καὶ καταλαμβάνουσι τὴν Σαλαμινίαν ναῦν ἐκ τῶν Ἀθηνῶν ἥκουσαν ἐπί τε Ἀλκιβιάδην ὡς κελεύσοντας ἀποπλεῖν ἐς ἀπολογίαν ὧν ἡ πόλις ἐνεκάλει , καὶ ἐπ’ ἄλλους τινὰς τῶν στρατιωτῶν τῶν μετ’ αὐτοῦ μεμηνυμένων περὶ τῶν μυστηρίων ὡς ἀσεβούντων , τῶν δὲ καὶ περὶ τῶν Ἑρμῶν .
οἱ γὰρ Ἀθηναῖοι , ἐπειδὴ ἡ στρατιὰ ἀπέπλευσεν , οὐδὲν ἧσσον ζήτησιν ἐποιοῦντο τῶν περὶ τὰ μυστήρια καὶ τῶν περὶ τοὺς Ἑρμᾶς δρασθέντων , καὶ οὐ δοκιμάζοντες τοὺς μηνυτάς , ἀλλὰ πάντα ὑπόπτως ἀποδεχόμενοι , διὰ πονηρῶν ἀνθρώπων πίστιν πάνυ χρηστοὺς τῶν πολιτῶν ξυλλαμβάνοντες κατέδουν , χρησιμώτερον ἡγούμενοι εἶναι βασανίσαι τὸ πρᾶγμα καὶ εὑρεῖν ἢ διὰ μηνυτοῦ πονηρίαν τινὰ καὶ χρηστὸν δοκοῦντα εἶναι αἰτιαθέντα ἀνέλεγκτον διαφυγεῖν .
ἐπιστάμενος γὰρ ὁ δῆμος ἀκοῇ τὴν Πεισιστράτου καὶ τῶν παίδων τυραννίδα χαλεπὴν τελευτῶσαν γενομένην καὶ προσέτι οὐδ’ ὑφ’ ἑαυτῶν καὶ Ἁρμοδίου καταλυθεῖσαν , ἀλλ’ ὑπὸ τῶν Λακεδαιμονίων , ἐφοβεῖτο αἰεὶ καὶ πάντα ὑπόπτως ἐλάμβανεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.