τοῦ δ’ ἐπιγιγνομένου θέρους περὶ σίτου ἐκβολὴν Συρακοσίων δέκα νῆες πλεύσασαι καὶ Λοκρίδες ἴσαι Μεσσήνην τὴν ἐν Σικελίᾳ κατέλαβον , αὐτῶν ἐπαγαγομένων , καὶ ἀπέστη Μεσσήνη Ἀθηναίων .
ἔπραξαν δὲ τοῦτο μάλιστα οἱ μὲν Συρακόσιοι ὁρῶντες προσβολὴν ἔχον τὸ χωρίον τῆς Σικελίας καὶ φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐξ αὐτοῦ ὁρμώμενοί ποτε σφίσι μείζονι παρασκευῇ ἐπέλθωσιν , οἱ δὲ Λοκροὶ κατὰ ἔχθος τὸ Ῥηγίνων , βουλόμενοι ἀμφοτέρωθεν αὐτοὺς καταπολεμεῖν .
καὶ ἐσεβεβλήκεσαν ἅμα ἐς τὴν Ῥηγίνων οἱ Λοκροὶ πανστρατιᾷ , ἵνα μὴ ἐπιβοηθῶσι τοῖς Μεσσηνίοις , ἅμα δὲ καὶ ξυνεπαγόντων Ῥηγίνων φυγάδων , οἳ ἦσαν παρ’ αὐτοῖς · τὸ γὰρ Ῥήγιον ἐπὶ πολὺν χρόνον ἐστασίαζε καὶ ἀδύνατα ἦν ἐν τῷ παρόντι τοὺς Λοκροὺς ἀμύνεσθαι , ᾗ καὶ μᾶλλον ἐπετίθεντο .
δῃώσαντες δὲ οἱ μὲν Λοκροὶ τῷ πεζῷ ἀπεχώρησαν , αἱ δὲ νῆες Μεσσήνην ἐφρούρουν · καὶ ἄλλαι αἱ πληρούμεναι ἔμελλον αὐτόσε ἐγκαθορμισάμεναι τὸν πόλεμον ἐντεῦθεν ποιήσεσθαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.