ἀνδρὶ δὲ τυράννῳ ἢ πόλει ἀρχὴν ἐχούσῃ οὐδὲν ἄλογον ὅτι ξυμφέρον οὐδ’ οἰκεῖον ὅτι μὴ πιστόν · πρὸς ἕκαστα δὲ δεῖ ἢ ἐχθρὸν ἢ φίλον μετὰ καιροῦ γίγνεσθαι . καὶ ἡμᾶς τοῦτο ὠφελεῖ ἐνθάδε , οὐκ ἢν τοὺς φίλους κακώσωμεν , ἀλλ’ ἢν οἱ ἐχθροὶ διὰ τὴν τῶν φίλων ῥώμην ἀδύνατοι ὦσιν .
ἀπιστεῖν δὲ οὐ χρή · καὶ γὰρ τοὺς ἐκεῖ ξυμμάχους ὡς ἕκαστοι χρήσιμοι ἐξηγούμεθα , Χίους μὲν καὶ Μηθυμναίους νεῶν παροκωχῇ αὐτονόμους , τοὺς δὲ πολλοὺς χρημάτων βιαιότερον φορᾷ , ἄλλους δὲ καὶ πάνυ ἐλευθέρως ξυμμαχοῦντας , καίπερ νησιώτας ὄντας καὶ εὐλήπτους , διότι ἐν χωρίοις ἐπικαίροις εἰσὶ περὶ τὴν Πελοπόννησον .
ὥστε καὶ τἀνθάδε εἰκὸς πρὸς τὸ λυσιτελοῦν , καὶ ὃ λέγομεν , ἐς Συρακοσίους δέος καθίστασθαι . ἀρχῆς γὰρ ἐφίενται ὑμῶν καὶ βούλονται ἐπὶ τῷ ἡμετέρῳ ξυστήσαντες ὑμᾶς ὑπόπτῳ , βίᾳ ἢ καὶ κατ’ ἐρημίαν , ἀπράκτων ἡμῶν ἀπελθόντων , αὐτοὶ ἄρξαι τῆς Σικελίας . ἀνάγκη δέ , ἢν ξυστῆτε πρὸς αὐτούς · οὔτε γὰρ ἡμῖν ἔτι ἔσται ἰσχὺς τοσαύτη ἐς ἓν ξυστᾶσα εὐμεταχείριστος , οὔθ’ οἵδ’ ἀσθενεῖς ἂν ἡμῶν μὴ παρόντων πρὸς ὑμᾶς εἶεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.