τῆς δὲ ἡμέρας ἐπὶ πολὺ προσπλέοντες καὶ ἀνακρουόμενοι καὶ πειράσαντες ἀλλήλων καὶ οὐδέτεροι δυνάμενοι ἄξιόν τι λόγου παραλαβεῖν , εἰ μὴ ναῦν μίαν ἢ δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες , διεκρίθησαν · καὶ ὁ πεζὸς ἅμα ἀπὸ τῶν τειχῶν ἀπῆλθεν . τῇ
δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι ἡσύχαζον , οὐδὲν δηλοῦντες ὁποῖόν τι τὸ μέλλον ποιήσουσιν · ὁ δὲ Νικίας ἰδὼν ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα καὶ ἐλπίζων αὐτοὺς αὖθις ἐπιχειρήσειν τούς τε τριηράρχους ἠνάγκαζεν ἐπισκευάζειν τὰς ναῦς , εἴ τίς τι ἐπεπονήκει , καὶ ὁλκάδας προώρμισε πρὸ τοῦ σφετέρου σταυρώματος , ὃ αὐτοῖς πρὸ τῶν νεῶν ἀντὶ λιμένος κλῃστοῦ ἐν τῇ θαλάσσῃ ἐπεπήγει . διαλειπούσας
δὲ τὰς ὁλκάδας ὅσον δύο πλέθρα ἀπ’ ἀλλήλων κατέστησεν , ὅπως , εἴ τις βιάζοιτο ναῦς , εἴη κατάφευξις ἀσφαλὴς καὶ πάλιν καθ’ ἡσυχίαν ἔκπλους . παρασκευαζόμενοι δὲ ταῦτα ὅλην τὴν ἡμέραν διετέλεσαν οἱ Ἀθηναῖοι μέχρι νυκτός .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.