τῇ δ’ ὑστεραίᾳ οἵ τε Ἀργεῖοι καὶ οἱ ξύμμαχοι ξυνετάξαντο , ὡς ἔμελλον μαχεῖσθαι , ἢν περιτύχωσιν · οἵ τε Λακεδαιμόνιοι ἀπὸ τοῦ ὕδατος πρὸς τὸ Ἡράκλειον πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον ἰόντες ὁρῶσι δι’ ὀλίγου τοὺς ἐναντίους ἐν τάξει τε ἤδη πάντας καὶ ἀπὸ τοῦ λόφου προεληλυθότας .
μάλιστα δὴ Λακεδαιμόνιοι ἐς ὃ ἐμέμνηντο ἐν τούτῳ τῷ καιρῷ ἐξεπλάγησαν . διὰ βραχείας γὰρ μελλήσεως ἡ παρασκευὴ αὐτοῖς ἐγίγνετο , καὶ εὐθὺς ὑπὸ σπουδῆς καθίσταντο ἐς κόσμον τὸν ἑαυτῶν , Ἄγιδος τοῦ βασιλέως ἕκαστα ἐξηγουμένου κατὰ τὸν νόμον .
βασιλέως γὰρ ἄγοντος ὑπ’ ἐκείνου πάντα ἄρχεται , καὶ τοῖς μὲν πολεμάρχοις αὐτὸς φράζει τὸ δέον , οἱ δὲ τοῖς λοχαγοῖς , ἐκεῖνοι δὲ τοῖς πεντηκοντῆρσιν , αὖθις δ’ οὗτοι τοῖς ἐνωμοτάρχοις καὶ οὗτοι τῇ ἐνωμοτίᾳ .
καὶ αἱ παραγγέλσεις , ἤν τι βούλωνται , κατὰ τὰ αὐτὰ χωροῦσι καὶ ταχεῖαι ἐπέρχονται · σχεδὸν γάρ τι πᾶν πλὴν ὀλίγου τὸ στρατόπεδον τῶν Λακεδαιμονίων ἄρχοντες ἀρχόντων εἰσί , καὶ τὸ ἐπιμελὲς τοῦ δρωμένου πολλοῖς προσήκει .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.