καὶ οἱ πρέσβεις ἀφικόμενοι αὐτῶν λόγους ἐποιοῦντο πρὸς τοὺς Λακεδαιμονίους ἐφ’ ᾧ ἂν σφίσιν αἱ σπονδαὶ γίγνοιντο . καὶ
τὸ μὲν πρῶτον οἱ Ἀργεῖοι ἠξίουν δίκης ἐπιτροπὴν σφίσι γενέσθαι ἢ ἐς πόλιν τινὰ ἢ ἰδιώτην περὶ τῆς Κυνουρίας γῆς , ἧς αἰεὶ πέρι διαφέρονται μεθορίας οὔσης (ἔχει δὲ ἐν αὑτῇ Θυρέαν καὶ Ἀνθήνην πόλιν , νέμονται δ’ αὐτὴν Λακεδαιμόνιοι) · ἔπειτα δ’ οὐκ ἐώντων Λακεδαιμονίων μεμνῆσθαι περὶ αὐτῆς , ἀλλ᾽ , εἰ βούλονται σπένδεσθαι ὥσπερ πρότερον , ἑτοῖμοι εἶναι , οἱ Ἀργεῖοι πρέσβεις τάδε ὅμως ἐπηγάγοντο τοὺς Λακεδαιμονίους ξυγχωρῆσαι , ἐν μὲν τῷ παρόντι σπονδὰς ποιήσασθαι ἔτη πεντήκοντα , ἐξεῖναι δ᾽ ὁποτεροισοῦν προκαλεσαμένοις , μήτε νόσου οὔσης μήτε πολέμου Λακεδαίμονι καὶ Ἄργει , διαμάχεσθαι περὶ τῆς γῆς ταύτης , ὥσπερ καὶ πρότερόν ποτε ὅτε αὐτοὶ ἑκάτεροι ἠξίωσαν νικᾶν , διώκειν δὲ μὴ ἐξεῖναι περαιτέρω τῶν πρὸς Ἄργος καὶ Λακεδαίμονα ὅρων . τοῖς
δὲ Λακεδαιμονίοις τὸ μὲν πρῶτον ἐδόκει μωρία εἶναι ταῦτα , ἔπειτα (ἐπεθύμουν γὰρ τὸ Ἄργος πάντως φίλιον ἔχειν ) ξυνεχώρησαν ἐφ’ οἷς ἠξίουν καὶ ξυνεγράψαντο . ἐκέλευον δ᾽ οἱ Λακεδαιμόνιοι , πρὶν τέλος τι αὐτῶν ἔχειν , ἐς τὸ Ἄργος πρῶτον ἐπαναχωρήσαντας αὐτοὺς δεῖξαι τῷ πλήθει , καὶ ἢν ἀρέσκοντα ᾖ , ἥκειν ἐς τὰ Ὑακίνθια τοὺς ὅρκους ποιησομένους . καὶ οἱ μὲν ἀνεχώρησαν ·
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.