Λακεδαιμόνιοι δέ , ὡς αὐτοῖς πρὸς τοὺς ἐν Ἰθώμῃ ἐμηκύνετο ὁ πόλεμος , ἄλλους τε ἐπεκαλέσαντο ξυμμάχους καὶ Ἀθηναίους · οἱ δ’ ἦλθον Κίμωνος στρατηγοῦντος πλήθει οὐκ ὀλίγῳ .
μάλιστα δ’ αὐτοὺς ἐπεκαλέσαντο ὅτι τειχομαχεῖν ἐδόκουν δυνατοὶ εἶναι , τοῖς δὲ πολιορκίας μακρᾶς καθεστηκυίας τούτου ἐνδεᾶ ἐφαίνετο · βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον .
καὶ διαφορὰ ἐκ ταύτης τῆς στρατείας πρῶτον Λακεδαιμονίοις καὶ Ἀθηναίοις φανερὰ ἐγένετο . οἱ γὰρ Λακεδαιμόνιοι , ἐπειδὴ τὸ χωρίον βίᾳ οὐχ ἡλίσκετο , δείσαντες τῶν Ἀθηναίων τὸ τολμηρὸν καὶ τὴν νεωτεροποιίαν , καὶ ἀλλοφύλους ἅμα ἡγησάμενοι , μή τι , ἢν παραμείνωσιν , ὑπὸ τῶν ἐν Ἰθώμῃ πεισθέντες νεωτερίσωσι , μόνους τῶν ξυμμάχων ἀπέπεμψαν , τὴν μὲν ὑποψίαν οὐ δηλοῦντες , εἰπόντες δὲ ὅτι οὐδὲν προσδέονται αὐτῶν ἔτι .
οἱ δ’ Ἀθηναῖοι ἔγνωσαν οὐκ ἐπὶ τῷ βελτίονι λόγῳ ἀποπεμπόμενοι , ἀλλά τινος ὑπόπτου γενομένου , καὶ δεινὸν ποιησάμενοι καὶ οὐκ ἀξιώσαντες ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν , εὐθὺς ἐπειδὴ ἀνεχώρησαν , ἀφέντες τὴν γενομένην ἐπὶ τῷ Μήδῳ ξυμμαχίαν πρὸς αὐτοὺς Ἀργείοις τοῖς ἐκείνων πολεμίοις ξύμμαχοι ἐγένοντο , καὶ πρὸς Θεσσαλοὺς ἅμα ἀμφοτέροις οἱ αὐτοὶ ὅρκοι καὶ ξυμμαχία κατέστη .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.