καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον , ἑαυτὸν δ’ οὒ πολέμιον εἶναι τῷ Ἀθηναίῳ , καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν , ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον , ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχούμενος , τοσούτῳ δὲ καὶ ἀσφαλέστερον ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ , ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἐρῆμος ἀγωνιεῖται · τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι , τῇ δ’ ἐμῇ προφάσει τὴν ἐκείνου φιλίαν οὐχ ἧσσον βεβαιώσασθαι βούλεσθαι .
εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω ) διὰ δὲ αὐτὰ τὰς Συρακούσας κακωθῆναι μὲν ἵνα σωφρονισθῶμεν βούλεται , περιγενέσθαι δὲ ἕνεκα τῆς αὑτοῦ ἀσφαλείας , οὐκ ἀνθρωπίνης δυνάμεως βούλησιν ἐλπίζει · οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι .
καὶ εἰ γνώμῃ ἁμάρτοι , τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχ’ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτὲ βουληθείη αὖθις φθονῆσαι . ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων , ἀλλὰ περὶ τῶν ἔργων , ἐθελήσαντι προσλαβεῖν · λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις , ἔργῳ δὲ τὴν αὑτοῦ σωτηρίαν .
καὶ μάλιστα εἰκὸς ἦν ὑμᾶς , ὦ Καμαριναῖοι , ὁμόρους ὄντας καὶ τὰ δεύτερα κινδυνεύσοντας προορᾶσθαι αὐτὰ καὶ μὴ μαλακῶς ὥσπερ νῦν ξυμμαχεῖν , αὐτοὺς δὲ πρὸς ἡμᾶς μᾶλλον ἰόντας , ἅπερ ἂν εἰ ἐς τὴν Καμαριναίαν πρῶτον ἀφίκοντο οἱ Ἀθηναῖοι δεόμενοι ἂν ἐπεκαλεῖσθε , ταῦτα ἐκ τοῦ ὁμοίου καὶ νῦν παρακελευομένους ὅπως μηδὲν ἐνδώσομεν φαίνεσθαι . ἀλλ’ οὔθ᾽ ὑμεῖς νῦν γέ πω οὔθ’ οἱ ἄλλοι ἐπὶ ταῦτα ὥρμησθε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.