τάχ’ ἄν τις θαρσοίη ὅτι τοῖς ὅπλοις αὐτῶν καὶ τῷ πλήθει ὑπερφέρομεν , ὥστε τὴν γῆν δῃοῦν ἐπιφοιτῶντες .
τοῖς δὲ ἄλλη γῆ ἐστὶ πολλὴ ἧς ἄρχουσι , καὶ ἐκ θαλάσσης ὧν δέονται ἐπάξονται .
εἰ δ’ αὖ τοὺς ξυμμάχους ἀφιστάναι πειρασόμεθα , δεήσει καὶ τούτοις ναυσὶ βοηθεῖν τὸ πλέον οὖσι νησιώταις .
τίς οὖν ἔσται ἡμῶν ὁ πόλεμος ; εἰ μὴ γὰρ ἢ ναυσὶ κρατήσομεν ἢ τὰς προσόδους ἀφαιρήσομεν ἀφ’ ὧν τὸ ναυτικὸν τρέφουσι , βλαψόμεθα τὰ πλείω .
κἀν τούτῳ οὐδὲ καταλύεσθαι ἔτι καλόν , ἄλλως τε καὶ εἰ δόξομεν ἄρξαι μᾶλλον τῆς διαφορᾶς .
μὴ γὰρ δὴ ἐκείνῃ γε τῇ ἐλπίδι ἐπαιρώμεθα ὡς ταχὺ παυσθήσεται ὁ πόλεμος , ἢν τὴν γῆν αὐτῶν τέμωμεν . δέδοικα δὲ μᾶλλον μὴ καὶ τοῖς παισὶν αὐτὸν ὑπολίπωμεν · οὕτως εἰκὸς Ἀθηναίους φρονήματι μήτε τῇ γῇ δουλεῦσαι μήτε ὥσπερ ἀπείρους καταπλαγῆναι τῷ πολέμῳ .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.