‘κατὰ τάδε ξύμμαχοι ἔσονται Λακεδαιμόνιοι 〈καὶ Ἀθηναῖοι〉 πεντήκοντα ἔτη . ἢν [δέ] τινες ἴωσιν ἐς τὴν γῆν πολέμιοι τὴν Λακεδαιμονίων καὶ κακῶς ποιῶσι Λακεδαιμονίους , ὠφελεῖν Ἀθηναίους Λακεδαιμονίους τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν · ἢν δὲ δῃώσαντες οἴχωνται , πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἀμφοτέρων , καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε . ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως .
καὶ ἤν τινες ἐς τὴν Ἀθηναίων γῆν ἴωσι πολέμιοι καὶ κακῶς ποιῶσιν Ἀθηναίους , ὠφελεῖν Λακεδαιμονίους 〈Ἀθηναίους 〉 τρόπῳ ὅτῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν · ἢν δὲ δῃώσαντες οἴχωνται , πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπ’ ἀμφοτέρων , καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε .
ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως . ἢν δὲ ἡ δουλεία ἐπανιστῆται , ἐπικουρεῖν Ἀθηναίους Λακεδαιμονίοις παντὶ σθένει κατὰ τὸ δυνατόν .
ὀμοῦνται δὲ ταῦτα οἵπερ καὶ τὰς ἄλλας σπονδὰς ὤμνυον ἑκατέρων . ἀνανεοῦσθαι δὲ 〈τὸν ὅρκον 〉 κατ’ ἐνιαυτὸν Λακεδαιμονίους μὲν ἰόντας ἐς Ἀθήνας πρὸς τὰ Διονύσια , Ἀθηναίους δὲ ἰόντας ἐς Λακεδαίμονα πρὸς τὰ Ὑακίνθια .
στήλην δὲ ἑκατέρους στῆσαι , τὴν μὲν ἐν Λακεδαίμονι παρ’ Ἀπόλλωνι ἐν Ἀμυκλαίῳ , τὴν δὲ ἐν Ἀθήναις ἐν πόλει παρ’ Ἀθηνᾷ .
ἢν δέ τι δοκῇ Λακεδαιμονίοις καὶ Ἀθηναίοις προσθεῖναι καὶ ἀφελεῖν περὶ τῆς ξυμμαχίας , ὅτι ἂν δοκῇ , εὔορκον ἀμφοτέροις εἶναι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.