τὸ μὲν γὰρ ἔτος , ὡς ὡμολογεῖτο , ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν · εἰ δέ τις καὶ προύκαμνέ τι , ἐς τοῦτο πάντα ἀπεκρίθη .
τοὺς δὲ ἄλλους ἀπ’ οὐδεμιᾶς προφάσεως , ἀλλ’ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε , καὶ τὰ ἐντός , ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα , εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει ·
ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο , καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ · καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν , ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν , καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης .
λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή , σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν , τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα , τοῖς δὲ καὶ πολλῷ ὕστερον .
καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν , ἀλλ’ ὑπέρυθρον , πελιτνόν , φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός · τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδ’ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι , ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν . καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα , τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι · καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν .
καὶ ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντός . καὶ τὸ σῶμα , ὅσονπερ χρόνον καὶ ἡ νόσος ἀκμάζοι , οὐκ ἐμαραίνετο , ἀλλ’ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ , ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος , ἔτι ἔχοντές τι δυνάμεως , ἢ εἰ διαφύγοιεν , ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον δι’ αὐτὴν ἀσθενείᾳ διεφθείροντο .
διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν , καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο , τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν .
κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἐς ἄκρας χεῖρας καὶ πόδας , καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον , εἰσὶ δ’ οἳ καὶ τῶν ὀφθαλμῶν . τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως , καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.