‘προσκέψασθέ τε ὅτι νῦν μὲν παράδειγμα τοῖς πολλοῖς τῶν Ἑλλήνων ἀνδραγαθίας νομίζεσθε · εἰ δὲ περὶ ἡμῶν γνώσεσθε μὴ τὰ εἰκότα ( οὐ γὰρ ἀφανῆ κρινεῖτε τὴν δίκην τήνδε , ἐπαινούμενοι δὲ περὶ οὐδ’ ἡμῶν μεμπτῶν) , ὁρᾶτε ὅπως μὴ οὐκ ἀποδέξωνται ἀνδρῶν ἀγαθῶν πέρι αὐτοὺς ἀμείνους ὄντας ἀπρεπές τι ἐπιγνῶναι , οὐδὲ πρὸς ἱεροῖς τοῖς κοινοῖς σκῦλα ἀπὸ ἡμῶν τῶν εὐεργετῶν τῆς Ἑλλάδος ἀνατεθῆναι .
δεινὸν δὲ δόξει εἶναι Πλάταιαν Λακεδαιμονίους πορθῆσαι , καὶ τοὺς μὲν πατέρας ἀναγράψαι ἐς τὸν τρίποδα τὸν ἐν Δελφοῖς δι’ ἀρετὴν τὴν πόλιν , ὑμᾶς δὲ καὶ ἐκ παντὸς τοῦ Ἑλληνικοῦ πανοικεσίᾳ διὰ Θηβαίους ἐξαλεῖψαι .
ἐς τοῦτο γὰρ δὴ ξυμφορᾶς προκεχωρήκαμεν , οἵτινες Μήδων τε κρατησάντων ἀπωλλύμεθα καὶ νῦν ἐν ὑμῖν τοῖς πρὶν φιλτάτοις Θηβαίων ἡσσώμεθα καὶ δύο ἀγῶνας τοὺς μεγίστους ὑπέστημεν , τότε μέν , τὴν πόλιν εἰ μὴ παρέδομεν , λιμῷ διαφθαρῆναι , νῦν δὲ θανάτου δίκῃ κρίνεσθαι .
καὶ περιεώσμεθα ἐκ πάντων Πλαταιῆς οἱ παρὰ δύναμιν πρόθυμοι ἐς τοὺς Ἕλληνας ἐρῆμοι καὶ ἀτιμώρητοι · καὶ οὔτε τῶν τότε ξυμμάχων ὠφελεῖ οὐδείς , ὑμεῖς τε , ὦ Λακεδαιμόνιοι , ἡ μόνη ἐλπίς , δέδιμεν μὴ οὐ βέβαιοι ἦτε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.