καὶ αὐτοῖς τῇ ὑστεραίᾳ ἦλθε κῆρυξ ἀπὸ τῶν ἐς Ἀγραίους καταφυγόντων ἐκ τῆς Ὄλπης Ἀμπρακιωτῶν , ἀναίρεσιν αἰτήσων τῶν νεκρῶν οὓς ἀπέκτειναν ὕστερον τῆς πρώτης μάχης , ὅτε μετὰ τῶν Μαντινέων καὶ τῶν ὑποσπόνδων ξυνεξῇσαν ἄσπονδοι . ἰδὼν
δ’ ὁ κῆρυξ τὰ ὅπλα τῶν ἀπὸ τῆς πόλεως Ἀμπρακιωτῶν ἐθαύμαζε τὸ πλῆθος · οὐ γὰρ ᾔδει τὸ πάθος , ἀλλ’ ᾤετο τῶν μετὰ σφῶν εἶναι . καί
τις αὐτὸν ἤρετο ὅτι θαυμάζοι καὶ ὁπόσοι αὐτῶν τεθνᾶσιν , οἰόμενος αὖ ὁ ἐρωτῶν εἶναι τὸν κήρυκα ἀπὸ τῶν ἐν Ἰδομεναῖς . ὁ δ’ ἔφη διακοσίους μάλιστα . ὑπολαβὼν δ’ ὁ ἐρωτῶν εἶπεν ‘οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται , ἀλλὰ
πλέον ἢ χιλίων . ’ αὖθις δὲ εἶπεν ἐκεῖνος ‘ οὐκ ἄρα τῶν μεθ’ ἡμῶν μαχομένων ἐστίν . ’ ὁ δ’ ἀπεκρίνατο ‘ εἴπερ γε ὑμεῖς ἐν Ἰδομενῇ χθὲς ἐμάχεσθε . ’ ‘ἀλλ’ ἡμεῖς γε οὐδενὶ ἐμαχόμεθα χθές , ἀλλὰ πρῴην ἐν τῇ ἀποχωρήσει . ’ ‘καὶ μὲν δὴ τούτοις γε ἡμεῖς χθὲς ἀπὸ τῆς πόλεως βοηθήσασι τῆς Ἀμπρακιωτῶν ἐμαχόμεθα . ’ ὁ
δὲ κῆρυξ ὡς ἤκουσε καὶ ἔγνω ὅτι ἡ ἀπὸ τῆς πόλεως βοήθεια διέφθαρται , ἀνοιμώξας καὶ ἐκπλαγεὶς τῷ μεγέθει τῶν παρόντων κακῶν ἀπῆλθεν εὐθὺς ἄπρακτος καὶ οὐκέτι ἀπῄτει τοὺς νεκρούς . πάθος
γὰρ τοῦτο μιᾷ πόλει Ἑλληνίδι ἐν ἴσαις ἡμέραις μέγιστον δὴ τῶν κατὰ τὸν πόλεμον τόνδε ἐγένετο . καὶ ἀριθμὸν οὐκ ἔγραψα τῶν ἀποθανόντων , διότι ἄπιστον τὸ πλῆθος λέγεται ἀπολέσθαι ὡς πρὸς τὸ μέγεθος τῆς πόλεως . Ἀμπρακίαν μέντοι οἶδα ὅτι , εἰ ἐβουλήθησαν Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι Ἀθηναίοις καὶ Δημοσθένει πειθόμενοι ἐξελεῖν , αὐτοβοεὶ ἂν εἷλον · νῦν δ’ ἔδεισαν μὴ οἱ Ἀθηναῖοι ἔχοντες αὐτὴν χαλεπώτεροι σφίσι πάροικοι ὦσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.