ὁ μὲν Νικίας τοιάδε παρακελευόμενος ἅμα ἐπῄει τὸ στράτευμα , καὶ εἴ πῃ ὁρῴη διεσπασμένον καὶ μὴ ἐν τάξει χωροῦν ξυνάγων καὶ καθιστάς , καὶ ὁ Δημοσθένης οὐδὲν ἧσσον τοῖς καθ’ ἑαυτὸν τοιαῦτά τε καὶ παραπλήσια λέγων .
τὸ δὲ ἐχώρει ἐν πλαισίῳ τεταγμένον , πρῶτον μὲν ἡγούμενον τὸ Νικίου , ἐφεπόμενον δὲ τὸ Δημοσθένους · τοὺς δὲ σκευοφόρους καὶ τὸν πλεῖστον ὄχλον ἐντὸς εἶχον οἱ ὁπλῖται .
καὶ ἐπειδή [τε] ἐγένοντο ἐπὶ τῇ διαβάσει τοῦ Ἀνάπου ποταμοῦ , ηὗρον ἐπ’ αὐτῷ παρατεταγμένους τῶν Συρακοσίων καὶ ξυμμάχων , καὶ τρεψάμενοι αὐτοὺς καὶ κρατήσαντες τοῦ πόρου ἐχώρουν ἐς τὸ πρόσθεν · οἱ δὲ Συρακόσιοι παριππεύοντές τε προσέκειντο καὶ ἐσακοντίζοντες οἱ ψιλοί .
καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ προελθόντες σταδίους ὡς τεσσαράκοντα ηὐλίσαντο πρὸς λόφῳ τινὶ οἱ Ἀθηναῖοι · τῇ δ’ ὑστεραίᾳ πρῲ ἐπορεύοντο καὶ προῆλθον ὡς εἴκοσι σταδίους , καὶ κατέβησαν ἐς χωρίον ἄπεδόν τι καὶ αὐτοῦ ἐστρατοπεδεύσαντο , βουλόμενοι ἔκ τε τῶν οἰκιῶν λαβεῖν τι ἐδώδιμον (ᾠκεῖτο γὰρ ὁ χῶρος ) καὶ ὕδωρ μετὰ σφῶν αὐτῶν φέρεσθαι αὐτόθεν · ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια , ᾗ ἔμελλον ἰέναι , οὐκ ἄφθονον ἦν .
οἱ δὲ Συρακόσιοι ἐν τούτῳ προελθόντες τὴν δίοδον τὴν ἐν τῷ πρόσθεν ἀπετείχιζον · ἦν δὲ λόφος καρτερὸς καὶ ἑκατέρωθεν αὐτοῦ χαράδρα κρημνώδης , ἐκαλεῖτο δὲ Ἀκραῖον λέπας .
τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι προῇσαν , καὶ οἱ τῶν Συρακοσίων καὶ ξυμμάχων αὐτοὺς ἱππῆς καὶ ἀκοντισταὶ ὄντες πολλοὶ ἑκατέρωθεν ἐκώλυον καὶ ἐσηκόντιζόν τε καὶ παρίππευον . καὶ χρόνον μὲν πολὺν ἐμάχοντο οἱ Ἀθηναῖοι , ἔπειτα ἀνεχώρησαν πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον . καὶ τὰ ἐπιτήδεια οὐκέτι ὁμοίως εἶχον · οὐ γὰρ ἔτι ἀποχωρεῖν οἷόν τ’ ἦν ὑπὸ τῶν ἱππέων .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.