτον
ἀφίξεαι
,
αἵ
ῥά
τε
πάντας
ἀνθρώπους
θέλγουσιν
,
ὅτις
σφεας
εἰσαφίκηται
.
40
ὅς
τις
ἀιδρείῃ
πελάσῃ
καὶ
φθόγγον
ἀκούσῃ
Σειρήνων
,
τῷ
δʼ
οὔ
τι
γυνὴ
καὶ
νήπια
τέκνα
οἴκαδε
νοστήσαντι
παρίσταται
οὐδὲ
γάνυνται
,
ἀλλά
τε
Σειρῆνες
λιγυρῇ
θέλγουσιν
ἀοιδῇ
ἥμεναι
ἐν
λειμῶνι
,
πολὺς
δʼ
ἀμφʼ
ὀστεόφιν
θὶς
45
ἀνδρῶν
πυθομένων
,
περὶ
δὲ
ῥινοὶ
μινύθουσι
.
ἀλλὰ
παρεξελάαν
,
ἐπὶ
δʼ
οὔατʼ
ἀλεῖψαι
ἑταίρων
κηρὸν
δεψήσας
μελιηδέα
,
μή
τις
ἀκούσῃ
τῶν
ἄλλων
·
ἀτὰρ
αὐτὸς
ἀκουέμεν
αἴ
κʼ
ἐθέλῃσθα
,
δησάντων
σʼ
ἐν
νηὶ
θοῇ
χεῖράς
τε
πόδας
τε
50
ὀρθὸν
ἐν
ἱστοπέδῃ
,
ἐκ
δʼ
αὐτοῦ
πείρατʼ
ἀνήφθω
,
ὄφρα
κε
τερπόμενος
ὄπʼ
ἀκούσῃς
Σειρήνοιιν
.
εἰ
δέ
κε
λίσσηαι
ἑτάρους
λῦσαί
τε
κελεύῃς
,
οἱ
δέ
σʼ
ἔτι
πλεόνεσσι
τότʼ
ἐν
δεσμοῖσι
διδέντων
.
αὐτὰρ
ἐπὴν
δὴ
τάς
γε
παρὲξ
ἐλάσωσιν
ἑταῖροι
,
55
ἔνθα
τοι
οὐκέτʼ
ἔπειτα
διηνεκέως
ἀγορεύσω
,
ὁπποτέρη
δή
τοι
ὁδὸς
ἔσσεται
,
ἀλλὰ
καὶ
αὐτὸς
θυμῷ
βουλεύειν
·
ἐρέω
δέ
τοι
ἀμφοτέρωθεν
.
ἔνθεν
μὲν
γὰρ
πέτραι
ἐπηρεφέες
,
προτὶ
δʼ
αὐτὰς
κῦμα
μέγα
ῥοχθεῖ
κυανώπιδος
Ἀμφιτρίτης
·
60
Πλαγκτὰς
δή
τοι
τάς
γε
θεοὶ
μάκαρες
καλέουσι
.
τῇ
μέν
τʼ
οὐδὲ
ποτητὰ
παρέρχεται
οὐδὲ
πέλειαι
τρήρωνες
,
ταί
τʼ
ἀμβροσίην
Διὶ
πατρὶ
φέρουσιν
,
ἀλλά
τε
καὶ
τῶν
αἰὲν
ἀφαιρεῖται
λὶς
πέτρη
·
ἀλλʼ
ἄλλην
ἐνίησι
πατὴρ
ἐναρίθμιον
εἶναι
.
65
τῇ
δʼ
οὔ
πώ
τις
νηῦς
φύγεν
ἀνδρῶν
,
ἥ
τις
ἵκηται
,
ἀλλά
θʼ
ὁμοῦ
πίνακάς
τε
νεῶν
καὶ
σώματα
φωτῶν
κύμαθʼ
ἁλὸς
φορέουσι
πυρός
τʼ
ὀλοοῖο
θύελλαι
.
οἴη
δὴ
κείνη
γε
παρέπλω
ποντοπόρος
νηῦς
,
Ἀργὼ
πᾶσι
μέλουσα
,
παρʼ
Αἰήταο
πλέουσα
.
70
καὶ
νύ
κε
τὴν
ἔνθʼ
ὦκα
βάλεν
μεγάλας
ποτὶ
πέτρας
,
ἀλλʼ
Ἥρη
παρέπεμψεν
,
ἐπεὶ
φίλος
ἦεν
Ἰήσων
.
οἱ
δὲ
δύω
σκόπελοι
ὁ
μὲν
οὐρανὸν
εὐρὺν
ἱκάνει
ὀξείῃ
κορυφῇ
,
νεφέλη
δέ
μιν
ἀμφιβέβηκε
κυανέη
·
τὸ
μὲν
οὔ
ποτʼ
ἐρωεῖ
,
οὐδέ
ποτʼ
αἴθρη
75
κείνου
ἔχει
κορυφὴν
οὔτʼ
ἐν
θέρει
οὔτʼ
ἐν
ὀπώρῃ
.
οὐδέ
κεν
ἀμβαίη
βροτὸς
ἀνὴρ
οὐδʼ
ἐπιβαίη
,
οὐδʼ
εἴ
οἱ
χεῖρές
τε
ἐείκοσι
καὶ
πόδες
εἶεν
·
πέτρη
γὰρ
λίς
ἐστι
,
περιξεστῇ
ἐικυῖα
.
μέσσῳ
δʼ
ἐν
σκοπέλῳ
ἔστι
σπέος
ἠεροειδές
,
80
πρὸς
ζόφον
εἰς
Ἔρεβος
τετραμμένον
,
ᾗ
περ
ἂν
ὑμεῖς
νῆα
παρὰ
γλαφυρὴν
ἰθύνετε
,
φαίδιμʼ
Ὀδυσσεῦ
.
οὐδέ
κεν
ἐκ
νηὸς
γλαφυρῆς
αἰζήιος
ἀνὴρ
τόξῳ
ὀιστεύσας
κοῖλον
σπέος
εἰσαφίκοιτο
.
ἔνθα
δʼ
ἐνὶ
Σκύλλη
ναίει
δεινὸν
λελακυῖα
.
85
τῆς
ἦ
τοι
φωνὴ
μὲν
ὅση
σκύλακος
νεογιλῆς
γίγνεται
,
αὐτὴ
δʼ
αὖτε
πέλωρ
κακόν
·
οὐδέ
κέ
τίς
μιν
γηθήσειεν
ἰδών
,
οὐδʼ
εἰ
θεὸς
ἀντιάσειεν
.
τῆς
ἦ
τοι
πόδες
εἰσὶ
δυώδεκα
πάντες
ἄωροι
,
ἓξ
δέ
τέ
οἱ
δειραὶ
περιμήκεες
,
ἐν
δὲ
ἑκάστῃ
90
σμερδαλέη
κεφαλή
,
ἐν
δὲ
τρίστοιχοι
ὀδόντες
πυκνοὶ
καὶ
θαμέες
,
πλεῖοι
μέλανος
θανάτοιο
.
μέσση
μέν
τε
κατὰ
σπείους
κοίλοιο
δέδυκεν
,
ἔξω
δʼ
ἐξίσχει
κεφαλὰς
δεινοῖο
βερέθρου
,
αὐτοῦ
δʼ
ἰχθυάᾳ
,
σκόπελον
περιμαιμώωσα
,
95
δελφῖνάς
τε
κύνας
τε
,
καὶ
εἴ
ποθι
μεῖζον
ἕλῃσι
κῆτος
,
ἃ
μυρία
βόσκει
ἀγάστονος
Ἀμφιτρίτη
.
τῇ
δʼ
οὔ
πώ
ποτε
ναῦται
ἀκήριοι
εὐχετόωνται
παρφυγέειν
σὺν
νηί
·
φέρει
δέ
τε
κρατὶ
ἑκάστῳ
φῶτʼ
ἐξαρπάξασα
νεὸς
κυανοπρῴροιο
.
100
τὸν
δʼ
ἕτερον
σκόπελον
χθαμαλώτερον
ὄψει
,
Ὀδυσσεῦ
.
πλησίον
ἀλλήλων
·
καί
κεν
διοϊστεύσειας
.
τῷ
δʼ
ἐν
ἐρινεὸς
ἔστι
μέγας
,
φύλλοισι
τεθηλώς
·
τῷ
δʼ
ὑπὸ
δῖα
Χάρυβδις
ἀναρροιβδεῖ
μέλαν
ὕδωρ
.
τρὶς
μὲν
γάρ
τʼ
ἀνίησιν
ἐπʼ
ἤματι
,
τρὶς
δʼ
ἀναροιβδεῖ
105
δεινόν
·
μὴ
σύ
γε
κεῖθι
τύχοις
,
ὅτε
ῥοιβδήσειεν
·
οὐ
γάρ
κεν
ῥύσαιτό
σʼ
ὑπὲκ
κακοῦ
οὐδʼ
ἐνοσίχθων
.
ἀλλὰ
μάλα
Σκύλλης
σκοπέλῳ
πεπλημένος
ὦκα
νῆα
παρὲξ
ἐλάαν
,
ἐπεὶ
ἦ
πολὺ
φέρτερόν
ἐστιν
ἓξ
ἑτάρους
ἐν
νηὶ
ποθήμεναι
ἢ
ἅμα
πάντας
.
110
ὣς
ἔφατʼ
,
αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον
·
εἰ
δʼ
ἄγε
δή
μοι
τοῦτο
,
θεά
,
νημερτὲς
ἐνίσπες
,
εἴ
πως
τὴν
ὀλοὴν
μὲν
ὑπεκπροφύγοιμι
Χάρυβδιν
,
τὴν
δέ
κʼ
ἀμυναίμην
,
ὅτε
μοι
σίνοιτό
γʼ
ἑταίρους
.
ὣς
ἐφάμην
,
ἡ
δʼ
αὐτίκʼ
ἀμείβετο
δῖα
θεάων
·
115
σχέτλιε
,
καὶ
δὴ
αὖ
τοι
πολεμήια
ἔργα
μέμηλε
καὶ
πόνος
·
οὐδὲ
θεοῖσιν
ὑπείξεαι
ἀθανάτοισιν
;
ἡ
δέ
τοι
οὐ
θνητή
,
ἀλλʼ
ἀθάνατον
κακόν
ἐστι
,
δεινόν
τʼ
ἀργαλέον
τε
καὶ
ἄγριον
οὐδὲ
μαχητόν
·
οὐδέ
τις
ἔστʼ
ἀλκή
·
φυγέειν
κάρτιστον
ἀπʼ
αὐτῆς
.
120
ἢν
γὰρ
δηθύνῃσθα
κορυσσόμενος
παρὰ
πέτρῃ
,
δείδω
,
μή
σʼ
ἐξαῦτις
ἐφορμηθεῖσα
κίχῃσι
τόσσῃσιν
κεφαλῇσι
,
τόσους
δʼ
ἐκ
φῶτας
ἕληται
.
ἀλλὰ
μάλα
σφοδρῶς
ἐλάαν
,
βωστρεῖν
δὲ
Κράταιιν
,
μητέρα
τῆς
Σκύλλης
,
ἥ
μιν
τέκε
πῆμα
βροτοῖσιν
·
125
ἥ
μιν
ἔπειτʼ
ἀποπαύσει
ἐς
ὕστερον
ὁρμηθῆναι
.
Θρινακίην
δʼ
ἐς
νῆσον
ἀφίξεαι
·
ἔνθα
δὲ
πολλαὶ
βόσκοντʼ
Ἠελίοιο
βόες
καὶ
ἴφια
μῆλα
,
ἑπτὰ
βοῶν
ἀγέλαι
,
τόσα
δʼ
οἰῶν
πώεα
καλά
,
πεντήκοντα
δʼ
ἕκαστα
.
γόνος
δʼ
οὐ
γίγνεται
αὐτῶν
,
130
οὐδέ
ποτε
φθινύθουσι
.
θεαὶ
δʼ
ἐπιποιμένες
εἰσίν
,
νύμφαι
ἐυπλόκαμοι
,
Φαέθουσά
τε
Λαμπετίη
τε
,
ἃς
τέκεν
Ἠελίῳ
Ὑπερίονι
δῖα
Νέαιρα
.
τὰς
μὲν
ἄρα
θρέψασα
τεκοῦσά
τε
πότνια
μήτηρ
Θρινακίην
ἐς
νῆσον
ἀπῴκισε
τηλόθι
ναίειν
,
135
μῆλα
φυλασσέμεναι
πατρώια
καὶ
ἕλικας
βοῦς
.
τὰς
εἰ
μέν
κʼ
ἀσινέας
ἐάᾳς
νόστου
τε
μέδηαι
,
ἦ
τʼ
ἂν
ἔτʼ
εἰς
Ἰθάκην
κακά
περ
πάσχοντες
ἵκοισθε
·
εἰ
δέ
κε
σίνηαι
,
τότε
τοι
τεκμαίρομʼ
ὄλεθρον
,
νηί
τε
καὶ
ἑτάροις
·
αὐτὸς
δʼ
εἴ
πέρ
κεν
ἀλύξῃς
,
140
ὀψὲ
κακῶς
νεῖαι
,
ὀλέσας
ἄπο
πάντας
ἑταίρους
.
ὣς
ἔφατʼ
,
αὐτίκα
δὲ
χρυσόθρονος
ἤλυθεν
Ἠώς
.
ἡ
μὲν
ἔπειτʼ
ἀνὰ
νῆσον
ἀπέστιχε
δῖα
θεάων
·
αὐτὰρ
ἐγὼν
ἐπὶ
νῆα
κιὼν
ὤτρυνον
ἑταίρους
αὐτούς
τʼ
ἀμβαίνειν
ἀνά
τε
πρυμνήσια
λῦσαι
·
145
οἱ
δʼ
αἶψʼ
εἴσβαινον
καὶ
ἐπὶ
κληῖσι
καθῖζον
.
ἑξῆς
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
ἡμῖν
δʼ
αὖ
κατόπισθε
νεὸς
κυανοπρῴροιο
ἴκμενον
οὖρον
ἵει
πλησίστιον
,
ἐσθλὸν
ἑταῖρον
,
Κίρκη
ἐυπλόκαμος
,
δεινὴ
θεὸς
αὐδήεσσα
.
150
αὐτίκα
δʼ
ὅπλα
ἕκαστα
πονησάμενοι
κατὰ
νῆα
ἥμεθα
·
τὴν
δʼ
ἄνεμός
τε
κυβερνήτης
τʼ
ἴθυνε
.
δὴ
τότʼ
ἐγὼν
ἑτάροισι
μετηύδων
ἀχνύμενος
κῆρ
·
ὦ
φίλοι
,
οὐ
γὰρ
χρὴ
ἕνα
ἴδμεναι
οὐδὲ
δύʼ
οἴους
θέσφαθʼ
ἅ
μοι
Κίρκη
μυθήσατο
,
δῖα
θεάων
·
155
ἀλλʼ
ἐρέω
μὲν
ἐγών
,
ἵνα
εἰδότες
ἤ
κε
θάνωμεν
ἤ
κεν
ἀλευάμενοι
θάνατον
καὶ
κῆρα
φύγοιμεν
.
Σειρήνων
μὲν
πρῶτον
ἀνώγει
θεσπεσιάων
φθόγγον
ἀλεύασθαι
καὶ
λειμῶνʼ
ἀνθεμόεντα
.
οἶον
ἔμʼ
ἠνώγει
ὄπʼ
ἀκουέμεν
·
ἀλλά
με
δεσμῷ
160
δήσατʼ
ἐν
ἀργαλέῳ
,
ὄφρʼ
ἔμπεδον
αὐτόθι
μίμνω
,
ὀρθὸν
ἐν
ἱστοπέδῃ
,
ἐκ
δʼ
αὐτοῦ
πείρατʼ
ἀνήφθω
.
εἰ
δέ
κε
λίσσωμαι
ὑμέας
λῦσαί
τε
κελεύω
,
ὑμεῖς
δὲ
πλεόνεσσι
τότʼ
ἐν
δεσμοῖσι
πιέζειν
.
ἦ
τοι
ἐγὼ
τὰ
ἕκαστα
λέγων
ἑτάροισι
πίφαυσκον
·
165
τόφρα
δὲ
καρπαλίμως
ἐξίκετο
νηῦς
ἐυεργὴς
νῆσον
Σειρήνοιιν
·
ἔπειγε
γὰρ
οὖρος
ἀπήμων
.
αὐτίκʼ
ἔπειτʼ
ἄνεμος
μὲν
ἐπαύσατο
ἠδὲ
γαλήνη
ἔπλετο
νηνεμίη
,
κοίμησε
δὲ
κύματα
δαίμων
.
ἀνστάντες
δʼ
ἕταροι
νεὸς
ἱστία
μηρύσαντο
170
καὶ
τὰ
μὲν
ἐν
νηὶ
γλαφυρῇ
θέσαν
,
οἱ
δʼ
ἐπʼ
ἐρετμὰ
ἑζόμενοι
λεύκαινον
ὕδωρ
ξεστῇς
ἐλάτῃσιν
.
αὐτὰρ
ἐγὼ
κηροῖο
μέγαν
τροχὸν
ὀξέι
χαλκῷ
τυτθὰ
διατμήξας
χερσὶ
στιβαρῇσι
πίεζον
·
αἶψα
δʼ
ἰαίνετο
κηρός
,
ἐπεὶ
κέλετο
μεγάλη
ἲς
175
Ἠελίου
τʼ
αὐγὴ
Ὑπεριονίδαο
ἄνακτος
·
ἑξείης
δʼ
ἑτάροισιν
ἐπʼ
οὔατα
πᾶσιν
ἄλειψα
.
οἱ
δʼ
ἐν
νηί
μʼ
ἔδησαν
ὁμοῦ
χεῖράς
τε
πόδας
τε
ὀρθὸν
ἐν
ἱστοπέδῃ
,
ἐκ
δʼ
αὐτοῦ
πείρατʼ
ἀνῆπτον
·
αὐτοὶ
δʼ
ἑζόμενοι
πολιὴν
ἅλα
τύπτον
ἐρετμοῖς
.
180
ἀλλʼ
ὅτε
τόσσον
ἀπῆμεν
ὅσον
τε
γέγωνε
βοήσας
,
ῥίμφα
διώκοντες
,
τὰς
δʼ
οὐ
λάθεν
ὠκύαλος
νηῦς
ἐγγύθεν
ὀρνυμένη
,
λιγυρὴν
δʼ
ἔντυνον
ἀοιδήν
·
δεῦρʼ
ἄγʼ
ἰών
,
πολύαινʼ
Ὀδυσεῦ
,
μέγα
κῦδος
Ἀχαιῶν
,
νῆα
κατάστησον
,
ἵνα
νωιτέρην
ὄπ
ἀκούσῃς
.
185
οὐ
γάρ
πώ
τις
τῇδε
παρήλασε
νηὶ
μελαίνῃ
,
πρίν
γʼ
ἡμέων
μελίγηρυν
ἀπὸ
στομάτων
ὄπʼ
ἀκοῦσαι
,
ἀλλʼ
ὅ
γε
τερψάμενος
νεῖται
καὶ
πλείονα
εἰδώς
.
ἴδμεν
γάρ
τοι
πάνθʼ
ὅσʼ
ἐνὶ
Τροίῃ
εὐρείῃ
Ἀργεῖοι
Τρῶές
τε
θεῶν
ἰότητι
μόγησαν
,
190
ἴδμεν
δʼ
,
ὅσσα
γένηται
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
.
ὣς
φάσαν
ἱεῖσαι
ὄπα
κάλλιμον
·
αὐτὰρ
ἐμὸν
κῆρ
ἤθελʼ
ἀκουέμεναι
,
λῦσαί
τʼ
ἐκέλευον
ἑταίρους
ὀφρύσι
νευστάζων
·
οἱ
δὲ
προπεσόντες
ἔρεσσον
.
αὐτίκα
δʼ
ἀνστάντες
Περιμήδης
Εὐρύλοχός
τε
195
πλείοσί
μʼ
ἐν
δεσμοῖσι
δέον
μᾶλλόν
τε
πίεζον
.
αὐτὰρ
ἐπεὶ
δὴ
τάς
γε
παρήλασαν
,
οὐδʼ
ἔτʼ
ἔπειτα
φθογγῆς
Σειρήνων
ἠκούομεν
οὐδέ
τʼ
ἀοιδῆς
,
αἶψʼ
ἀπὸ
κηρὸν
ἕλοντο
ἐμοὶ
ἐρίηρες
ἑταῖροι
,
ὅν
σφιν
ἐπʼ
ὠσὶν
ἄλειψʼ
,
ἐμέ
τʼ
ἐκ
δεσμῶν
ἀνέλυσαν
.
200
ἀλλʼ
ὅτε
δὴ
τὴν
νῆσον
ἐλείπομεν
,
αὐτίκʼ
ἔπειτα
καπνὸν
καὶ
μέγα
κῦμα
ἴδον
καὶ
δοῦπον
ἄκουσα
.
τῶν
δʼ
ἄρα
δεισάντων
ἐκ
χειρῶν
ἔπτατʼ
ἐρετμά
,
βόμβησαν
δʼ
ἄρα
πάντα
κατὰ
ῥόον
·
ἔσχετο
δʼ
αὐτοῦ
νηῦς
,
ἐπεὶ
οὐκέτʼ
ἐρετμὰ
προήκεα
χερσὶν
ἔπειγον
.
205
αὐτὰρ
ἐγὼ
διὰ
νηὸς
ἰὼν
ὤτρυνον
ἑταίρους
μειλιχίοις
ἐπέεσσι
παρασταδὸν
ἄνδρα
ἕκαστον
·
ὦ
φίλοι
,
οὐ
γάρ
πώ
τι
κακῶν
ἀδαήμονές
εἰμεν
·
οὐ
μὲν
δὴ
τόδε
μεῖζον
ἕπει
κακόν
,
ἢ
ὅτε
Κύκλωψ
εἴλει
ἐνὶ
σπῆι
γλαφυρῷ
κρατερῆφι
βίηφιν
·
210
ἀλλὰ
καὶ
ἔνθεν
ἐμῇ
ἀρετῇ
,
βουλῇ
τε
νόῳ
τε
,
ἐκφύγομεν
,
καί
που
τῶνδε
μνήσεσθαι
ὀίω
.
νῦν
δʼ
ἄγεθʼ
,
ὡς
ἂν
ἐγὼ
εἴπω
,
πειθώμεθα
πάντες
.
ὑμεῖς
μὲν
κώπῃσιν
ἁλὸς
ῥηγμῖνα
βαθεῖαν
τύπτετε
κληίδεσσιν
ἐφήμενοι
,
αἴ
κέ
ποθι
Ζεὺς
215
δώῃ
τόνδε
γʼ
ὄλεθρον
ὑπεκφυγέειν
καὶ
ἀλύξαι
·
σοὶ
δέ
,
κυβερνῆθʼ
,
ὧδʼ
ἐπιτέλλομαι
·
ἀλλʼ
ἐνὶ
θυμῷ
βάλλευ
,
ἐπεὶ
νηὸς
γλαφυρῆς
οἰήια
νωμᾷς
.
τούτου
μὲν
καπνοῦ
καὶ
κύματος
ἐκτὸς
ἔεργε
νῆα
,
σὺ
δὲ
σκοπέλου
ἐπιμαίεο
,
μή
σε
λάθῃσι
220
κεῖσʼ
ἐξορμήσασα
καὶ
ἐς
κακὸν
ἄμμε
βάλῃσθα
.
ὣς
ἐφάμην
,
οἱ
δʼ
ὦκα
ἐμοῖς
ἐπέεσσι
πίθοντο
.
Σκύλλην
δʼ
οὐκέτʼ
ἐμυθεόμην
,
ἄπρηκτον
ἀνίην
,
μή
πώς
μοι
δείσαντες
ἀπολλήξειαν
ἑταῖροι
εἰρεσίης
,
ἐντὸς
δὲ
πυκάζοιεν
σφέας
αὐτούς
.
225
καὶ
τότε
δὴ
Κίρκης
μὲν
ἐφημοσύνης
ἀλεγεινῆς
λανθανόμην
,
ἐπεὶ
οὔ
τί
μʼ
ἀνώγει
θωρήσσεσθαι
·
αὐτὰρ
ἐγὼ
καταδὺς
κλυτὰ
τεύχεα
καὶ
δύο
δοῦρε
μάκρʼ
ἐν
χερσὶν
ἑλὼν
εἰς
ἴκρια
νηὸς
ἔβαινον
πρῴρης
·
ἔνθεν
γάρ
μιν
ἐδέγμην
πρῶτα
φανεῖσθαι
230
Σκύλλην
πετραίην
,
ἥ
μοι
φέρε
πῆμʼ
ἑτάροισιν
.
οὐδέ
πῃ
ἀθρῆσαι
δυνάμην
,
ἔκαμον
δέ
μοι
ὄσσε
πάντῃ
παπταίνοντι
πρὸς
ἠεροειδέα
πέτρην
.
ἡμεῖς
μὲν
στεινωπὸν
ἀνεπλέομεν
γοόωντες
·
ἔνθεν
μὲν
Σκύλλη
,
ἑτέρωθι
δὲ
δῖα
Χάρυβδις
235
δεινὸν
ἀνερροίβδησε
θαλάσσης
ἁλμυρὸν
ὕδωρ
.
ἦ
τοι
ὅτʼ
ἐξεμέσειε
,
λέβης
ὣς
ἐν
πυρὶ
πολλῷ
πᾶσʼ
ἀναμορμύρεσκε
κυκωμένη
,
ὑψόσε
δʼ
ἄχνη
ἄκροισι
σκοπέλοισιν
ἐπʼ
ἀμφοτέροισιν
ἔπιπτεν
·
ἀλλʼ
ὅτʼ
ἀναβρόξειε
θαλάσσης
ἁλμυρὸν
ὕδωρ
,
240
πᾶσʼ
ἔντοσθε
φάνεσκε
κυκωμένη
,
ἀμφὶ
δὲ
πέτρη
δεινὸν
ἐβεβρύχει
,
ὑπένερθε
δὲ
γαῖα
φάνεσκε
ψάμμῳ
κυανέη
·
τοὺς
δὲ
χλωρὸν
δέος
ᾕρει
.
ἡμεῖς
μὲν
πρὸς
τὴν
ἴδομεν
δείσαντες
ὄλεθρον
·
τόφρα
δέ
μοι
Σκύλλη
γλαφυρῆς
ἐκ
νηὸς
ἑταίρους
245
ἓξ
ἕλεθʼ
,
οἳ
χερσίν
τε
βίηφί
τε
φέρτατοι
ἦσαν
.
σκεψάμενος
δʼ
ἐς
νῆα
θοὴν
ἅμα
καὶ
μεθʼ
ἑταίρους
ἤδη
τῶν
ἐνόησα
πόδας
καὶ
χεῖρας
ὕπερθεν
ὑψόσʼ
ἀειρομένων
·
ἐμὲ
δὲ
φθέγγοντο
καλεῦντες
ἐξονομακλήδην
,
τότε
γʼ
ὕστατον
,
ἀχνύμενοι
κῆρ
.
250
ὡς
δʼ
ὅτʼ
ἐπὶ
προβόλῳ
ἁλιεὺς
περιμήκεϊ
ῥάβδῳ
ἰχθύσι
τοῖς
ὀλίγοισι
δόλον
κατὰ
εἴδατα
βάλλων
ἐς
πόντον
προΐησι
βοὸς
κέρας
ἀγραύλοιο
,
ἀσπαίροντα
δʼ
ἔπειτα
λαβὼν
ἔρριψε
θύραζε
,
ὣς
οἵ
γʼ
ἀσπαίροντες
ἀείροντο
προτὶ
πέτρας
·
255
αὐτοῦ
δʼ
εἰνὶ
θύρῃσι
κατήσθιε
κεκληγῶτας
χεῖρας
ἐμοὶ
ὀρέγοντας
ἐν
αἰνῇ
δηιοτῆτι
·
οἴκτιστον
δὴ
κεῖνο
ἐμοῖς
ἴδον
ὀφθαλμοῖσι
πάντων
,
ὅσσʼ
ἐμόγησα
πόρους
ἁλὸς
ἐξερεείνων
.
αὐτὰρ
ἐπεὶ
πέτρας
φύγομεν
δεινήν
τε
Χάρυβδιν
260
Σκύλλην
τʼ
,
αὐτίκʼ
ἔπειτα
θεοῦ
ἐς
ἀμύμονα
νῆσον
ἱκόμεθʼ
·
ἔνθα
δʼ
ἔσαν
καλαὶ
βόες
εὐρυμέτωποι
,
πολλὰ
δὲ
ἴφια
μῆλʼ
Ὑπερίονος
Ἠελίοιο
.
δὴ
τότʼ
ἐγὼν
ἔτι
πόντῳ
ἐὼν
ἐν
νηὶ
μελαίνῃ
μυκηθμοῦ
τʼ
ἤκουσα
βοῶν
αὐλιζομενάων
265
οἰῶν
τε
βληχήν
·
καί
μοι
ἔπος
ἔμπεσε
θυμῷ
μάντηος
ἀλαοῦ
,
Θηβαίου
Τειρεσίαο
,
Κίρκης
τʼ
Αἰαίης
,
ἥ
μοι
μάλα
πόλλʼ
ἐπέτελλε
νῆσον
ἀλεύασθαι
τερψιμβρότου
Ἠελίοιο
.
δὴ
τότʼ
ἐγὼν
ἑτάροισι
μετηύδων
ἀχνύμενος
κῆρ
·
270
κέκλυτέ
μευ
μύθων
κακά
περ
πάσχοντες
ἑταῖροι
,
ὄφρʼ
ὑμῖν
εἴπω
μαντήια
Τειρεσίαο
Κίρκης
τʼ
Αἰαίης
,
ἥ
μοι
μάλα
πόλλʼ
ἐπέτελλε
νῆσον
ἀλεύασθαι
τερψιμβρότου
Ἠελίοιο
·
ἔνθα
γὰρ
αἰνότατον
κακὸν
ἔμμεναι
ἄμμιν
ἔφασκεν
.
275
ἀλλὰ
παρὲξ
τὴν
νῆσον
ἐλαύνετε
νῆα
μέλαιναν
.
ὣς
ἐφάμην
,
τοῖσιν
δὲ
κατεκλάσθη
φίλον
ἦτορ
.
αὐτίκα
δʼ
Εὐρύλοχος
στυγερῷ
μʼ
ἠμείβετο
μύθῳ
·
σχέτλιός
εἰς
,
Ὀδυσεῦ
·
περί
τοι
μένος
,
οὐδέ
τι
γυῖα
κάμνεις
·
ἦ
ῥά
νυ
σοί
γε
σιδήρεα
πάντα
τέτυκται
,
280
ὅς
ῥʼ
ἑτάρους
καμάτῳ
ἁδηκότας
ἠδὲ
καὶ
ὕπνῳ
οὐκ
ἐάᾳς
γαίης
ἐπιβήμεναι
,
ἔνθα
κεν
αὖτε
νήσῳ
ἐν
ἀμφιρύτῃ
λαρὸν
τετυκοίμεθα
δόρπον
,
ἀλλʼ
αὔτως
διὰ
νύκτα
θοὴν
ἀλάλησθαι
ἄνωγας
νήσου
ἀποπλαγχθέντας
ἐν
ἠεροειδέι
πόντῳ
.
285
ἐκ
νυκτῶν
δʼ
ἄνεμοι
χαλεποί
,
δηλήματα
νηῶν
,
γίγνονται
·
πῇ
κέν
τις
ὑπεκφύγοι
αἰπὺν
ὄλεθρον
,
ἤν
πως
ἐξαπίνης
ἔλθῃ
ἀνέμοιο
θύελλα
,
ἢ
Νότου
ἢ
Ζεφύροιο
δυσαέος
,
οἵ
τε
μάλιστα
νῆα
διαρραίουσι
θεῶν
ἀέκητι
ἀνάκτων
.
290
ἀλλʼ
ἦ
τοι
νῦν
μὲν
πειθώμεθα
νυκτὶ
μελαίνῃ
δόρπον
θʼ
ὁπλισόμεσθα
θοῇ
παρὰ
νηὶ
μένοντες
,
ἠῶθεν
δʼ
ἀναβάντες
ἐνήσομεν
εὐρέι
πόντῳ
.
ὣς
ἔφατʼ
Εὐρύλοχος
,
ἐπὶ
δʼ
ᾔνεον
ἄλλοι
ἑταῖροι
.
καὶ
τότε
δὴ
γίγνωσκον
ὃ
δὴ
κακὰ
μήδετο
δαίμων
,
295
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδων
·
Εὐρύλοχʼ
,
ἦ
μάλα
δή
με
βιάζετε
μοῦνον
ἐόντα
.
ἀλλʼ
ἄγε
νῦν
μοι
πάντες
ὀμόσσατε
καρτερὸν
ὅρκον
·
εἴ
κέ
τινʼ
ἠὲ
βοῶν
ἀγέλην
ἢ
πῶυ
μέγʼ
οἰῶν
εὕρωμεν
,
μή
πού
τις
ἀτασθαλίῃσι
κακῇσιν
300
ἢ
βοῦν
ἠέ
τι
μῆλον
ἀποκτάνῃ
·
ἀλλὰ
ἕκηλοι
ἐσθίετε
βρώμην
,
τὴν
ἀθανάτη
πόρε
Κίρκη
.
ὣς
ἐφάμην
,
οἱ
δʼ
αὐτίκʼ
ἀπώμνυον
,
ὡς
ἐκέλευον
.
αὐτὰρ
ἐπεί
ῥʼ
ὄμοσάν
τε
τελεύτησάν
τε
τὸν
ὅρκον
,
στήσαμεν
ἐν
λιμένι
γλαφυρῷ
ἐυεργέα
νῆα
305
ἄγχʼ
ὕδατος
γλυκεροῖο
,
καὶ
ἐξαπέβησαν
ἑταῖροι
νηός
,
ἔπειτα
δὲ
δόρπον
ἐπισταμένως
τετύκοντο
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
μνησάμενοι
δὴ
ἔπειτα
φίλους
ἔκλαιον
ἑταίρους
,
οὓς
ἔφαγε
Σκύλλη
γλαφυρῆς
ἐκ
νηὸς
ἑλοῦσα
·
310
κλαιόντεσσι
δὲ
τοῖσιν
ἐπήλυθε
νήδυμος
ὕπνος
.
ἦμος
δὲ
τρίχα
νυκτὸς
ἔην
,
μετὰ
δʼ
ἄστρα
βεβήκει
,
ὦρσεν
ἔπι
ζαῆν
ἄνεμον
νεφεληγερέτα
Ζεὺς
λαίλαπι
θεσπεσίῃ
,
σὺν
δὲ
νεφέεσσι
κάλυψε
γαῖαν
ὁμοῦ
καὶ
πόντον
·
ὀρώρει
δʼ
οὐρανόθεν
νύξ
.
315
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
νῆα
μὲν
ὡρμίσαμεν
κοῖλον
σπέος
εἰσερύσαντες
.
ἔνθα
δʼ
ἔσαν
νυμφέων
καλοὶ
χοροὶ
ἠδὲ
θόωκοι
·
καὶ
τότʼ
ἐγὼν
ἀγορὴν
θέμενος
μετὰ
μῦθον
ἔειπον
·
ὦ
φίλοι
,
ἐν
γὰρ
νηὶ
θοῇ
βρῶσίς
τε
πόσις
τε
320
ἔστιν
,
τῶν
δὲ
βοῶν
ἀπεχώμεθα
,
μή
τι
πάθωμεν
·
δεινοῦ
γὰρ
θεοῦ
αἵδε
βόες
καὶ
ἴφια
μῆλα
,
Ἠελίου
,
ὃς
πάντʼ
ἐφορᾷ
καὶ
πάντʼ
ἐπακούει
.
ὣς
ἐφάμην
,
τοῖσιν
δʼ
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ
.
μῆνα
δὲ
πάντʼ
ἄλληκτος
ἄη
Νότος
,
οὐδέ
τις
ἄλλος
325
γίγνετʼ
ἔπειτʼ
ἀνέμων
εἰ
μὴ
Εὖρός
τε
Νότος
τε
.
οἱ
δʼ
ἧος
μὲν
σῖτον
ἔχον
καὶ
οἶνον
ἐρυθρόν
,
τόφρα
βοῶν
ἀπέχοντο
λιλαιόμενοι
βιότοιο
.
ἀλλʼ
ὅτε
δὴ
νηὸς
ἐξέφθιτο
ἤια
πάντα
,
καὶ
δὴ
ἄγρην
ἐφέπεσκον
ἀλητεύοντες
ἀνάγκῃ
,
330
ἰχθῦς
ὄρνιθάς
τε
,
φίλας
ὅ
τι
χεῖρας
ἵκοιτο
,
γναμπτοῖς
ἀγκίστροισιν
,
ἔτειρε
δὲ
γαστέρα
λιμός
·
δὴ
τότʼ
ἐγὼν
ἀνὰ
νῆσον
ἀπέστιχον
,
ὄφρα
θεοῖσιν
εὐξαίμην
,
εἴ
τίς
μοι
ὁδὸν
φήνειε
νέεσθαι
.
ἀλλʼ
ὅτε
δὴ
διὰ
νήσου
ἰὼν
ἤλυξα
ἑταίρους
,
335
χεῖρας
νιψάμενος
,
ὅθʼ
ἐπὶ
σκέπας
ἦν
ἀνέμοιο
,
ἠρώμην
πάντεσσι
θεοῖς
οἳ
Ὄλυμπον
ἔχουσιν
·
οἱ
δʼ
ἄρα
μοι
γλυκὺν
ὕπνον
ἐπὶ
βλεφάροισιν
ἔχευαν
.
Εὐρύλοχος
δʼ
ἑτάροισι
κακῆς
ἐξήρχετο
βουλῆς
·
κέκλυτέ
μευ
μύθων
κακά
περ
πάσχοντες
ἑταῖροι
.
340
πάντες
μὲν
στυγεροὶ
θάνατοι
δειλοῖσι
βροτοῖσι
,
λιμῷ
δʼ
οἴκτιστον
θανέειν
καὶ
πότμον
ἐπισπεῖν
.
ἀλλʼ
ἄγετʼ
,
Ἠελίοιο
βοῶν
ἐλάσαντες
ἀρίστας
ῥέξομεν
ἀθανάτοισι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
.
εἰ
δέ
κεν
εἰς
Ἰθάκην
ἀφικοίμεθα
,
πατρίδα
γαῖαν
,
345
αἶψά
κεν
Ἠελίῳ
Ὑπερίονι
πίονα
νηὸν
τεύξομεν
,
ἐν
δέ
κε
θεῖμεν
ἀγάλματα
πολλὰ
καὶ
ἐσθλά
.
εἰ
δὲ
χολωσάμενός
τι
βοῶν
ὀρθοκραιράων
νῆʼ
ἐθέλῃ
ὀλέσαι
,
ἐπὶ
δʼ
ἕσπωνται
θεοὶ
ἄλλοι
,
βούλομʼ
ἅπαξ
πρὸς
κῦμα
χανὼν
ἀπὸ
θυμὸν
ὀλέσσαι
,
350
ἢ
δηθὰ
στρεύγεσθαι
ἐὼν
ἐν
νήσῳ
ἐρήμῃ
.
ὣς
ἔφατʼ
Εὐρύλοχος
,
ἐπὶ
δʼ
ᾔνεον
ἄλλοι
ἑταῖροι
.
αὐτίκα
δʼ
Ἠελίοιο
βοῶν
ἐλάσαντες
ἀρίστας
ἐγγύθεν
,
οὐ
γὰρ
τῆλε
νεὸς
κυανοπρῴροιο
βοσκέσκονθʼ
ἕλικες
καλαὶ
βόες
εὐρυμέτωποι
·
355
τὰς
δὲ
περίστησάν
τε
καὶ
εὐχετόωντο
θεοῖσιν
,
φύλλα
δρεψάμενοι
τέρενα
δρυὸς
ὑψικόμοιο
·
οὐ
γὰρ
ἔχον
κρῖ
λευκὸν
ἐυσσέλμου
ἐπὶ
νηός
.
αὐτὰρ
ἐπεί
ῥʼ
εὔξαντο
καὶ
ἔσφαξαν
καὶ
ἔδειραν
,
μηρούς
τʼ
ἐξέταμον
κατά
τε
κνίσῃ
ἐκάλυψαν
360
δίπτυχα
ποιήσαντες
,
ἐπʼ
αὐτῶν
δʼ
ὠμοθέτησαν
.
οὐδʼ
εἶχον
μέθυ
λεῖψαι
ἐπʼ
αἰθομένοις
ἱεροῖσιν
,
ἀλλʼ
ὕδατι
σπένδοντες
ἐπώπτων
ἔγκατα
πάντα
.
αὐτὰρ
ἐπεὶ
κατὰ
μῆρʼ
ἐκάη
καὶ
σπλάγχνα
πάσαντο
,
μίστυλλόν
τʼ
ἄρα
τἆλλα
καὶ
ἀμφʼ
ὀβελοῖσιν
ἔπειραν
.
365
καὶ
τότε
μοι
βλεφάρων
ἐξέσσυτο
νήδυμος
ὕπνος
,
βῆν
δʼ
ἰέναι
ἐπὶ
νῆα
θοὴν
καὶ
θῖνα
θαλάσσης
.
ἀλλʼ
ὅτε
δὴ
σχεδὸν
ἦα
κιὼν
νεὸς
ἀμφιελίσσης
,
καὶ
τότε
με
κνίσης
ἀμφήλυθεν
ἡδὺς
ἀυτμή
.
οἰμώξας
δὲ
θεοῖσι
μέγʼ
ἀθανάτοισι
γεγώνευν
·
370
Ζεῦ
πάτερ
ἠδʼ
ἄλλοι
μάκαρες
θεοὶ
αἰὲν
ἐόντες
,
ἦ
με
μάλʼ
εἰς
ἄτην
κοιμήσατε
νηλέι
ὕπνῳ
.
οἱ
δʼ
ἕταροι
μέγα
ἔργον
ἐμητίσαντο
μένοντες
.
ὠκέα
δʼ
Ἠελίῳ
Ὑπερίονι
ἄγγελος
ἦλθε
Λαμπετίη
τανύπεπλος
,
ὅ
οἱ
βόας
ἔκταμεν
ἡμεῖς
.
375
αὐτίκα
δʼ
ἀθανάτοισι
μετηύδα
χωόμενος
κῆρ
·
Ζεῦ
πάτερ
ἠδʼ
ἄλλοι
μάκαρες
θεοὶ
αἰὲν
ἐόντες
,
τῖσαι
δὴ
ἑτάρους
Λαερτιάδεω
Ὀδυσῆος
,
οἵ
μευ
βοῦς
ἔκτειναν
ὑπέρβιον
,
ᾗσιν
ἐγώ
γε
χαίρεσκον
μὲν
ἰὼν
εἰς
οὐρανὸν
ἀστερόεντα
,
380
ἠδʼ
ὁπότʼ
ἂψ
ἐπὶ
γαῖαν
ἀπʼ
οὐρανόθεν
προτραποίμην
.
εἰ
δέ
μοι
οὐ
τίσουσι
βοῶν
ἐπιεικέʼ
ἀμοιβήν
,
δύσομαι
εἰς
Ἀίδαο
καὶ
ἐν
νεκύεσσι
φαείνω
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
Ἠέλιʼ
,
ἦ
τοι
μὲν
σὺ
μετʼ
ἀθανάτοισι
φάεινε
385
καὶ
θνητοῖσι
βροτοῖσιν
ἐπὶ
ζείδωρον
ἄρουραν
·
τῶν
δέ
κʼ
ἐγὼ
τάχα
νῆα
θοὴν
ἀργῆτι
κεραυνῷ
τυτθὰ
βαλὼν
κεάσαιμι
μέσῳ
ἐνὶ
οἴνοπι
πόντῳ
.
ταῦτα
δʼ
ἐγὼν
ἤκουσα
Καλυψοῦς
ἠυκόμοιο
·
ἡ
δʼ
ἔφη
Ἑρμείαο
διακτόρου
αὐτὴ
ἀκοῦσαι
.
390
αὐτὰρ
ἐπεί
ῥʼ
ἐπὶ
νῆα
κατήλυθον
ἠδὲ
θάλασσαν
,
νείκεον
ἄλλοθεν
ἄλλον
ἐπισταδόν
,
οὐδέ
τι
μῆχος
εὑρέμεναι
δυνάμεσθα
,
βόες
δʼ
ἀποτέθνασαν
ἤδη
.
τοῖσιν
δʼ
αὐτίκʼ
ἔπειτα
θεοὶ
τέραα
προύφαινον
·
εἷρπον
μὲν
ῥινοί
,
κρέα
δʼ
ἀμφʼ
ὀβελοῖσι
μεμύκει
,
395
ὀπταλέα
τε
καὶ
ὠμά
,
βοῶν
δʼ
ὣς
γίγνετο
φωνή
.
ἑξῆμαρ
μὲν
ἔπειτα
ἐμοὶ
ἐρίηρες
ἑταῖροι
δαίνυντʼ
Ἠελίοιο
βοῶν
ἐλάσαντες
ἀρίστας
·
ἀλλʼ
ὅτε
δὴ
ἕβδομον
ἦμαρ
ἐπὶ
Ζεὺς
θῆκε
Κρονίων
,
καὶ
τότʼ
ἔπειτʼ
ἄνεμος
μὲν
ἐπαύσατο
λαίλαπι
θύων
,
400
ἡμεῖς
δʼ
αἶψʼ
ἀναβάντες
ἐνήκαμεν
εὐρέι
πόντῳ
,
ἱστὸν
στησάμενοι
ἀνά
θʼ
ἱστία
λεύκʼ
ἐρύσαντες
.
ἀλλʼ
ὅτε
δὴ
τὴν
νῆσον
ἐλείπομεν
,
οὐδέ
τις
ἄλλη
φαίνετο
γαιάων
,
ἀλλʼ
οὐρανὸς
ἠδὲ
θάλασσα
,
δὴ
τότε
κυανέην
νεφέλην
ἔστησε
Κρονίων
405
νηὸς
ὕπερ
γλαφυρῆς
,
ἤχλυσε
δὲ
πόντος
ὑπʼ
αὐτῆς
.
ἡ
δʼ
ἔθει
οὐ
μάλα
πολλὸν
ἐπὶ
χρόνον
·
αἶψα
γὰρ
ἦλθε
κεκληγὼς
Ζέφυρος
μεγάλῃ
σὺν
λαίλαπι
θύων
,
ἱστοῦ
δὲ
προτόνους
ἔρρηξʼ
ἀνέμοιο
θύελλα
ἀμφοτέρους
·
ἱστὸς
δʼ
ὀπίσω
πέσεν
,
ὅπλα
τε
πάντα
410
εἰς
ἄντλον
κατέχυνθʼ
.
ὁ
δʼ
ἄρα
πρυμνῇ
ἐνὶ
νηὶ
πλῆξε
κυβερνήτεω
κεφαλήν
,
σὺν
δʼ
ὀστέʼ
ἄραξε
πάντʼ
ἄμυδις
κεφαλῆς
·
ὁ
δʼ
ἄρʼ
ἀρνευτῆρι
ἐοικὼς
κάππεσʼ
ἀπʼ
ἰκριόφιν
,
λίπε
δʼ
ὀστέα
θυμὸς
ἀγήνωρ
.
Ζεὺς
δʼ
ἄμυδις
βρόντησε
καὶ
ἔμβαλε
νηὶ
κεραυνόν
·
415
ἡ
δʼ
ἐλελίχθη
πᾶσα
Διὸς
πληγεῖσα
κεραυνῷ
,
ἐν
δὲ
θεείου
πλῆτο
,
πέσον
δʼ
ἐκ
νηὸς
ἑταῖροι
.
οἱ
δὲ
κορώνῃσιν
ἴκελοι
περὶ
νῆα
μέλαιναν
κύμασιν
ἐμφορέοντο
,
θεὸς
δʼ
ἀποαίνυτο
νόστον
.
αὐτὰρ
ἐγὼ
διὰ
νηὸς
ἐφοίτων
,
ὄφρʼ
ἀπὸ
τοίχους
420
λῦσε
κλύδων
τρόπιος
,
τὴν
δὲ
ψιλὴν
φέρε
κῦμα
,
ἐκ
δέ
οἱ
ἱστὸν
ἄραξε
ποτὶ
τρόπιν
.
αὐτὰρ
ἐπʼ
αὐτῷ
ἐπίτονος
βέβλητο
,
βοὸς
ῥινοῖο
τετευχώς
·
τῷ
ῥʼ
ἄμφω
συνέεργον
,
ὁμοῦ
τρόπιν
ἠδὲ
καὶ
ἱστόν
,
ἑζόμενος
δʼ
ἐπὶ
τοῖς
φερόμην
ὀλοοῖς
ἀνέμοισιν
.
425
ἔνθʼ
ἦ
τοι
Ζέφυρος
μὲν
ἐπαύσατο
λαίλαπι
θύων
,
ἦλθε
δʼ
ἐπὶ
Νότος
ὦκα
,
φέρων
ἐμῷ
ἄλγεα
θυμῷ
,
ὄφρʼ
ἔτι
τὴν
ὀλοὴν
ἀναμετρήσαιμι
Χάρυβδιν
.
παννύχιος
φερόμην
,
ἅμα
δʼ
ἠελίῳ
ἀνιόντι
ἦλθον
ἐπὶ
Σκύλλης
σκόπελον
δεινήν
τε
Χάρυβδιν
.
430
ἡ
μὲν
ἀνερροίβδησε
θαλάσσης
ἁλμυρὸν
ὕδωρ
·
αὐτὰρ
ἐγὼ
ποτὶ
μακρὸν
ἐρινεὸν
ὑψόσʼ
ἀερθείς
,
τῷ
προσφὺς
ἐχόμην
ὡς
νυκτερίς
.
οὐδέ
πῃ
εἶχον
οὔτε
στηρίξαι
ποσὶν
ἔμπεδον
οὔτʼ
ἐπιβῆναι
·
ῥίζαι
γὰρ
ἑκὰς
εἶχον
,
ἀπήωροι
δʼ
ἔσαν
ὄζοι
,
435
μακροί
τε
μεγάλοι
τε
,
κατεσκίαον
δὲ
Χάρυβδιν
.
νωλεμέως
δʼ
ἐχόμην
,
ὄφρʼ
ἐξεμέσειεν
ὀπίσσω
ἱστὸν
καὶ
τρόπιν
αὖτις
·
ἐελδομένῳ
δέ
μοι
ἦλθον
ὄψʼ
·
ἦμος
δʼ
ἐπὶ
δόρπον
ἀνὴρ
ἀγορῆθεν
ἀνέστη
κρίνων
νείκεα
πολλὰ
δικαζομένων
αἰζηῶν
,
440
τῆμος
δὴ
τά
γε
δοῦρα
Χαρύβδιος
ἐξεφαάνθη
.
ἧκα
δʼ
ἐγὼ
καθύπερθε
πόδας
καὶ
χεῖρε
φέρεσθαι
,
μέσσῳ
δʼ
ἐνδούπησα
παρὲξ
περιμήκεα
δοῦρα
,
ἑζόμενος
δʼ
ἐπὶ
τοῖσι
διήρεσα
χερσὶν
ἐμῇσι
.
Σκύλλην
δʼ
οὐκέτʼ
ἔασε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
445
εἰσιδέειν
·
οὐ
γάρ
κεν
ὑπέκφυγον
αἰπὺν
ὄλεθρον
.
ἔνθεν
δʼ
ἐννῆμαρ
φερόμην
,
δεκάτῃ
δέ
με
νυκτὶ
νῆσον
ἐς
Ὠγυγίην
πέλασαν
θεοί
,
ἔνθα
Καλυψὼ
ναίει
ἐυπλόκαμος
,
δεινὴ
θεὸς
αὐδήεσσα
,
ἥ
μʼ
ἐφίλει
τʼ
ἐκόμει
τε
.
τί
τοι
τάδε
μυθολογεύω
;
450
ἤδη
γάρ
τοι
χθιζὸς
ἐμυθεόμην
ἐνὶ
οἴκῳ
σοί
τε
καὶ
ἰφθίμῃ
ἀλόχῳ
·
ἐχθρὸν
δέ
μοί
ἐστιν
αὖτις
ἀριζήλως
εἰρημένα
μυθολογεύειν
.
The Odyssey. Homer. A. T. Murray. London. 1919.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.