οἱ δὲ Ἀργεῖοι ἀκούσαντες τῆς τε ἀγγελίας καὶ ἐπειδὴ ἔγνωσαν οὐ μετ’ Ἀθηναίων πραχθεῖσαν τὴν τῶν Βοιωτῶν ξυμμαχίαν , ἀλλ’ ἐς διαφορὰν μεγάλην καθεστῶτας αὐτοὺς πρὸς τοὺς Λακεδαιμονίους , τῶν μὲν ἐν Λακεδαίμονι πρέσβεων , οἳ σφίσι περὶ τῶν σπονδῶν ἔτυχον ἀπόντες , ἠμέλουν , πρὸς δὲ τοὺς Ἀθηναίους μᾶλλον τὴν γνώμην εἶχον , νομίζοντες πόλιν τε σφίσι φιλίαν ἀπὸ παλαιοῦ καὶ δημοκρατουμένην ὥσπερ καὶ αὐτοὶ καὶ δύναμιν μεγάλην ἔχουσαν τὴν κατὰ θάλασσαν ξυμπολεμήσειν σφίσιν , ἢν καθιστῶνται ἐς πόλεμον .
ἔπεμπον οὖν εὐθὺς πρέσβεις ὡς τοὺς Ἀθηναίους περὶ τῆς ξυμμαχίας · ξυνεπρεσβεύοντο δὲ καὶ Ἠλεῖοι καὶ Μαντινῆς .
ἀφίκοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις κατὰ τάχος , δοκοῦντες ἐπιτήδειοι εἶναι τοῖς Ἀθηναίοις , Φιλοχαρίδας καὶ Λέων καὶ Ἔνδιος , δείσαντες μὴ τήν τε ξυμμαχίαν ὀργιζόμενοι πρὸς τοὺς Ἀργείους ποιήσωνται , καὶ ἅμα Πύλον ἀπαιτήσοντες ἀντὶ Πανάκτου καὶ περὶ τῆς Βοιωτῶν ξυμμαχίας ἀπολογησόμενοι , ὡς οὐκ ἐπὶ κακῷ τῶν Ἀθηναίων ἐποιήσαντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.