‘ἄνδρες οἱ ξυναράμενοι τοῦδε τοῦ κινδύνου , μηδεὶς ὑμῶν ἐν τῇ τοιᾷδε ἀνάγκῃ ξυνετὸς βουλέσθω δοκεῖν εἶναι , ἐκλογιζόμενος ἅπαν τὸ περιεστὸς ἡμᾶς δεινόν , μᾶλλον ἢ ἀπερισκέπτως εὔελπις ὁμόσε χωρῆσαι τοῖς ἐναντίοις καὶ ἐκ τούτων ἂν περιγενόμενος . ὅσα γὰρ ἐς ἀνάγκην ἀφῖκται ὥσπερ τάδε , λογισμὸν ἥκιστα ἐνδεχόμενα κινδύνου τοῦ ταχίστου προσδεῖται .
ἐγὼ δὲ καὶ τὰ πλείω ὁρῶ πρὸς ἡμῶν ὄντα , ἢν ἐθέλωμέν τε μεῖναι καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες τὰ ὑπάρχοντα ἡμῖν κρείσσω καταπροδοῦναι .
τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω , ὃ μενόντων μὲν ἡμῶν ξύμμαχον γίγνεται , ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται μηδενὸς κωλύοντος , καὶ τὸν πολέμιον δεινότερον ἕξομεν μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως , ἢν καὶ ὑφ’ ἡμῶν βιάζηται (ἐπὶ γὰρ ταῖς ναυσὶ ῥᾷστοί εἰσιν ἀμύνεσθαι , ἀποβάντες δὲ ἐν τῷ ἴσῳ ἤδη) ,
τό τε πλῆθος αὐτῶν οὐκ ἄγαν δεῖ φοβεῖσθαι · κατ’ ὀλίγον γὰρ μαχεῖται καίπερ πολὺ ὂν ἀπορίᾳ τῆς προσορμίσεως , καὶ οὐκ ἐν γῇ στρατός ἐστιν ἐκ τοῦ ὁμοίου μείζων , ἀλλ’ ἀπὸ νεῶν , αἷς πολλὰ τὰ καίρια δεῖ ἐν τῇ θαλάσσῃ ξυμβῆναι .
ὥστε τὰς τούτων ἀπορίας ἀντιπάλους ἡγοῦμαι τῷ ἡμετέρῳ πλήθει , καὶ ἅμα ἀξιῶ ὑμᾶς , Ἀθηναίους ὄντας καὶ ἐπισταμένους ἐμπειρίᾳ τὴν ναυτικὴν ἐπ’ ἄλλους ἀπόβασιν ὅτι , εἴ τις ὑπομένοι καὶ μὴ φόβῳ ῥοθίου καὶ νεῶν δεινότητος κατάπλου ὑποχωροίη , οὐκ ἄν ποτε βιάζοιτο , καὶ αὐτοὺς νῦν μεῖναί τε καὶ ἀμυνομένους παρ’ αὐτὴν τὴν ῥαχίαν σῴζειν ἡμᾶς τε αὐτοὺς καὶ τὸ χωρίον . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.