‘καὶ τὰ μὲν παλαιὰ καὶ μέγιστα τοιοῦτοι ἠξιώσαμεν εἶναι , πολέμιοι δὲ ἐγενόμεθα ὕστερον . ὑμεῖς δὲ αἴτιοι · δεομένων γὰρ ξυμμαχίας ὅτε Θηβαῖοι ἡμᾶς ἐβιάσαντο , ὑμεῖς ἀπεώσασθε καὶ πρὸς Ἀθηναίους ἐκελεύετε τραπέσθαι ὡς ἐγγὺς ὄντας , ὑμῶν δὲ μακρὰν ἀποικούντων .
ἐν μέντοι τῷ πολέμῳ οὐδὲν ἐκπρεπέστερον ὑπὸ ἡμῶν οὔτε ἐπάθετε οὔτε ἐμελλήσατε .
εἰ δ’ ἀποστῆναι Ἀθηναίων οὐκ ἠθελήσαμεν ὑμῶν κελευσάντων , οὐκ ἠδικοῦμεν · καὶ γὰρ ἐκεῖνοι ἐβοήθουν ἡμῖν ἐναντία Θηβαίοις ὅτε ὑμεῖς ἀπωκνεῖτε , καὶ προδοῦναι αὐτοὺς οὐκέτι ἦν καλόν , ἄλλως τε καὶ οὓς εὖ παθών τις καὶ αὐτὸς δεόμενος προσηγάγετο ξυμμάχους καὶ πολιτείας μετέλαβεν , ἰέναι δὲ ἐς τὰ παραγγελλόμενα εἰκὸς ἦν προθύμως .
ἃ δὲ ἑκάτεροι ἐξηγεῖσθε τοῖς ξυμμάχοις , οὐχ οἱ ἑπόμενοι αἴτιοι εἴ τι μὴ καλῶς ἐδρᾶτο , ἀλλ’ οἱ ἄγοντες ἐπὶ τὰ μὴ ὀρθῶς ἔχοντα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.