οἱ δὲ τῶν Ἀθηναίων πρέσβεις ἔλεγον τοιάδε . ‘ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται , ὅπως δὴ μὴ ξυνεχεῖ ῥήσει οἱ πολλοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐσάπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσιν (γιγνώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή) , ὑμεῖς οἱ καθήμενοι ἔτι ἀσφαλέστερον ποιήσατε . καθ’ ἕκαστον γὰρ καὶ μηδ’ ὑμεῖς ἑνὶ λόγῳ , ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε . καὶ πρῶτον εἰ ἀρέσκει ὡς λέγομεν εἴπατε . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.