καίτοι τοὺς μὲν κατεργασάμενοι κἂν κατάσχοιμεν · τῶν δ’ εἰ καὶ κρατήσαιμεν , διὰ πολλοῦ γε καὶ πολλῶν ὄντων χαλεπῶς ἂν ἄρχειν δυναίμεθα . ἀνόητον δ’ ἐπὶ τοιούτους ἰέναι ὧν κρατήσας τε μὴ κατασχήσει τις καὶ μὴ κατορθώσας μὴ ἐν τῷ ὁμοίῳ καὶ πρὶν ἐπιχειρῆσαι ἔσται .
Σικελιῶται δ’ ἄν μοι δοκοῦσιν , ὥς γε νῦν ἔχουσι , καὶ ἔτι ἂν ἧσσον δεινοὶ ἡμῖν γενέσθαι , εἰ ἄρξειαν αὐτῶν Συρακόσιοι · ὅπερ οἱ Ἐγεσταῖοι μάλιστα ἡμᾶς ἐκφοβοῦσιν .
νῦν μὲν γὰρ κἂν ἔλθοιεν ἴσως Λακεδαιμονίων ἕκαστοι χάριτι , ἐκείνως δ’ οὐκ εἰκὸς ἀρχὴν ἐπὶ ἀρχὴν στρατεῦσαι · ᾧ γὰρ ἂν τρόπῳ τὴν ἡμετέραν μετὰ Πελοποννησίων ἀφέλωνται , εἰκὸς ὑπὸ τῶν αὐτῶν καὶ τὴν σφετέραν διὰ τοῦ αὐτοῦ καθαιρεθῆναι .
ἡμᾶς δ’ ἂν οἱ ἐκεῖ Ἕλληνες μάλιστα μὲν ἐκπεπληγμένοι εἶεν εἰ μὴ ἀφικοίμεθα , ἔπειτα δὲ καὶ εἰ δείξαντες τὴν δύναμιν δι’ ὀλίγου ἀπέλθοιμεν · τὰ γὰρ διὰ πλείστου πάντες ἴσμεν θαυμαζόμενα καὶ τὰ πεῖραν ἥκιστα τῆς δόξης δόντα . εἰ δὲ σφαλείημέν τι , τάχιστ’ ἂν ὑπεριδόντες μετὰ τῶν ἐνθάδε ἐπιθοῖντο .
ὅπερ νῦν ὑμεῖς ὦ Ἀθηναῖοι ἐς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πεπόνθατε · διὰ τὸ παρὰ γνώμην αὐτῶν πρὸς ἃ ἐφοβεῖσθε τὸ πρῶτον περιγεγενῆσθαι , καταφρονήσαντες ἤδη καὶ Σικελίας ἐφίεσθε .
χρὴ δὲ μὴ πρὸς τὰς τύχας τῶν ἐναντίων ἐπαίρεσθαι , ἀλλὰ τὰς διανοίας κρατήσαντας θαρσεῖν , μηδὲ Λακεδαιμονίους ἄλλο τι ἡγήσασθαι ἢ διὰ τὸ αἰσχρὸν σκοπεῖν ὅτῳ τρόπῳ ἔτι καὶ νῦν , ἢν δύνωνται , σφήλαντες ἡμᾶς τὸ σφέτερον ἀπρεπὲς εὖ θήσονται , ὅσῳ καὶ περὶ πλείστου καὶ διὰ πλείστου δόξαν ἀρετῆς μελετῶσιν .
ὥστε οὐ περὶ τῶν ἐν Σικελίᾳ Ἐγεσταίων ἡμῖν , ἀνδρῶν βαρβάρων , ὁ ἀγών , εἰ σωφρονοῦμεν , ἀλλ’ ὅπως πόλιν δι’ ὀλιγαρχίας ἐπιβουλεύουσαν ὀξέως φυλαξόμεθα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.