ἔδοξεν οὖν αὐτοῖς ἄνδρας ἐς κελήτιον ἐσβιβάσαντας ἄνευ κηρυκείου προσπέμψαι τοῖς Ἀθηναίοις καὶ πεῖραν ποιήσασθαι . πέμψαντές τε ἔλεγον τοιάδε .
‘ἀδικεῖτε , ὦ ἄνδρες Ἀθηναῖοι , πολέμου ἄρχοντες καὶ σπονδὰς λύοντες · ἡμῖν γὰρ πολεμίους τοὺς ἡμετέρους τιμωρουμένοις ἐμποδὼν ἵστασθε ὅπλα ἀνταιρόμενοι . εἰ δ’ ὑμῖν γνώμη ἐστὶ κωλύειν τε ἡμᾶς ἐπὶ Κέρκυραν ἢ ἄλλοσε εἴ ποι βουλόμεθα πλεῖν καὶ τὰς σπονδὰς λύετε , ἡμᾶς τούσδε πρώτους λαβόντες χρήσασθε ὡς πολεμίοις . ’
οἱ μὲν δὴ τοιαῦτα εἶπον · τῶν δὲ Κερκυραίων τὸ μὲν στρατόπεδον ὅσον ἐπήκουσεν ἀνεβόησεν εὐθὺς λαβεῖν τε αὐτοὺς καὶ ἀποκτεῖναι , οἱ δὲ Ἀθηναῖοι τοιάδε ἀπεκρίναντο .
‘οὔτε ἄρχομεν πολέμου , ὦ ἄνδρες Πελοποννήσιοι , οὔτε τὰς σπονδὰς λύομεν , Κερκυραίοις δὲ τοῖσδε ξυμμάχοις οὖσι βοηθοὶ ἤλθομεν . εἰ μὲν οὖν ἄλλοσέ ποι βούλεσθε πλεῖν , οὐ κωλύομεν · εἰ δὲ ἐπὶ Κέρκυραν πλευσεῖσθε ἢ ἐς τῶν ἐκείνων τι χωρίων , οὐ περιοψόμεθα κατὰ τὸ δυνατόν . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.