οἱ μὲν δὴ Μήλιοι τοσαῦτα ἀπεκρίναντο · οἱ δὲ Ἀθηναῖοι διαλυόμενοι ἤδη ἐκ τῶν λόγων ἔφασαν ‘ ἀλλ’ οὖν μόνοι γε ἀπὸ τούτων τῶν βουλευμάτων , ὡς ἡμῖν δοκεῖτε , τὰ μὲν μέλλοντα τῶν ὁρωμένων σαφέστερα κρίνετε , τὰ δὲ ἀφανῆ τῷ βούλεσθαι ὡς γιγνόμενα ἤδη θεᾶσθε , καὶ Λακεδαιμονίοις καὶ τύχῃ καὶ ἐλπίσι πλεῖστον δὴ παραβεβλημένοι καὶ πιστεύσαντες πλεῖστον καὶ σφαλήσεσθε . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.