‘ἀλλὰ ταῦτα , ὥσπερ ἐγὼ λέγω , οἵ τε Ἀθηναῖοι γιγνώσκοντες τὰ σφέτερα αὐτῶν εὖ οἶδ’ ὅτι σῴζουσι , καὶ ἐνθένδε ἄνδρες οὔτε ὄντα οὔτε ἂν γενόμενα λογοποιοῦσιν ,
οὓς ἐγὼ οὐ νῦν πρῶτον , ἀλλ’ αἰεὶ ἐπίσταμαι ἤτοι λόγοις γε τοιοῖσδε καὶ ἔτι τούτων κακουργοτέροις ἢ ἔργοις βουλομένους καταπλήξαντας τὸ ὑμέτερον πλῆθος αὐτοὺς τῆς πόλεως ἄρχειν . καὶ δέδοικα μέντοι μήποτε πολλὰ πειρῶντες καὶ κατορθώσωσιν · ἡμεῖς δὲ κακοί , πρὶν ἐν τῷ παθεῖν ὦμεν , προφυλάξασθαί τε καὶ αἰσθόμενοι ἐπεξελθεῖν .
τοιγάρτοι δι’ αὐτὰ ἡ πόλις ἡμῶν ὀλιγάκις μὲν ἡσυχάζει , στάσεις δὲ πολλὰς καὶ ἀγῶνας οὐ πρὸς τοὺς πολεμίους πλέονας ἢ πρὸς αὑτὴν ἀναιρεῖται , τυραννίδας δὲ ἔστιν ὅτε καὶ δυναστείας ἀδίκους .
ὧν ἐγὼ πειράσομαι , ἤν γε ὑμεῖς ἐθέλητε ἕπεσθαι , μήποτε ἐφ’ ἡμῶν τι περιιδεῖν γενέσθαι , ὑμᾶς μὲν τοὺς πολλοὺς πείθων , τοὺς δὲ τὰ τοιαῦτα μηχανωμένους κολάζων , μὴ μόνον αὐτοφώρους (χαλεπὸν γὰρ ἐπιτυγχάνειν) , ἀλλὰ καὶ ὧν βούλονται μέν , δύνανται δ’ οὔ (τὸν γὰρ ἐχθρὸν οὐχ ὧν δρᾷ μόνον , ἀλλὰ καὶ τῆς διανοίας προαμύνεσθαι χρή , εἴπερ καὶ μὴ προφυλαξάμενός τις προπείσεται) , τοὺς δ’ αὖ ὀλίγους τὰ μὲν ἐλέγχων , τὰ δὲ φυλάσσων , τὰ δὲ καὶ διδάσκων · μάλιστα γὰρ δοκῶ ἄν μοι οὕτως ἀποτρέπειν τῆς κακουργίας .
καὶ δῆτα , ὃ πολλάκις ἐσκεψάμην , τί καὶ βούλεσθε , ὦ νεώτεροι ; πότερον ἄρχειν ἤδη ; ἀλλ᾽ οὐκ ἔννομον · ὁ δὲ νόμος ἐκ τοῦ μὴ δύνασθαι ὑμᾶς μᾶλλον ἢ δυναμένους ἐτέθη ἀτιμάζειν . ἀλλὰ δὴ μὴ μετὰ πολλῶν ἰσονομεῖσθαι ; καὶ πῶς δίκαιον τοὺς αὐτοὺς μὴ τῶν αὐτῶν ἀξιοῦσθαι ;
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.