‘ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε μήτε ἐμὲ δι’ ὀργῆς ἔχετε , ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν , εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν , ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε , πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον . καὶ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι , οὐ δικαίως , εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε .
φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀναγκαίως τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως · ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει πρότερόν τε ἦν νῦν τε μὴ ἐν ὑμῖν κωλυθῇ .
γνῶτε δὲ ὄνομα μέγιστον αὐτὴν ἔχουσαν ἐν ἅπασιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ εἴκειν , πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ , καὶ δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην , ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνομένοις , ἢν καὶ νῦν ὑπενδῶμέν ποτε (πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦσθαι) , μνήμη καταλελείψεται , Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων δὴ ἤρξαμεν , καὶ πολέμοις μεγίστοις ἀντέσχομεν πρός τε ξύμπαντας καὶ καθ’ ἑκάστους , πόλιν τε τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκήσαμεν .
καίτοι ταῦτα ὁ μὲν ἀπράγμων μέμψαιτ’ ἄν , ὁ δὲ δρᾶν τι καὶ αὐτὸς βουλόμενος ζηλώσει · εἰ δέ τις μὴ κέκτηται , φθονήσει .
τὸ δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν · ὅστις δὲ ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει , ὀρθῶς βουλεύεται . μῖσος μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει , ἡ δὲ παραυτίκα τε λαμπρότης καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται .
ὑμεῖς δὲ ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε , καὶ Λακεδαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς παροῦσι πόνοις βαρυνόμενοι , ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς γνώμῃ μὲν ἥκιστα λυποῦνται , ἔργῳ δὲ μάλιστα ἀντέχουσιν , οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.