παρεχόμενοι δὲ ὅμως ἃ ἔχομεν δίκαια πρός τε τὰ Θηβαίων διάφορα καὶ ἐς ὑμᾶς καὶ τοὺς ἄλλους Ἕλληνας , τῶν εὖ δεδραμένων ὑπόμνησιν ποιησόμεθα καὶ πείθειν πειρασόμεθα . ‘φαμὲν
γὰρ πρὸς τὸ ἐρώτημα τὸ βραχύ , εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷδε ἀγαθὸν πεποιήκαμεν , εἰ μὲν ὡς πολεμίους ἐρωτᾶτε , οὐκ ἀδικεῖσθαι ὑμᾶς μὴ εὖ παθόντας , φίλους δὲ νομίζοντας αὐτοὺς ἁμαρτάνειν μᾶλλον τοὺς ἡμῖν ἐπιστρατεύσαντας . τὰ
δ’ ἐν τῇ εἰρήνῃ καὶ πρὸς τὸν Μῆδον ἀγαθοὶ γεγενήμεθα , τὴν μὲν οὐ λύσαντες νῦν πρότεροι , τῷ δὲ ξυνεπιθέμενοι τότε ἐς ἐλευθερίαν τῆς Ἑλλάδος μόνοι Βοιωτῶν . καὶ
γὰρ ἠπειρῶταί τε ὄντες ἐναυμαχήσαμεν ἐπ’ Ἀρτεμισίῳ , μάχῃ τε τῇ ἐν τῇ ἡμετέρᾳ γῇ γενομένῃ παρεγενόμεθα ὑμῖν τε καὶ Παυσανίᾳ · εἴ τέ τι ἄλλο κατ’ ἐκεῖνον τὸν χρόνον ἐγένετο ἐπικίνδυνον τοῖς Ἕλλησι , πάντων παρὰ δύναμιν μετέσχομεν . καὶ
ὑμῖν , ὦ Λακεδαιμόνιοι , ἰδίᾳ , ὅτεπερ δὴ μέγιστος φόβος περιέστη τὴν Σπάρτην μετὰ τὸν σεισμὸν τῶν ἐς Ἰθώμην Εἱλώτων ἀποστάντων , τὸ τρίτον μέρος ἡμῶν αὐτῶν ἐξεπέμψαμεν ἐς ἐπικουρίαν · ὧν οὐκ εἰκὸς ἀμνημονεῖν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.