τοσαύτη ἡ πρώτη παρασκευὴ πρὸς τὸν πόλεμον διέπλει . τούτοις δὲ τὰ ἐπιτήδεια ἄγουσαι ὁλκάδες μὲν τριάκοντα σιταγωγοί , καὶ τοὺς σιτοποιοὺς ἔχουσαι καὶ λιθολόγους καὶ τέκτονας καὶ ὅσα ἐς τειχισμὸν ἐργαλεῖα , πλοῖα δὲ ἑκατόν , ἃ ἐξ ἀνάγκης μετὰ τῶν ὁλκάδων ξυνέπλει · πολλὰ δὲ καὶ ἄλλα πλοῖα καὶ ὁλκάδες ἑκούσιοι ξυνηκολούθουν τῇ στρατιᾷ ἐμπορίας ἕνεκα · ἃ τότε πάντα ἐκ τῆς Κερκύρας ξυνδιέβαλλε τὸν Ἰόνιον κόλπον .
καὶ προσβαλοῦσα ἡ πᾶσα παρασκευὴ πρός τε ἄκραν Ἰαπυγίαν καὶ πρὸς Τάραντα καὶ ὡς ἕκαστοι ηὐπόρησαν , παρεκομίζοντο τὴν Ἰταλίαν , τῶν μὲν πόλεων οὐ δεχομένων αὐτοὺς ἀγορᾷ οὐδὲ ἄστει , ὕδατι δὲ καὶ ὅρμῳ , Τάραντος δὲ καὶ Λοκρῶν οὐδὲ τούτοις , ἕως ἀφίκοντο ἐς Ῥήγιον τῆς Ἰταλίας ἀκρωτήριον .
καὶ ἐνταῦθα ἤδη ἡθροίζοντο , καὶ ἔξω τῆς πόλεως , ὡς αὐτοὺς ἔσω οὐκ ἐδέχοντο , στρατόπεδόν τε κατεσκευάσαντο ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ , οὗ αὐτοῖς καὶ ἀγορὰν παρεῖχον , καὶ τὰς ναῦς ἀνελκύσαντες ἡσύχασαν . καὶ πρός [τε] τοὺς Ῥηγίνους λόγους ἐποιήσαντο , ἀξιοῦντες Χαλκιδέας ὄντας Χαλκιδεῦσιν οὖσι Λεοντίνοις βοηθεῖν · οἱ δὲ οὐδὲ μεθ’ ἑτέρων ἔφασαν ἔσεσθαι , ἀλλ’ ὅτι ἂν καὶ τοῖς ἄλλοις Ἰταλιώταις ξυνδοκῇ , τοῦτο ποιήσειν .
οἱ δὲ πρὸς τὰ ἐν τῇ Σικελίᾳ πράγματα ἐσκόπουν ὅτῳ τρόπῳ ἄριστα προσοίσονται · καὶ τὰς πρόπλους ναῦς ἐκ τῆς Ἐγέστης ἅμα προσέμενον , βουλόμενοι εἰδέναι περὶ τῶν χρημάτων εἰ ἔστιν ἃ ἔλεγον ἐν ταῖς Ἀθήναις οἱ ἄγγελοι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.