‘καὶ τὰ μὲν ἐς τὰς ἐμὰς διαβολὰς τοιαῦτα ξυνέβη · περὶ δὲ ὧν ὑμῖν τε βουλευτέον καὶ ἐμοί , εἴ τι πλέον οἶδα , ἐσηγητέον , μάθετε ἤδη .
ἐπλεύσαμεν ἐς Σικελίαν πρῶτον μέν , εἰ δυναίμεθα , Σικελιώτας καταστρεψόμενοι , μετὰ δ᾽ ἐκείνους αὖθις καὶ Ἰταλιώτας , ἔπειτα καὶ τῆς Καρχηδονίων ἀρχῆς καὶ αὐτῶν ἀποπειράσοντες .
εἰ δὲ προχωρήσειε ταῦτα ἢ πάντα ἢ καὶ τὰ πλείω , ἤδη τῇ Πελοποννήσῳ ἐμέλλομεν ἐπιχειρήσειν , κομίσαντες ξύμπασαν μὲν τὴν ἐκεῖθεν προσγενομένην δύναμιν τῶν Ἑλλήνων , πολλοὺς δὲ βαρβάρους μισθωσάμενοι καὶ Ἴβηρας καὶ ἄλλους τῶν ἐκεῖ ὁμολογουμένως νῦν βαρβάρων μαχιμωτάτους , τριήρεις τε πρὸς ταῖς ἡμετέραις πολλὰς ναυπηγησάμενοι , ἐχούσης τῆς Ἰταλίας ξύλα ἄφθονα , αἷς τὴν Πελοπόννησον πέριξ πολιορκοῦντες καὶ τῷ πεζῷ ἅμα ἐκ γῆς ἐφορμαῖς τῶν πόλεων τὰς μὲν βίᾳ λαβόντες , τὰς δ’ ἐντειχισάμενοι , ῥᾳδίως ἠλπίζομεν καταπολεμήσειν καὶ μετὰ ταῦτα καὶ τοῦ ξύμπαντος Ἑλληνικοῦ ἄρξειν .
χρήματα δὲ καὶ σῖτον , ὥστε εὐπορώτερον γίγνεσθαί τι αὐτῶν , αὐτὰ τὰ προσγενόμενα ἐκεῖθεν χωρία ἔμελλε διαρκῆ ἄνευ τῆς ἐνθένδε προσόδου παρέξειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.