ἐς φιλονικίαν τε καθέστασαν τὸν χρόνον τοῦτον οἱ μὲν τὴν πόλιν ἀναγκάζοντες δημοκρατεῖσθαι , οἱ δὲ τὸ στρατόπεδον ὀλιγαρχεῖσθαι . ἐποίησαν
δὲ καὶ ἐκκλησίαν εὐθὺς οἱ στρατιῶται , ἐν ᾗ τοὺς μὲν προτέρους στρατηγούς , καὶ εἴ τινα τῶν τριηράρχων ὑπώπτευον , ἔπαυσαν , ἄλλους δὲ ἀνθείλοντο καὶ τριηράρχους καὶ στρατηγούς , ὧν Θρασύβουλός τε καὶ Θράσυλος ὑπῆρχον . καὶ
παραινέσεις ἄλλας τε ἐποιοῦντο ἐν σφίσιν αὐτοῖς ἀνιστάμενοι καὶ ὡς οὐ δεῖ ἀθυμεῖν ὅτι ἡ πόλις αὐτῶν ἀφέστηκεν · τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι . ἐχόντων
γὰρ σφῶν τὸ πᾶν ναυτικόν , τάς τε ἄλλας πόλεις ὧν ἄρχουσιν ἀναγκάσειν τὰ χρήματα ὁμοίως διδόναι καὶ εἰ ἐκεῖθεν ὡρμῶντο (πόλιν τε γὰρ σφίσιν ὑπάρχειν Σάμον οὐκ ἀσθενῆ , ἀλλ’ ἣ παρ’ ἐλάχιστον δὴ ἦλθε τὸ Ἀθηναίων κράτος τῆς θαλάσσης , ὅτε ἐπολέμησεν , ἀφελέσθαι , τούς τε πολεμίους ἐκ τοῦ αὐτοῦ χωρίου ἀμυνεῖσθαι οὗπερ καὶ πρότερον) , καὶ δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ ἐπιτήδεια τῶν ἐν τῇ πόλει . καὶ
δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου , καὶ νῦν ἐς τοιοῦτον καταστήσονται μὴ βουλομένων σφίσι πάλιν τὴν πολιτείαν ἀποδοῦναι , ὥστε αὐτοὶ δυνατώτεροι εἶναι εἴργειν ἐκείνους τῆς θαλάσσης ἢ ὑπ᾽ ἐκείνων εἴργεσθαι . βραχύ
τέ τι εἶναι καὶ οὐδενὸς ἄξιον ὃ πρὸς τὸ περιγίγνεσθαι τῶν πολεμίων ἡ πόλις σφίσι χρήσιμος ἦν , καὶ οὐδὲν ἀπολωλεκέναι , οἵ γε μήτε ἀργύριον εἶχον ἔτι πέμπειν , ἀλλ᾽ αὐτοὶ ἐπορίζοντο οἱ στρατιῶται , μήτε βούλευμα χρηστόν , οὗπερ ἕνεκα πόλις στρατοπέδων κρατεῖ · ἀλλὰ καὶ ἐν τούτοις τοὺς μὲν ἡμαρτηκέναι τοὺς πατρίους νόμους καταλύσαντας , αὐτοὶ δὲ σῴζειν καὶ ἐκείνους πειράσεσθαι προσαναγκάζειν , ὥστε οὐδὲ τούτους , οἵπερ ἂν βουλεύοιέν τι χρηστόν , παρὰ σφίσι χείρους εἶναι . Ἀλκιβιάδην
τε , ἢν αὐτῷ ἄδειάν τε καὶ κάθοδον ποιήσωσιν , ἄσμενον τὴν παρὰ βασιλέως ξυμμαχίαν παρέξειν . τό τε μέγιστον , ἢν ἁπάντων σφάλλωνται , εἶναι αὐτοῖς τοσοῦτον ἔχουσι ναυτικὸν πολλὰς τὰς ἀποχωρήσεις ἐν αἷς καὶ πόλεις καὶ γῆν εὑρήσουσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.